- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:43.17-44.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了语词之外的第三种谬误推论“不知反驳”,并逐字诠释了亚里士多德关于反驳的定义中的各项要素,如“关于同一且单一事物”及“不仅是名称而且是事物”。
" Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμός." Ὁ τρίτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λεγόμενος, ὃς οὕτω λέγεται, ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ἑξῆς ὅσα ἄλλα ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου κεῖνται· ὁ δὲ κατασοφισθεὶς παρά τινος διά τι τῶν ἐν τῷ ἐλέγχῳ κειμένων τῷ κυρίως, οὗτος οὐκ ἠλέγχθη. ὅταν δέ τις ἐλεγχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος ληφθέντος καὶ τῶν ἄλλων ἁπάντων τῶν περὶ τοῦ ἀληθῶς καὶ κυρίως ἐλέγχου διοριζομένων, τότε δῆτα καὶ ἐλέγχεσθαι λέγοιτ’ ἂν καὶ εἰς ἀντίφασιν περιάγεσθαι. γίνονται δὲ οἱ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογισμοὶ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου,1 τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου· ὁ γὰρ παρά τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου σοφιζόμενος, ὡς εἰρήκαμεν, παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογίζεσθαι λέγεται. ἢ τὸ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου τοῦτο δηλοῖ, ὅτι παρὰ τὴν ἔλλειψιν τοῦ συλλογισμοῦ. ἐπεὶ γὰρ καὶ ὁ ἔλεγχος ὡς συλλογισμός τίς ἐστι, καὶ ὥσπερ ὁ συλλογισμὸς ἐκ τῶν κειμένων ὀφείλει συνάγειν τὸ συμπέρασμα μὴ ὁμωνύμου τινὸς λαμβανομένου μὴ συναριθμουμένου τοῦ ἐξ ἀρχῆς, οὕτως καὶ ὁ ἔλεγχος ἔχειν ὀφείλει. ἀλλὰ δεῖ πρότερον πᾶσαν τὴν λέξιν θέντας τὰ περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου κατὰ λέξιν κατασκοπῆσαι. ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός. εἰ γὰρ μέλλομεν ἐλέγξαι τὸν ἡμῖν προσδιαλεγόμενον παρὰ τὸ εἰκὸς ἐνιστάμενον, ὀφείλομεν αὐτὸν ἑαυτῷ μαχόμενον ἀπελέγχειν καὶ τὰ ἐναντία ἀποφαινόμενον· τοῦτο γὰρ καὶ ἀντίφασις λέγεται, ὅταν περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ ἐναντία λέγῃ τις, οὐ περὶ ἄλλου καὶ ἄλλου· εἰ γὰρ φαίημεν Πλάτωνα μὲν διαλέγεσθαι Σωκράτην δὲ μή, οὐδὲν ἐναντίον ἔσται. διὰ τοῦτο εἰπὼν ἀντίφασιν ἐπήγαγε τοῦ αὐτοῦ καὶ ἑνός· οὐ γὰρ περὶ ἄλλου φησὶ πειρᾶσθαι προσάγειν τῷ προσδιαλεγομένῳ τὸν ἔλεγχον (οὐ γὰρ ἔλεγχος τοῦτο) ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ. ὁμοίως τούτῳ καὶ ὁ λέγων πάντα ἄγγελον ἀγαθὸν καὶ οὐδένα δαίμονα ἀγαθὸν οὐκ ἐλέγχει τὸν λέγοντα τὰς ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδεσθαι·2 οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου τὸν λόγον συνεπεράνατο· δεῖ δὲ ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἶτα ἐπεὶ πολλὰ ἓν ὄντα τῷ ὀνόματι τὴν φύσιν διάφορα τυγχάνει, ὡς τὰ ὁμώνυμα, ἐπήνεγκε μὴ ὀνόματος3 ἀλλὰ πράγματος, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος· οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι δεῖ, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν· τὸ γὰρ μὴ ὀνόματος ἀντὶ τοῦ ‘μὴ μόνον ὀνόματος’ τέθεικεν. εἰ γὰρ ἓν ὄνομα ᾖ πολύσημον δέ, καὶ οὕτω τἀναντία λέγων τις οὐ διαψεύδεται· οἷον κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ. ἐπεὶ δὲ οὐ μόνον ἐξ ὁμωνυμίας συμβαίνει τινὰ τὰ ἐναντία λέγοντα μὴ διαψεύδεσθαι ἀλλὰ καὶ ἀπὸ συνωνυμίας (ἔστι γάρ τινα τἀναντία λέγειν καὶ ἀληθεύειν· οἷον ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ· ἐνδέχεται γὰρ τινὰ μὲν περιπατεῖν τινὰ δὲ μή), ἐπήγαγε καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς μήτε ὁμωνύμου μήτε συνωνύμου. κἀκ τῶν δοθέντων ἐξ ἀνάγκης.
