- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:41.33-43.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德所列举的因“无条件地”与“在某方面”导致的诸谬误推论(存在是非存在、受害者的诉说、埃塞俄比亚人、发誓违誓等),并分析了由于相反或部分属性归属于同一主项而使回答者陷入窘境的原因。
καὶ γάρ, ὡς μικρὸν ἄνωθεν εἴρηται, καὶ ὁ Ὅμηρός ἐστί τι, οἷον ποιητής, ἀλλ’ οὐχὶ καὶ ἁπλῶς ἔστιν· οὐ γὰρ ἔστιν ὁ Ὅμηρος. ἐπάγει δὲ καὶ ἕτερον παραλογισμὸν τὸν τὸ ὂν μὴ ὂν εἶναι λέγοντα. ἔστι δὲ καὶ οὗτος παρὰ τὸ πῇ καὶ ἁπλῶς· τὸ γὰρ τὶ μὴ ὂν καὶ ἁπλῶς φησιν εἶναι μὴ ὄν. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· οὐχὶ τὸ ὂν ἕτερόν ἐστιν ἀνθρώπου; οὐχὶ καὶ ἵππου καὶ βοὸς καὶ οὐρανοῦ καὶ γῆς καὶ ἁπλῶς πάντων τῶν ὄντων; ναί· τὸ ἕτερον τῶν ὄντων μὴ ὄν· τὸ ὂν ἄρα μὴ ὄν. λύει οὖν τοὺς τοιούτους παραλογισμοὺς διὰ τοῦ ἐπαγομένου· οὐ γάρ, εἰ μή ἐστι τὸ ὂν τὶ ὄν, οἷον ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, καὶ ἁπλῶς μὴ ὄν ἐστιν. καὶ πόθεν γοῦν ἡ ἀπάτη γίνεται; φήσειέ τις. διαλυόμενος δὲ καὶ τοῦτο λέγει φαίνεσθαι ἔλεγχον διὰ τὸ δοκεῖν ἢ μηδὲν ἢ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ εἶναι ἁπλῶς· τὸ γὰρ τὶ προσκείμενον μηδέν τι πλέον δηλοῦν οἰόμεθα τοῦ εἶναι. τὸ δ’ αὐτὸ γίνεσθαι καὶ ἐπὶ τοῦ μὴ εἶναί τι καὶ ἐπὶ τοῦ μὴ εἶναι· τὸ γὰρ μὴ ὄν τι καὶ ἁπλῶς μὴ ὂν οἰόμεθα. τοῦτο δ’ οὐκ ἔστιν· οὐ γάρ, εἰ μὴ τόδε τί ἐστι, καὶ ἁπλῶς οὐκ ἔστιν. ὁμοίως δέ, φησί, τούτοις ὁ παραλογισμὸς γίνεται, ὅταν τὸ πῇ λεγόμενον ὡς ἁπλῶς τις λαβὼν εἰς ἀντίφασιν περιαγάγῃ. οἷον εἴ τις ἔροιτο· τὸν τὰ δίκαια λέγοντα χρὴ καταδικάζειν ἢ τὸν τὰ ἄδικα; τί δέ, ὅταν ὑβρισθείς τις καὶ τυφθεὶς καὶ χρημάτων ἀφαίρεσιν ὑπομείνας εἶτα προσελθὼν τῷ δικαστῇ καὶ ἐλεεινολογούμενος λέγῃ ἃ πέπονθεν, οὐχὶ τὰ ἄδικα λέγει; δεῖ ἄρα τὸν τοιοῦτον καταδικάζειν. παρὰ τὸ πῇ οὗτος ὁ παραλογισμός· οὐ γάρ, εἰ πῇ ἄδικα, λέγει καὶ ἁπλῶς ἄδικα. τοιοῦτον καὶ τὸ περὶ τοῦ Αἰθίοπος· τὸ γὰρ πῇ λευκὸν εἶναι, οἷον κατὰ τοὺς ὀδόντας, λαβὼν λέγει καὶ ἁπλῶς εἶναι λευκόν. ἐπεὶ δέ ποτε οἱ ἐρωτώμενοι παρὰ τῶν σοφιστῶν στενοχωροῦνται περὶ τὴν ἀπόκρισιν, λέγει πῶς καὶ τοῦτο γίνεται. φησὶ γὰρ ὅτι ἐπὶ τινῶν μὲν οὐ λανθάνει ὁ παραλογιζόμενος, ὅταν τὸ πῇ λεγόμενον ὡς ἁπλῶς λεγόμενον λαμβάνῃ, ὡς ἐπὶ τοῦ Αἰθίοπος· ἐπὶ τὶ γὰρ ὄντος λευκοῦ ὡς ἁπλῶς ὄντος λευκοῦ ἔλαβε, καὶ οὕτω διαλεξάμενος ὁ σοφιστὴς οἴεται συλλογιστικῶς περᾶναι τὸ τὸν Αἰθίοπα εἶναι λευκὸν καὶ οὐ λευκόν. ἐπὶ τινῶν μὲν οὖν, φησίν, οὐ λανθάνει· ἐπὶ τινῶν δὲ λανθάνει πολλάκις, ἐφ’ ὅσων πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ ἁπλῶς ἀκολουθεῖν. τοιοῦτον γάρ ἐστι τὸ κἂν δόξειεν ἀκολουθεῖν ἀντὶ τοῦ ‘πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν’,1 ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν; οὐ δῆτα· τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν; ἐνδέχεται ἄρα τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν. ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον σόφισμά ἐστι. παρὰ δὲ τὸ πῇ ὁ παραλογισμός ἐστιν· οὐ γὰρ ὁ κατὰ τὶ μὲν εὐορκῶν καὶ ἁπλῶς εὐορκεῖ· καὶ λανθάνει ὅτι οὐχ ἁπλῶς εὐορκεῖ ἀλλὰ πῇ. ἐπί τε οὖν τούτων λανθάνει τὸ ἁπλῶς καὶ πῇ, καὶ δοκεῖ καὶ τὸ πῇ καὶ ἁπλῶς λέγεσθαι καὶ ἐπ’ ἐκείνων ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ καλεῖν· οἷον τὴν ἀνδρείαν λέγομεν καλὸν διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν, κακὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τὰς σφαγάς· ποτέρως οὖν χρὴ καλεῖν αὐτήν, καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ ἐπὶ τῶν τοιούτων τοίνυν λανθάνει πολλάκις ἐν ὅσοις ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα, ὡς εἴρηται ἐπὶ τῆς ἀνδρείας· ὁμοίως γάρ ἐστιν ἐν αὐτῇ τὸ καλὸν καὶ τὸ κακόν. ἀλλὰ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ· τούτου γὰρ τὸ μὲν ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ τοιοῦτον. οὐκ ἐπὶ τούτων δὲ μόνων γίνεται σαφὲς τὸ λεγόμενον, ἀλλὰ καὶ ἀφ’ οὗ φησιν αὐτὸς ἀλλαχοῦ ὑποδείγματος· ὅταν γάρ τι μέγεθος εἴη τῷ μὲν πλάτει δίπηχυ τῷ δὲ μήκει τετράπηχυ, ἔπειτα ἐρωτώμεθα πότερον τοδὶ τὸ μέγεθος δίπηχύ ἐστιν ἢ οὔ, ἐπὶ τοῦ τοιούτου γοῦν οὐ ῥᾴδιον εἰπεῖν ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀναγκαζόμεθα ἢ ἄμφω δοῦναι καὶ εἰπεῖν καὶ δίπηχυ καὶ τετράπηχυ, καὶ οὐ διαλεκτικῶς ἀποκρινόμεθα· καὶ τὸ ναὶ γάρ φαμεν καὶ τὸ οὔ· ἢ γοῦν καὶ ἄμφω ἐπὶ τοῦ τοιούτου δοκεῖ διδόναι ἢ μηδέτερον.2
