- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:38.29-40.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了附属于属的偶性并不必然属于其各个种或个体,对亚里士多德文句中的省略作了补充,并针对科里斯库和苏格拉底的例子,根据字面的不同读法重构了两种三段论结构。
ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν αὐτοῦ εἰδῶν ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι· τὰ δὴ οὕτω συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἢ μᾶλλον τὸ ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατηγορεῖται1 τοιοῦτόν ἐστιν· συμβέβηκε τῷ Σωκράτει ἀνθρώπῳ εἶναι· ἐπεὶ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα, ὅσα πᾶσι τοῖς κατηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει), καὶ τῷ ὑποκειμένῳ ἕπεσθαι· τοῦτο γὰρ εἶπε καθ’ οὗ κατηγορεῖται· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ, ταῦτα καὶ τῷ Σωκράτει ὑπάρχει· οὔτε γὰρ ὁ Σωκράτης διαφορά ἐστιν, ἐπειδὴ τὸ λογικὸν τὸ κατὰ τοῦ Σωκράτους λεγόμενον, οὔτε δισύλλαβον, διότι καὶ τὸ ζῷον δισύλλαβον. ὡσαύτως δὲ οὐχί, εἰ ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορίσκου ὑπάρξει, ὅτι τῷ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου κατὰ συμβεβηκός ἐστιν. εἰ δὲ τὸν ἄνθρωπον συμβεβηκέναι τῷ Σωκράτει εἴπομεν, καταχρηστικώτερον τοῦτο λέλεκται ἀντὶ τοῦ ὑπάρχειν καὶ κατηγορεῖσθαι αὐτοῦ· ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ τῶν πρός τι διδασκαλίᾳ κατὰ συμβεβηκὸς τὸν Σωκράτην ἄνθρωπον εἶναί φησιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι. κατὰ δὲ τὴν λέξιν εἰ μὲν τὸ ὁ Κορίσκος ἕτερον ἀνθρώπου ὡς ἴσον ληφθείη τῷ ‘ὁ ἄνθρωπος ἕτερον Κορίσκου’ (σύνηθες δέ ἐστι τῷ Ἀριστοτέλει τοῦτο ποιεῖν καὶ πολλαῖς τοιαύταις ἑρμηνείαις χρῆσθαι), σαφές ἐστι τὸ λεγόμενον. καὶ εἴη ἂν ἡ μείζων πρότασις τοῦ παραλογισμοῦ αὕτη, τὸ δὲ ἔστι γὰρ ἄνθρωπος ἡ ἐλάττων, ὡς γίνεσθαι τὸν συλλογισμὸν ἐν πρώτῳ σχήματι οὕτως· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα αὐτὸς ἑαυτοῦ ἕτερος. εἰ δὲ μὴ οὕτω τὸ χωρίον μεταληφθὲν ἑρμηνευθείη, ἀλλ’ ὥσπερ κεῖται ἐν τῷ ἐδαφίῳ γεγραμμένον ληφθείη, δύο συλλογισμοὺς ἐντεῦθεν μανθάνομεν, παριστῶντος τοῦ μὲν ἑνὸς τὸν Κορίσκον οὐκ ἄνθρωπον, τοῦ δὲ ἑτέρου τὸν Κορίσκον ἕτερον ἀνθρώπου. λέγοι δ’ ἂν καὶ ἑκατέρου μόνας τὰς ἥττους προτάσεις. καὶ ἔστι τὸ μὲν ὁ Κορίσκος ἕτερος ἀνθρώπου πρότασις τοῦ τοιούτου συλλογισμοῦ· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· τὸ δὲ ἕτερον ἀνθρώπου οὐκ ἄνθρωπος· ὁ Κορίσκος ἄρα οὐκ ἄνθρωπος. τὸ δὲ ἔστι γὰρ ἄνθρωπος τοῦ ἑτέρου συλλογισμοῦ ἥττων πρότασις. ἔστι δὲ καὶ αὐτὸς τοιοῦτος· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος ἀνθρώπου. ὅμοιον τούτοις καὶ τὸ ἐφεξῆς παράδειγμα, πλὴν ἐν τούτῳ καὶ ἀμφότεραι αἱ προτάσεις ἐλήφθησαν· ἡ μὲν γὰρ εἰ Σωκράτους ἕτερος ἡ μείζων ἐστίν, ἡ δὲ ὁ δὲ Σωκράτης ἄνθρωπος ἡ ἐλάττων. καὶ ἔστι τοιοῦτον· ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος Σωκράτους. τὸ δὲ λέγειν ἕτερον ἀνθρώπου ὡμολογηκέναι ταὐτόν ἐστι τῷ ‘ἕτερον Σωκράτους’· ὁ γὰρ Σωκράτης ἄνθρωπος. προστίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ πόθεν συμβαίνει τὸν Σωκράτην ἕτερον ἑαυτοῦ εἶναι· διὰ γὰρ τὸ συμβεβηκέναι, φησίν, οὗ ἕτερον ἔφησεν, εἶναι τοῦτον ἄνθρωπον. ὃ τοιοῦτον ἔχει τὸν νοῦν· ἐπειδὴ, φησί, συμβέβηκε τοῦτον, δηλαδὴ τὸν Σωκράτην, ἄνθρωπον εἶναι, οὗ δὴ Σωκράτους ἐν τῇ μείζονι προτάσει ἕτερον εἶναι τὸν ἄνθρωπον εἶπε,2 τὸν καθόλου δηλονότι.
