- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:37.1-38.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德的论述由依随言语的谬误转向言语之外的七种谬误(166b21),并开始阐释其第一种即依随偶性的谬误(166b28),剖析了诡辩家将谓项的偶性不当转移给主项的推论结构。
" Τῶν δὲ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτά." Εἴπομεν καὶ πρότερον ὅτι πάντων τῶν ὄντων εἰς φωνὰς καὶ πράγματα διαιρουμένων καὶ ἐν ἑκάστοις τούτων παραλογισμῶν γινομένων εἰπὼν ὁ Ἀριστοτέλης τοὺς ἐν ταῖς φωναῖς γινομένους παραλογισμούς, οὓς καὶ παρὰ τὴν λέξιν ἐκάλεσε, καὶ διαλαβὼν περὶ αὐτῶν ἀρκούντως, πῶς γίνονται καὶ πῶς συνίστανται μόνον (ὕστερον γὰρ καὶ περὶ τῆς αὐτῶν ἐρεῖ λύσεως), νῦν καὶ τοὺς ἐκ τῶν πραγμάτων γινομένους παραλογισμοὺς τίθησιν,1 οὓς καὶ ὀνομάζει ἔξω τῆς λέξεως, διότι οὐχὶ ἡ λέξις κἀνταῦθα ἢ ἡ ταύτης σύνθεσις ἢ διαίρεσις ἢ ὁ ἐν τῇ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιόσχημον τῆς λέξεως αἴτιον γίνεται τοῦ παραλογισμοῦ. διαλαβὼν δὲ καὶ περὶ τούτων, ὅπως τε γίνονται παρὰ τῶν σοφιστῶν καὶ συνίστανται, προϊὼν καὶ περὶ τῆς τούτων λύσεως ἐν τῷ προσήκοντι διαλήψεται. καὶ γοῦν πρότερον ἀπαριθμεῖται αὐτοὺς λίαν σαφῶς, πόσοι καὶ τίνες εἰσίν. ἑπτὰ μὲν οὖν οἱ πάντες· ὁποῖοι δέ, ἐν τοῖς ἑξῆς θεωρήσομεν. καὶ πρῶτος τῶν ἄλλων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός.
“言语之外的谬误推论有七种。” 我们先前也曾说过,一切存在者都被区分为语音和事物,在它们每一类中都会产生谬误推论;亚里士多德在讲述了产生于语音中的谬误推论(他也称之为依随言语的谬误)并仅就它们是如何产生以及如何构成的作了充分探讨之后(因为稍后他还会论及它们的破解),现在又提出了由事物所产生的谬误推论,他也将这些命名为言语之外的谬误,因为在这些谬误中,造成推论错误的不再是言辞本身,也不是言辞的结合或分离,亦非言辞中的音调、气息或言辞形式的相似。在探讨了这些谬误在诡辩家手中是如何产生和构成的之后,他将在接下来的适当处论述它们的破解。无论如何,他首先极为明晰地列举了它们有多少种以及是哪些。总共有七种;至于它们是怎样的,我们将在下文中考察。在其余各项中居于首位的,是依随偶性的谬误。
"Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν." Ὁ πρῶτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός· γίνεται δὲ οὗτος, ὅταν τις ἀξιοῖ πᾶν τὸ προσὸν τῷ κατηγορουμένῳ ὑπάρχειν καὶ τῷ ὑποκειμένῳ, ὅπερ οὐκ ἀναγκαῖόν ἐστι. παρὰ γοῦν τὸ τὰ συμβεβηκότα τῷ κατηγορουμένῳ λαμβάνειν τὸν σοφιστὴν καὶ λέγειν κατὰ τοῦ ὑποκειμένου μὴ ὀφείλοντα λέγεσθαι ὁ παραλογισμὸς γίνεται. ὅταν οὖν, φησί, τὶς ἀξιοῖ ὁμοίως ὑπάρχειν τι τῷ πράγματι καὶ τῷ συμβεβηκότι, πρᾶγμα μὲν λέγων τὸ σύνθετον καὶ ὑποκείμενον, συμβεβηκὸς δὲ ἁπλῶς πᾶν κατηγορούμενον, κἄν τε τῶν οὐσιωδῶς καὶ καθ’ αὑτὸ ὑπαρχόντων τῷ καθ’ οὗ κατηγορεῖταί ἐστι κἄν τε καὶ μή. φησὶ γοῦν ὡς οὐκ ἀναγκαῖόν ἐστιν, ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ, καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβαίνειν. οἷον τί φημι; κατηγορεῖται τὸ λευκὸν κατὰ τοῦ Σωκράτους· ὑπάρχει δὲ τῷ λευκῷ καὶ τὸ χρῶμα διακριτικὸν ὄψεως· εἴ τις οὖν ἀξιοῖ καὶ τῷ Σωκράτει ὑπάρχειν τὸ χρῶμα διακριτικὸν ὄψεως λέγων οὕτως ‘ὁ Σωκράτης λευκός, τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, ὁ Σωκράτης ἄρα χρῶμα διακριτικὸν ὄψεως’, ποιεῖται παρὰ τὸ συμβεβηκὸς τὸν παραλογισμόν. οὐ γὰρ τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ ὑποκειμένῳ ἀνάγκη ὑπάρχειν, ὅτι οὐδὲ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρὶς ὂν τοῦ ᾧ συμβέβηκε καὶ πρὸς αὐτὸ συγκρινόμενον καὶ μετὰ τοῦ ᾧ συμβέβηκε,2 πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον μόνον. οἷον εἴ τις εἴπῃ ‘ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἕτερος ἀνθρώπου’, λέγεται δὴ τὸ σόφισμα παρὰ τὸ συμβεβηκός, ὅτι οὐ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκεν. ὥσπερ γὰρ καὶ ἐπὶ τοῦ ἄνωθεν εἰρημένου ἡμῖν παραδείγματος ὁ σοφιστὴς λέγων ‘ὁ Σωκράτης λευκόν, τὸ λευκὸν χρῶμα, ὁ Σωκράτης ἄρα χρῶμα’ ἐν μὲν τῇ προτάσει τῇ ‘ὁ Σωκράτης λευκός’ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ὁμοῦ ὡς ἕν τι λαμβάνει, ἐν δὲ τῇ ‘τὸ λευκὸν χρῶμα’ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορίσκος ἄνθρωπος’ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον, ἐν δὲ τῇ ‘ἄνθρωπος ἕτερος Κορίσκου’ τὸν ἀκατάτακτον ἄνθρωπον τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε τῷ ἁπλῷ καὶ ἀκατατάκτῳ ἀνθρώπῳ τῷ καθόλου, ταῦτα ἀνάγκη καὶ τῷ συγκατατεταγμένῳ καὶ συνθέτῳ ὑπάρχειν. τῷ μὲν γὰρ ἁπλῷ συμβέβηκε τὸ ἑτέρῳ εἶναι Κορίσκου· οὐκ ἀνάγκη τοίνυν τοῦτο καὶ κατὰ τοῦ Κορίσκου κατηγορεῖσθαι, ὅτι μηδὲ καθ’ αὑτὸ πρόσεστι τῷ ἁπλῶς ἀνθρώπῳ. ὅσα μὲν γὰρ οὐσιωδῶς ὑπάρχει τούτῳ, ταῦτα δηλονότι καὶ τῷ Κορίσκῳ ὑπάρξει· ὅσα δὲ μὴ οὐσιωδῶς καὶ καθ’ αὑτὸ ἀλλ’ ὡς συμβεβηκότα ὡς ἐν ὑποκειμένῳ αὐτῷ τὸ εἶναι ἔχει, οὐκ ἀνάγκη καὶ τῷ Κορίσκῳ ταῦτα ὑπάρχειν. οἷον τῷ βροτῷ τῷ κατηγορουμένῳ πολλὰ συμβέβηκε, τὸ δισύλλαβον εἶναι, τὸ ἕτερον Κορίσκου, τὸ εἶδος ζῴου, τὸ ἔμψυχον, τὸ αἰσθητικόν· οὐκ ἀνάγκη οὖν ταῦτα πάντα, ἐπειδὴ τῷ κατηγορουμένῳ συμβέβηκε, καὶ καθ’ οὗ κατηγορεῖται ὑπάρχειν· οὐ γὰρ “ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται”, ὡς ἐν ταῖς Κατηγορίαις ἐμάθομεν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται.
