- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:40.8-41.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《诡辩篇驳斥》第5章(166b37),作者探讨了言词之外的第二种谬误形式——因混淆“无条件地”与“在某方面”而导致的谬误推论,结合《解释篇》的论述,通过西蒙、死人、荷马以及山羊鹿等实例,阐明了谓项之结合与分离的规则。
" Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῃ λέγεσθαι καὶ μὴ κυρίως." Δεύτερος οὗτος τρόπος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. γίνονται δὲ καὶ ἐκ τούτου οἱ παραλογισμοί, ὅταν τὰ πῇ, ἤγουν ἡνωμένως καὶ ἅμα κατηγορούμενά τινος, ὡς ἁπλῶς τις, τουτέστιν ἰδίᾳ καὶ χωρὶς κατηγορούμενα λήψαιτο, καὶ τὸ ἀνάπαλιν. τῶν γὰρ κατηγορουμένων ὅσα μὲν κατὰ συμβεβηκὸς τῶν ὑποκειμένων κατηγορεῖται,1 ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, οἷον τοῦ ἀνθρώπου τὸ λευκὸν καὶ τὸ μουσικόν, ταῦτα οὐ δυνατὸν καὶ διῃρημένως καὶ συνημμένως κατηγορεῖσθαι, ἐπεὶ συμβέβηκασιν ἄμφω τῷ αὐτῷ· διὰ τοῦτο οὐδὲ ὁ σκυτεὺς ἁπλῶς ἀγαθός, διότι κατὰ συμβεβηκὸς τὸ ‘ἀγαθός’ τοῦ σκυτέως κατηγορεῖται. εἰ δέ γε ἀνεπισφαλῆ τις τὴν κατηγορίαν ποιήσασθαι βούλοιτο, τὰ οὐσιωδῶς κατηγορούμενα τοῦ σκυτέως, τὸ ζῷον καὶ τὸ δίπουν, ταῦτα δὴ ἰδίως κατηγορούμενα καὶ ἅμα κατηγορῆσαι δύναται. ἀλλ’ αὕτη μὲν ἡ χωρὶς γινομένη κατηγορία δυναμένη δὲ καὶ ἅμα λέγεσθαι. ἔστι δέ τις ἑτέρα κατηγορία, ἣ χωρὶς μὲν ἀληθῶς κατηγορηθήσεται, ἅμα δὲ ψευδῶς, ὡς ἐπὶ τοῦ Σίμωνος· κατὰ τούτου γὰρ κατηγορεῖται τὸ μὲν ‘σκυτεύς’ κατὰ τέχνην, τὸ δὲ ‘ἀγαθός’ κατὰ τὴν διαγωγὴν καὶ τὴν ἐν ἤθεσιν εὐτροπίαν· τοιοῦτος γὰρ ἦν ὁ σκυτεὺς ἐκεῖνος ὁ τῷ Σωκράτει συγγεγονώς, τὴν μὲν σκυτικὴν οὐ πάνυ τι διακριβωσάμενος, τὴν δὲ ἕξιν τῆς ψυχῆς ἀγαθός. τὰ γοῦν ἰδίᾳ τούτου κατηγορούμενα, τὸ ‘σκυτεύς’ καὶ ‘ἀγαθός’, οὐ δύναται καὶ ὁμοῦ κατ’ αὐτοῦ λεχθῆναι· εἰ γὰρ ἅμα κατηγορήσομεν, παραλογισμὸν ποιήσομεν ὡς ψευδόμενοι· οἷον Σίμων σκυτεὺς ἀγαθός, ὁ ἀγαθὸς σκυτεὺς ἀγαθῶν πεδίλων δημιουργός, ὁ Σίμων ἄρα ἀγαθῶν πεδίλων δημιουργός. ἐψεύσμεθα τοίνυν, ὅτι ὁ Σίμων σκυτεὺς μὲν ἦν τὴν τέχνην, ἀγαθὸς δὲ κατὰ τοὺς τρόπους· τὰ γὰρ ἁπλῶς κατηγορούμενα τοῦ σκυτέως ἅμα κατηγορούμενα τὴν ἀπάτην ἐποίησαν. πάλιν πρόκειται ἄνθρωπος τεθνεώς· διτταὶ φέρονται καὶ κατὰ τούτου κατηγορίαι, ἥ τε ‘ἄνθρωπος’ καὶ ἡ ‘νεκρός’· ἀλλὰ συνημμένως μὲν τὰ δύο ταῦτα ὀνόματα κατηγορῆσαι τοῦ ὑποκειμένου