然而,凡附属于属的事物,并不必然在每种情况下都附属于它的各个种;因为凡附属于该属之中的某一个种、甚至居于其本质之中的事物,也被说成是附属于该属的。例如“白”附属于“动物”,是因为天鹅作为动物是白的;按这种方式被说成附属于属的事物,显然并不必然也附属于种。或者更确切地说,“因为既然许多事物附属于同一事物,因而不必然对于一切谓项以及被述说者”这句话是这样的:对于苏格拉底而言,附属于他的是作为一个人;因此,既然许多事物属于同一事物,那么凡随从于一切谓项的这许多事物(因为这里有所省略),并不必然也随从于主项;因为他所说的“被述说者”指的就是主项。因为并非凡属于“动物”和“理性的”的事物,也都属于苏格拉底;因为既不能由于述说在苏格拉底之上的“理性的”是种差而使得苏格拉底也是种差,也不能由于“动物”是双音节的而使得苏格拉底也是双音节的。同样地,即使“人”属于科里斯库,而“不同于科里斯库”属于“人”,也并非“不同于科里斯库”就会属于科里斯库,因为对“人”来说,“不同于科里斯库”乃是依随偶性的。如果我们说“人”附属于苏格拉底,这是比较借用性地用来代替“属于”和“述说在他之上”;此外,亚里士多德自己在讲授《关系》时也说,苏格拉底作为人乃是依随偶性的。那么,所言之事的意图大体就是如此。 然而就字面而言,如果将“科里斯库不同于人”理解为等同于“人不同于科里斯库”(亚里士多德习惯于这样做,并且使用许多诸如此类的表达),所说的话便是明晰的。这样这就会是谬误推论的大前提,而“因为他是人”则是小前提,从而在第一格中构成了如下的三段论:“科里斯库是人;人不同于科里斯库;因此科里斯库自身不同于自身”。但如果不将这一段落如此置换来解释,而是按照原文书写的样子来理解,我们便从中得知了两个三段论:一个表明科里斯库不是人,另一个表明科里斯库不同于人。而且他说的将仅仅是各自的小前提。而“科里斯库不同于人”便是如下三段论的前提:“科里斯库不同于人;不同于人者不是人;因此科里斯库不是人”。而“因为他是人”则是另一个三段论的小前提。而它本身是这样的:“科里斯库是人;人不同于科里斯库;因此科里斯库不同于人”。 随后的例子与这些相似,只是在其中两个前提都被取来了;因为“如果他不同于苏格拉底”是大前提,而“苏格拉底是人”则是小前提。它是这样的:“苏格拉底是人;人不同于苏格拉底;因此苏格拉底不同于苏格拉底”。而说已经承认“不同于人”,与“不同于苏格拉底”是同一的;因为苏格拉底是人。并且他还补充了苏格拉底如何导致不同于自身的原因;他说,因为他说与之不同的那个对象恰好是人。这句话的意思如下:他说,因为这个人(即苏格拉底)恰好是人,而在大前提中他正是说人(即普遍的人)不同于这个苏格拉底。
- 1.23οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατηγορεῖται
引自亚里士多德原文(166b29)。与格短语 πᾶσι τοῖς κατηγορουμένοις 作补充的动词 ἕπεσθαι 的补足语,接下来的 καὶ καθ’ οὗ κατηγορεῖται 则是 καὶ [τούτῳ] καθ’ οὗ κατηγορεῖται 的省略,作为并列的与格成分。正如亚历山大在紧接着的 τοῦτο γὰρ λείπει(“因为这里有所省略”)中所指出的,需要补足说明同时随从于谓项与主项的谓词结构来理解文意。
- 1.23οὗ δὴ Σωκράτους ἐν τῇ μείζονι προτάσει ἕτερον εἶναι τὸν ἄνθρωπον εἶπε
小辞连用 οὐ δή 引导与前面的 ἐπειδὴ ... συμβέβηκε 从句相呼应的主句,起到强调因果联系的肯定作用(“确实正是因为如此,他才说了……”)。此处的 οὐ 并非简单否定 εἶπε(“他并没有说”),而是带有反问或加强断定的语气(“难道不正是……因而他说了”)。因此应理解为肯定性的结论,即正因如此,他才在大前提中陈述了普遍的人不同于苏格拉底。