因为正如前文不远处所说的,荷马也是某个具体的事物,例如诗人,但并非因此就无条件地存在;因为荷马并不存在。他又提出了另一个谬误推论,该推论称存在是非存在。这也是由于“在某方面”和“无条件地”所致;因为他是把在某方面是非存在的事物说成无条件地也是非存在。这一三段论也处于第一格:“存在不是不同于人吗?难道不也不同于马、牛、天、地,以及无条件地不同于一切存在者吗?”“是的。”“不同于存在者的是非存在;因此存在是非存在。”于是他通过紧接而来的论述解决了这类谬误推论;因为即使存在不是某个具体的存在(如人、马或牛),也不等于它无条件地就是非存在。有人可能会问:“那么欺瞒究竟从何而来?”他在化解这一点时也说到,这之所以显现为反驳,是因为成为某个具体事物与无条件地存在看起来毫无差别或差别极小;因为我们认为外加的“某个具体事物”对于“存在”并没有额外表达任何东西。同样的情况也发生在不是某个具体事物与不存在之上;因为我们认为不是某个具体事物的就是无条件地非存在。但这并非如此;因为如果某物不是这个具体的事物,并不意味着它无条件地就不存在。他说,同样地,当有人把在某方面被表述的事物当作无条件地被表述的事物来理解并导向矛盾时,就会产生谬误推论。例如,若有人发问:“应当定罪说正义之事的人,还是说不正义之事的人?”“那么,当有人遭到凌辱、殴打并遭受财物剥夺,随后走向法官并哀怜地叙述自己的遭遇时,难道他不是在说不正义之事吗?因此应当定罪这样的人。”这一谬误推论乃是由于“在某方面”所致;因为即便就某方面而言是不正义之事,他说的也并非无条件地不正义之事。关于埃塞俄比亚人的例子也是如此;因为论辩者抓住埃塞俄比亚人在某方面是白的(例如就牙齿而言),便说他无条件地也是白的。然而,既然被诡辩家提问的人有时在回答上会陷入窘境,他就说明了这种情况是如何发生的。因为他说,在某些情况下,当谬误推论者将“在某方面”被表述的事物当作“无条件地”被表述的事物来接受时,这并不隐秘,如在埃塞俄比亚人的例子中;因为他把就某个具体部分而言是白的事物,当作了无条件是白的事物来接受,如此论辩的诡辩家便自以为通过三段论证明了埃塞俄比亚人既是白的又不是白的。因此他说,在某些情况下固然并不隐秘,但在某些情况下却常常隐秘,即凡在某方面被表述而似乎无条件地也会伴随出现的情况中。因为“而且似乎会伴随出现”这一表达即是如此,用来代替“在某方面被表述而无条件地似乎也会伴随出现”,正如在下面这个诡辩中所体现的:“同一个人难道可能同时违誓与守誓吗?”“绝不可能。”“那么,那个发誓要违誓并确实违了誓的人,难道没有守誓吗?因此同一个人可能同时违誓与守誓。”这样的诡辩处于第一格。而这一谬误推论乃是由于“在某方面”所致;因为在某个具体方面守誓的人,并不等于无条件地守誓;而且人们未能察觉他并非无条件地守誓,而只是在某方面守誓。因此,在这些情况下,“无条件地”与“在某方面”会被忽视;并且在那些不易辨明究竟应当以哪种方式称呼该事物的情况下,“在某方面”也似乎能无条件地被表述;例如我们因善与德性而称勇敢为美好,但又因战争中的创伤和杀戮而称之为恶;因此究竟应当称它为美好还是恶,并不容易断言。所以在这种对立的事物同样具备的场合,就常常被忽视,正如在勇敢的例子中所说的那样;因为美好与恶在其中同样存在。但在眼睛的例子中也是如此;因为眼睛的一半是白的,而另一半则不是这样。而且所说的道理不仅在这些例子上显明,从他自己在别处提出的范例中也显而易见;因为当某个量度在宽度上是两肘,在长度上是四肘,随后我们被问及“这个量度是两肘还是不是”,在这样的情况下无论说“是”还是说“不是”都是不易的,我们反而被迫要么兼予承认并说“既是两肘又是四肘”,从而未能以辩证的方式回答——因为我们既说了“是”又说了“不是”——要么在这样的情况下似乎要么两者皆承认,要么两者皆不承认。
- 1.24τὸ κἂν δόξειεν ἀκολουθεῖν ἀντὶ τοῦ ‘πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν’
注疏家在此引用了亚里士多德原文中的凝练短语“κἂν δόξειεν ἀκολουθεῖν”(而且似乎会伴随出现),并通过“ἀντὶ τοῦ…”(代替……)这一结构解释并补充了该短语所代表的完整句意。
- 1.24ἢ γοῦν καὶ ἄμφω ἐπὶ τοῦ τοιούτου δοκεῖ διδόναι ἢ μηδέτερον
动词“δοκεῖ”(看来/似乎)支配由“ἢ … ἢ”(要么……要么……)并列的两个不定式结构(“ἢ καὶ ἄμφω … διδόναι ἢ μηδέτερον”,即“要么二者皆承认,要么二者皆不承认”)。