ἀνθρώπου νεκροῦ ἀνεπισφαλές, οὐ μὴν καὶ διῃρημένως. αὕτη πάλιν ἄλλη τίς ἐστι κατηγορία ἡ κατηγοροῦσα κατά τινός τινα ἅμα μὲν ἀληθῶς χωρὶς δὲ ψευδῶς. καὶ πάλιν κατὰ τῆς λιθίνης χειρὸς ὁμοῦ μὲν κατηγορῆσαι καὶ τὸ λιθίνην καὶ χεῖρα ἀληθές, διῃρημένως δ’ οὔ. ἐκ τῶν κατηγοριῶν οὖν τούτων οἱ παραλογισμοὶ οἱ παρὰ τὸ πῇ καὶ ἁπλῶς γίνονται, ὡς οὐ δεῖ γινομένων τῶν συμπλοκῶν· οὔτε γὰρ πάντα τὰ ἅμα κατηγορούμενα καὶ ἰδίᾳ κατηγορεῖται, οὔτε τὰ ἰδίᾳ καὶ ἅμα, ἀλλ’ ἐκεῖνα καὶ ἅμα καὶ ἰδίᾳ κατηγορεῖσθαι δύναται ὅσα οὐσιωδῶς κατηγορεῖταί τινος. ὅτι δὲ ἁπλῶς λέγεται τὰ χωρὶς κατηγορούμενα, πῇ δὲ τὰ ὁμοῦ, καὶ ἐν τῷ Περὶ ἑρμηνείας περὶ τὸ τέλος τοῦ τρίτου τμήματος δέδεικται, ἐν οἷς φησιν “ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται καὶ καθ’ ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθές ἐστιν εἰπεῖν”. λέγει γὰρ “ἁπλῶς” τὰ χωρὶς κατηγορούμενα, “τὶ” δὲ τὰ ὁμοῦ· οἷον ὁ Σίμων σκυτεύς ἐστιν ἁπλῶς, ὁμοίως καὶ τὸ ‘ὁ Σίμων ἀγαθός ἐστιν’· τὶ δέ, ὅπερ ταὐτόν ἐστι τῷ ὁμοῦ, τὸ ‘ὁ Σίμων σκυτεὺς ἀγαθός ἐστιν’. ὀνομάζει δὲ τὶ ἢ πῇ τὴν σύνθετον κατηγορίαν, ὅτι καὶ τὸ τὶ μερικόν ἐστι καὶ πᾶσα σύνθεσις μερική, καὶ διότι ἡ σύνθετος κατηγορία μερικώτερόν ἐστι δηλωτικόν· τὸ γὰρ ζῷον λογικὸν καθολικώτερόν ἐστι τοῦ ‘ζῷον λογικὸν θνητόν’, ὥσπερ καὶ τὸ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου. παρὰ τὸ πῇ οὖν, φησί, καὶ ἁπλῶς εἰσι παραλογισμοί, ὅταν τὸ ἐν μέρει, τουτέστι τὸ ὁμοῦ λεγόμενον, ληφθῇ ὡς ἁπλῶς, τουτέστι χωρὶς δυνάμενον λέγεσθαι. οἷον κατὰ τοῦ Ὁμήρου λέγεται συνημμένως τὸ εἶναι ποιητήν· εἰ γοῦν τις ἰδίᾳ λαβὼν τὸ εἶναι κατηγορήσει τοῦ Ὁμήρου καὶ εἴπῃ “Ὅμηρος ἔστι’, ψεύδεται· πάλαι γὰρ τέθνηκεν· εἰ δ’ εἴπῃ ‘ὁ Ὅμηρος ποιητής ἐστιν’ ἠλήθευκε, τὸ ὁμοῦ λεγόμενον εἰς τὸ ἁπλῶς μὴ λαβών. τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τοῦ δοξαστοῦ τοῦ σοφίσματος ἀγωγή· λέγει γὰρ ὁ σοφιστής· οὐχὶ ὁ τραγέλαφος μὴ ὄν ἐστιν; οὐχὶ ὁ τραγέλαφος δοξαστόν ἐστι; τὸ μὴ ὂν ἄρα ἔστιν. ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. τὸ σόφισμα δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς· οὐ γάρ, εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν, ἤδη καὶ ἔστιν·2 οὐ γὰρ ταὐτόν ἐστι τὸ εἶναί τι καὶ ἁπλῶς εἶναι.
