- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:3.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者确认亚里士多德在本书中同时传授了智者的虚假反驳手段及其解答,基于人性的易误性与学科功用阐明了本书及辩证法为何排在证明之学后的理由,并结束引论进入对本文的考察。
ἔπειτα πάλιν τὸ ἐναντίον συνελογίσατο, ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι. ἀλλὰ τοιούτων μὲν λόγων πλήρης οὗτός τε ὁ διάλογος καὶ ὁ Πρωταγόρας. ἡμεῖς δὲ πάλιν πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. σκοπός ἐστι τῷ Ἀριστοτέλει, ὡς ἔφημεν, ὁ πρῶτος ἀποδεδομένος περὶ τοῦ εἰπεῖν πῶς συνίστων τοὺς δοκοῦντας ἐλέγχους οἱ σοφισταί, καὶ πῶς ἐδόκουν διὰ τούτων ἐλέγχειν τοὺς ἀπείρους τῆς τέχνης αὐτῶν, καὶ τίνες οἱ γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν, καὶ πόσων στοχάζονται οἱ ἐν τοῖς σοφίσμασιν ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες, καὶ πόσα εἴδη τῶν σοφισμῶν, καὶ κατὰ πόσους τρόπους ἓν ἕκαστον τῶν εἰδῶν τὴν φαντασίαν τοῦ ἐλέγχειν ἐμποιεῖ. εἶτα ἐφεξῆς καὶ τὰς προσηκούσας λύσεις ἐπάγει αὐτοῖς· λύειν γὰρ τῶν ἀμηχάνων τὸν δεσμὸν ἀγνοοῦντα.1 τούτου δὲ φανεροῦ γεγονότος καὶ ἐλέγχειν δυνησόμεθα· ἁπλῶς γὰρ τὸ εἰδέναι ὅπως ἐκεῖνοι τὰ σοφίσματα συνίστων τῶν λύσεων γίνεται ποριστικόν, ἐπεὶ ὁ τοῦ δεσμοῦ τὴν γνῶσιν ἔχων οἶδε πάντως καὶ ὅπως ἄν τὴν λύσιν ἐπαγάγῃ τῷ δεσμῷ μηδενὸς προσισταμένου αὐτῷ, ὡς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ φησί. Περὶ δέ γε τῆς τάξεως ἀμφισβητεῖται πολλοῖς. οἱ μὲν γάρ φασιν ὡς ἔδει τὴν διαλεκτικὴν πραγματείαν, ὁμοίως δὲ καὶ ταύτην τὴν σοφιστικὴν τῆς ἀποδεικτικῆς προταχθῆναι· χρῆναι γὰρ πρότερον τοῖς πιθανοῖς χρονοτριβήσαντας εἶθ’ οὕτως καὶ τοῖς ἀναγκαίοις καὶ ἀληθέσι προσδιατρῖψαι. οὐ καλῶς δὲ οἱ ταῦτα λέγοντες ἀποφαίνονται. εἰ γὰρ ἡ τῶν ἀνθρώπων φύσις τῇ ὕλῃ συνδεθεῖσα ἀπατᾶται ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῇ φαντασίᾳ παρακολουθοῦσα παραλογίζεται καὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπονοεῖ, οὐ χρὴ πάντως πρώτοις αὐτὴν προσβαλεῖν τοῖς πιθανοῖς τε καὶ φαινομένοις ἐνδόξοις· ἐνσχεθεῖσα γὰρ τούτοις καὶ προσληφθεῖσα οὐ ῥᾷον αὐτῶν ἀποστήσεται καὶ τὴν ἀλήθειαν ὑποδέξεται, ἐκεῖνα ἡγουμένη τἀληθῆ καὶ αὐτόπιστα· πρόληψις γάρ, κἂν ἡ τυχοῦσα εἴη, ὡς ἐπὶ τὸ πολὺ ταχέως μετατίθεσθαι οὐ φιλεῖ. ἄλλως τε δὲ ἐκεῖνα προταχθῆναι τῆς ἀποδεικτικῆς ἐπιστήμης ὤφειλον ἃ δὴ καὶ χρήσιμα ἦν εἰς ἀπόδειξιν· ἡ δέ γε σοφιστικὴ ἄχρηστός ἐστι παντελῶς τῇ ἀποδεικτικῇ ἐπιστήμῃ. ἔτι εἰ τὸ ψεῦδος τῇ παραθέσει τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθον ἂν εἴη πάντως τἀληθῆ πρῶτον μαθόντας οὕτω τοῖς πιθανοῖς καὶ ψευδέσι προσομιλῆσαι· εἰκότως ἄρα προτέρα τῶν τοιούτων ἡ ἀποδεικτικὴ τέτακται. ἐν αὐτῇ γὰρ τὸν κυρίως συλλογισμὸν μαθόντες, ὅτι ἐξ ἀναγκαίων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων τοῦ συμπεράσματος γίνεται, τὸν παρὰ ταῦτά τι συνάγοντα σκώλου παντὸς πόρρω καθισταμένου2 ῥᾳδίως ἐπιγνωσόμεθα· εἰ γὰρ τὸ πῶς γίνεται καταμάθωμεν καὶ τίνα τρόπον τὸ ἀληθές, τὸ παρὰ ταῦτα γινόμενον εὐχερῶς καταμαθεῖν δυνησόμεθα. ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν ἐκ ταύτης ἀμέσως προσβαλεῖν τῇ σοφιστικῇ, διδάσκει μεταξὺ περὶ τῆς πῇ μὲν ἀληθοῦς πῇ δὲ ψευδοῦς, ἥπερ ἐστὶν ἡ διαλεκτική. ἀλλὰ γὰρ τίς μὲν ὁ σκοπὸς τῆς παρούσης πραγματείας καὶ περὶ τῆς τάξεως αὐτῆς καὶ τῆς ἐπιγραφῆς ἀρκούντως εἰρήκαμεν· ἤδη δὲ καὶ τῶν τοῦ φιλοσόφου λόγων ἐπίσκεψιν ποιησώμεθα.