“那么,依随偶性的谬误推论是……” 言语之外的诡辩的第一种方式是依随偶性的谬误;当有人要求凡属于谓项者也必须属于主项时,这种谬误便会产生,但这并不是必然的。总之,谬误推论的产生,正是由于诡辩家把握了谓项的偶性,并在不应当述说的情况下将其述说在主项之上。因此他说,当有人要求某物同等地既属于事物又属于偶性时——他将复合体和主项称为“事物”,而将一切谓项统称为“偶性”,无论它是本质地、就自身而言属于它被述说于其上的对象,抑或并非如此。总之他说,凡附属于谓项的,这些并不必然也附属于主项。例如我所指为何?“白”被述说在苏格拉底之上;而“分离视觉的颜色”也属于“白”。如果有人声称“苏格拉底是白的;白是分离视觉的颜色;因此苏格拉底是分离视觉的颜色”,以此要求分离视觉的颜色也属于苏格拉底,他便构成了依随偶性的谬误推论。因为凡属于偶性者并不必然也属于主项,因为脱离了偶性所依附者并与自身相对照的偶性,与伴随偶性所依附者且仅与偶性所依附者相对照的偶性,并不是同一的。例如,如果有人说“科里斯库是人;人不同于科里斯库;科里斯库不同于人”,这一诡辩确实被称为依随偶性,因为偶性在分离状态下与在伴随所依附者时并不同一。正如在我们上面提到的例子中,诡辩家说“苏格拉底是白的;白是颜色;因此苏格拉底是颜色”,在“苏格拉底是白的”这一前提中,他将偶性与偶性所依附者作为一体共同把握,而在“白是颜色”中,他则仅把握了脱离主项的偶性;同样地,说“科里斯库是人”的人,把握的是两者的复合体,即与科里斯库并列的人以及科里斯库,而在“人不同于科里斯库”中,他把握的则是未予并列的普遍的人。因此,这是依随偶性的;因为凡附属于简单且未予并列的普遍的人的事物,并不必然也属于并列的复合体。因为对于简单的人来说,附属于它的是“不同于科里斯库”;因此这并不必然也被述说在科里斯库之上,因为它甚至并非就自身而言附属于单纯的人。因为凡本质地属于这〔普遍的人〕的事物,显然也将属于科里斯库;但凡并非本质地且就自身而言、而是作为偶性且如同在主项中那样在它之中具有存在者,这些并不必然也属于科里斯库。例如,对于作为谓项的“必死者”,有许多事物附属于它:由双音节构成、不同于科里斯库、是动物的种、有灵魂、有感觉能力;因此并不必然因为这些全部附属于谓项,就也都属于它被述说于其上的对象;因为正如我们在《范畴篇》中所学到的,并不是“凡就谓项所述说者,这一切也全都将就主项述说”。在属和种的情形下也是如此。因为凡属于属的本质并完满构成其存在的事物,必然也属于种,因为属是以同名同义的方式述说在种之上的。
- 1.22εἰπὼν ὁ Ἀριστοτέλης ... τίθησιν
该句骨干是由主句动词 Εἴπομεν 所统摄的 ὅτι 从句;在独立属格结构(πάντων τῶν ὄντων ... διαιρουμένων 与 ... γινομένων)之后,主语 ὁ Ἀριστοτέλης 由分词 εἰπών 和 διαλαβών 修饰,最终引出主动词 τίθησιν。
- 1.23ὅτι οὐδὲ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρὶς ὂν τοῦ ᾧ συμβέβηκε καὶ πρὸς αὐτὸ συγκρινόμενον καὶ μετὰ τοῦ ᾧ συμβέβηκε
与表语 ταὐτόν 相对,由 καί 连接了作为主语并列的两项:第一项是脱离其所依附者并与自身相对照的偶性(τὸ συμβεβηκὸς χωρὶς ὂν ...),第二项则是与其所依附者相结合的偶性([τὸ συμβεβηκὸς] μετὰ τοῦ ᾧ συμβέβηκε)。