“由于未界定什么是推论所产生的那些”语词之外的诡辩的第三种方式,是被称为“由于不知反驳”的方式;之所以这样说,是因为知道反驳究竟是什么的人不会陷入此类诡辩。因为反驳是关于同一且单一事物的,并且依次包含了反驳定义中所规定的其余各项;而因严格意义上的反驳所规定的各项中的某一点而被某人以诡辩蒙骗的人,并未被真正反驳。但若在取用了同一且单一名称并满足了关于真实且严格的反驳所界定的一切其余条件之下某人被反驳,那时他才确实能被称为既被反驳又被导向了矛盾。由于不知反驳而产生的谬误推论,乃是“由于言词(逻各斯)的缺失”,即反驳定义的缺失;因为正如我们所言,因反驳定义中的某一点而施展诡辩的人,就被称为由于不知反驳而产生谬误推论。或者说,“由于言词(逻各斯)的缺失”这一表述表明的是由于推论的缺失。因为既然反驳也是某种推论,正如推论应当从既定前提中推导出结论,而不取用任何同名异义之词,亦不计入最初争论之点,反驳也同样应当具备这些条件。但在逐字考察关于反驳定义的各项之前,必须先列出全部词句。“反驳是关于同一且单一事物的矛盾”。因为如果我们打算反驳那违反合情理之事而提出异议的对话者,我们就必须指出他与自身相冲突并声称了相反之事;因为当有人关于同一且单一的事物述说相反之事时,这也被称为矛盾,而不是关于互不相同的两件事;因为如果我们说柏拉图在辩论而苏格拉底不在辩论,就不会有任何相反之事。因此他在说了“矛盾”之后,紧接着加上了“关于同一且单一事物的”;因为他说,不可试图就另一事物向对话者提出反驳(因为这并不是反驳),而必须就单一且同一的事物来进行。与此类似,说“每一个天使都是善的”且“没有任何恶灵是善的”的人,并没有反驳那个声称在可能质料上的相反命题皆可同为虚假的人;因为他并未就同一主词得出论述的结论,而是就互不相同的两件事;然而必须就单一且同一的事物来进行。接着,由于许多在名称上是一的事物在本质上恰好不同,犹如各同名异义者,因此他加上了“不是名称的,而是事物的”,即“不仅是名称的,而且也是事物的”;因为不仅名称必须是一,而且被指称的事物也必须是一;因为他用“不是名称的”来代替“不仅是名称的”。因为若名称是一而有多重含义,即便有人如此述说相反之事,也并未说谎;例如“犬在吠叫”,“犬不在吠叫”。然而,由于不仅从同名异义出发会出现述说相反之事者并未说谎的情况,而且从同名同义出发也会如此(因为有人述说相反之事同时也在说真话是可能的;例如“动物在行走”,“动物不在行走”;因为一些动物在行走而另一些并不行走是可能的),所以他又加上了“并非同名同义之名称,而是既不同名异义又不同名同义的同一且单一事物”。“并且从所给予的前提中必然产生”。
- 1.25παρὰ τὴν ἔλλειψιν τοῦ λόγου
对于短语 τοῦ λόγου,注解者首先在紧接处将其解释为“即反驳的定义(ὁρισμοῦ)”,随后又用 ἤ 引出另一种理解,即“推论(συλλογισμοῦ)的缺失”。在这两种构文理解中,παρά 均表示原因或根据。
- 1.25τὸν λέγοντα τὰς ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδεσθαι
分词 λέγοντα 作动词 ἐλέγχει 的直接宾语,并统辖一个宾格不定词结构,以 τὰς ἐναντίας προτάσεις 为主语宾格,以 συμψεύδεσθαι(“同时为假”)为不定词。介词短语 ἐπὶ τῆς ἐνδεχομένης ὕλης(“在可能质料上”)修饰该不定词或整个受支配命题。
- 1.25μὴ ὀνόματος
关于亚里士多德原文中的词组 μὴ ὀνόματος(“不是名称的”),注解者指出否定词 μή 在此处并非单纯的完全排斥,而是作为“不仅是名称的(μὴ μόνον ὀνόματος)”的省略表达来起作用。