“那些由于这一事物无条件地、或在某方面被表述而并非严格本义地被表述所致的论辩。” 这是言词之外的诡辩的第二种形式。当有人将在某方面、即结合且同时述说在某物之上的事物,理解为无条件地、即单独且分离被述说的事物,以及反过来时,由此也会产生谬误推论。因为在被述说的事物中,凡依随偶性述说在主项之上的(正如在《解释篇》中所展示的,例如“白”和“有音乐修养的”述说在“人”之上),都不可能既分离又结合地被述说,因为二者都附属于同一事物;因此,鞋匠也并非无条件地是善的,因为“善的”乃是依随偶性述说在鞋匠之上的。但如果有人想要做出不致出错的述说,那么在本质上述说在鞋匠之上的事物(即“动物”和“两足的”),作为个别被述说的事物,便确实也能够同时被述说。但这乃是分离进行却又能够同时表述的述说。然而还有另一类述说,它在分离时被真实地述说,但在同时述说时则是虚假的,如在西蒙的例子中;因为就他而言,“鞋匠”是就技艺而言被述说的,而“善的”则是就其处世及品性之良善而言被述说的;因为同苏格拉底交往的那位鞋匠就是这样的人,在制鞋技艺上并非十分精通,但在心灵的品性上却是善良的。无论如何,单独述说在他之上的事物,即“鞋匠”和“善的”,不能同时述说在他之上;因为如果我们同时述说,我们就会因说谎而构成谬误推论;例如“西蒙是善的鞋匠;善的鞋匠是善的鞋履的制作者;因此西蒙是善的鞋履的制作者”。于是我们就说谎了,因为西蒙就技艺而言是鞋匠,而就品行而言是善的;因为无条件述说在鞋匠之上的事物,在同时被述说时造成了欺瞒。再次,设想面前有一个死去的人;关于他也有双重的述说提出,即“人”和“尸体”;但是将这两个名称结合地述说在死人这一主项之上是不致出错的,然而分离地述说却绝非如此。这又是另一种述说,它把某些事物同时真实地、却分离地虚假地述说在某物之上。再如对于石手,同时述说“石头的”和“手”是真实的,但分离地述说则不是。因此,由于结合以不当的方式进行,从这些述说中便产生了因“在某方面”和“无条件地”而导致的谬误推论;因为既非一切同时被述说的事物也能单独被述说,亦非一切单独被述说的事物也能同时被述说,而唯有那些在本质上述说在某物之上的事物,才能够既同时又单独地被述说。而分离被述说的事物被称为“无条件地”,同时被述说的事物被称为“在某方面”,这在《解释篇》第三部分的末尾也已展示过,在其中他说:“所以在凡无相反性存在的述说中,若用定义代替名称,并且是依其自身被述说而非依随偶性,在这些情况下,表述某个具体事物以及无条件地表述都是真实的”。因为他将分离被述说的事物称为“无条件地”,而将同时被述说的事物称为“某个具体事物”;例如“西蒙是鞋匠”是无条件地,同样“西蒙是善的”也是如此;而“某个具体事物”(与“同时”是同一的)则是“西蒙是善的鞋匠”。他把复合的述说称为“某个具体事物”或“在某方面”,是因为具体事物也是部分的,并且一切复合都是部分的,还因为复合的述说指示着更为部分的事物;因为“理性的动物”比“会死的理性的动物”更为普遍,正如“理性的动物”比“动物”更为部分一样。因此他说,当部分的事物(即同时被表述的事物)被当作无条件的、即能够分离表述的事物来理解时,便产生了因“在某方面”和“无条件地”而导致的谬误推论。例如关于荷马,“作为诗人”是结合地被表述的;如果有人单独取“存在”而述说在荷马之上并说“荷马存在”,他就是说谎了;因为他早已死去了;但如果他说“荷马是诗人”,他就说了真话,因为他没有把同时被表述的事物当作无条件的事物来理解。关于被意见者的诡辩的论证进路也是诸如此类的;因为诡辩家说:“山羊鹿不是非存在吗?山羊鹿不是被意见者吗?因此非存在存在”。这一三段论处于第三格。而该诡辩乃是因“在某方面”和“无条件地”所致;因为不能由于山羊鹿被分离地既说成是非存在又说成是被意见者,它就已经是存在了;因为作为某种具体事物存在与无条件地存在并不是同一回事。
- 1.24τῶν γὰρ κατηγορουμένων ὅσα μὲν κατὰ συμβεβηκὸς τῶν ὑποκειμένων κατηγορεῖται
句首的属格 τῶν κατηγορουμένων 作为分割性属格(部分属格)限定关系代词 ὅσα,并在主句中由 ταῦτα(作为不定式 κατηγορεῖσθαι 的主格意义上的宾格主语)加以承接。随后的 τῶν ὑποκειμένων 则是动词 κατηγορεῖται 所支配的属格(意为“述说在主项之上”)。
- 1.24οὐ γάρ, εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν, ἤδη καὶ ἔστιν
条件从句 εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν 被嵌套在主干否定结构 οὐ γάρ ... ἤδη καὶ ἔστιν(“因为不能由于……它就已经是了”)之中。条件句中,ὁ τραγέλαφος 是被动动词 λέγεται 的主语,而 καὶ μὴ ὂν εἶναι 与 καὶ δοξαστόν [εἶναι] 构成并列的表语补足语(不定式短语)。