随后他又反过来推论出:学习者乃是具有知识之人。然而,无论是这篇对话还是《普罗泰戈拉篇》都充斥着诸如此类的论辩。不过,让我们还是重新回到当面的论题上来。正如我们所说,亚里士多德的目的乃是第一种被赋予的[目的]:探讨智者们如何建构表面上的反驳,他们如何借此看似反驳了那些不通晓其技艺之人,诡辩的通用目标为何,在诡辩中竞辩相争之人瞄准的目标有几个,诡辩的种类有几种,以及每一种类依循多少种方式产生反驳的假象。接着,他紧随其后也提出了针对它们的适当解答;因为对绳结一无所知之人要去解开它,实属不可能之事。一旦这一点显明,我们也就能进行反驳了;因为简言之,知晓他们如何建构诡辩,便能产生解答,既然掌握绳结知识的人必定也知晓如何在毫无阻碍的情况下解开绳结,正如他在《形而上学》论著中所言。 然而关于编排顺序,许多人却有所争议。因为有些人主张,辩证法的论著以及同样这部智者论著,本应先于证明的论著;因为他们认为,理应先在具有说服力之事上耗费时间,然后才去进一步钻研必然且真实之事。但这般主张之人的论断并不正确。因为,人的本性既然与物质结合,大体上总是受蒙骗,顺从表象而作谬推,将不存在之物误认为存在之物,故而绝不可让它首先接触具有说服力以及表面上通行的见解;因为一旦被这些所纠缠并俘获,它便不会轻易脱离它们并接纳真理,反倒将那些事物视为真实且自明之物;因为先入之见即便是寻常之物,通常也不会迅速改变。此外,本应排在证明科学之前的,乃是确实对证明亦有用处的事物;然而智者之术对于证明科学全然无用。再者,既然虚假是通过与真理并置而被揭穿的,那么完全顺理成章的是,先学晓真实之事,再由此去接触具有说服力与虚假之事;因此,证明之学合理地被排在此类论著之前。因为我们在其中学会了严格意义上的推论——即它产生自必然的、无中介的、更为人熟知且先于结论的前提——那么,当一切绊脚石皆已远离时,我们便能轻易识别出有悖于这些而得出结论的人;因为我们若透彻知晓真理如何以及依何种方式产生,便能轻而易举地察知违背这些而产生的事物。然而,由于不可能从证明之学直接转入智者之学,他便在二者之间教导了在某方面为真而在某方面为假的论题,这便是辩证法。 关于本论著的目的为何,以及关于其编排顺序与题名,我们已作了充分探讨;现在就让我们着手考察哲学家本人的言论吧。
- 1.0λύειν γὰρ τῶν ἀμηχάνων τὸν δεσμὸν ἀγνοοῦντα
属格 τῶν ἀμηχάνων 作表语属格(部分/所属属格),不定式短语 λύειν τὸν δεσμὸν ἀγνοοῦντα 作主语(“不知结为何物之人去解开结属于不可能之事”)。分词 ἀγνοοῦντα 为宾格,作不定式 λύειν 的逻辑主语,化用了亚里士多德《形而上学》卷B(995a29-30)的名言。
- 1.0σκώλου παντὸς πόρρω καθισταμένου
由名词 σκώλου(障碍、绊脚石)与分词 καθισταμένου 构成的独立属格结构(Genitive Absolute)。它独立于主句的主语与宾语(τὸν παρὰ ταῦτά τι συνάγοντα),作为伴随状况或方式副词短语,意为“在一切障碍皆远离的情况下”,即毫无阻碍与困难地。
