← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§35.9-36.35

因言语形式而生的谬误与范畴混淆

注解者详尽阐释了亚里士多德《辨谬篇》第4章(166b10)中依随言语的第六种谬误——“因言语形式而生的谬误”,通过 active 与 passive 的混淆、石头与人名、性质与数量、健康与切割以及欧苏戴谟关于斗篷的论辩等多个例子,说明了因文法性、语态、词类及范畴混淆而产生的谬误推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτόν." Ὁ ἕκτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντές εἰσι παραλογισμοί· οὕτως δὲ λέγεται, ὅτι ἡ ποιά σχέσις τοῦ σχηματισμοῦ τῆς λέξεως αἰτία γίνεται τοῦ παραλογισμοῦ, καὶ ὅτι τὸ σχῆμα ταὐτὸν ὂν τοῖς μὴ ταὐτοῖς κατὰ τὴν φύσιν ταὐτὰ ταῦτα φαίνεσθαι ποιεῖ. οἷον τί φημι; τὸ παθητικὸν διὰ τὸ ὁμοιόσχημον εἶναι τῷ ἐνεργητικῷ ὡς ἐνεργητικὸν λαμβάνει ὁ σοφιστὴς καὶ παραλογίζεται, ὡς ἐπὶ τοῦδε· πότερον τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; ναί· τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί; ναί· τὸ ἄρα μανθάνειν διδάσκειν ἐστί. παρὰ τὸ σχῆμα οὖν τῆς λέξεως λέγεται, ὅτι ἐσχημάτισται τὸ παθητικὸν εἰς τὸ ἐνεργητικὸν καὶ τὸ ἐνεργητικὸν εἰς τὸ παθητικόν, καὶ διότι τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δηλοῖ καὶ ἀμφότερα· παρίστησι γὰρ καὶ ἐνέργειαν τοῦ διδάσκοντος, ὁμοίως δὲ καὶ πάθος τοῦ διδασκομένου (ἢ μᾶλλον εἰπεῖν γένεσιν, καθὼς ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φησί· τὴν γὰρ τοῦ μαθητοῦ τελείωσιν γινομένην παρὰ τοῦ διδασκάλου οὐ πάθος εἶναί φησιν ἀλλὰ γένεσιν μᾶλλον· εἰ δέ τις αἱροῖτο καὶ πάθος κατονομάζειν, οὐχ ἁπλῶς ἂν εἴη πάθος ἀλλὰ τελειωτικόν). κατὰ γοῦν τὸ ἐσχηματίσθαι κατ’ ἐνέργειαν τὸν λόγον γίνεται ἡ ἀπάτη καὶ τὸ μὴ ταὐτόν, ἤγουν τὸ παθητικόν, μὴ ὂν ὅμοιον τῷ ἐνεργητικῷ ὡσαύτως αὐτῷ ἑρμηνεύεσθαι,1 ἢ τὸ ἀνάπαλιν· συμβαίνει γὰρ τὸν σοφιστὴν ἀπατᾶν τὸν προσδιαλεγόμενον, καὶ ὅταν τὸ ἐνεργητικὸν μὴ ὂν ἴσον τῷ παθητικῷ ὡς παθητικὸν λέγηται. τὰ δὲ σοφίσματα ὧν αὐτὸς μνημονεύει τοιαῦτά εἰσιν· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ καὶ τὸ θῆλυ ἄρρεν. ἢ πάλιν τὸ μεταξύ, ἤγουν τὸ οὐδέτερον (τοῦτο γάρ ἐστι τὸ μεταξὺ θήλεος καὶ ἄρρενος), ὡς θάτερον τούτων ἑρμηνεύεται, ἢ ὡς ἄρρεν ἢ ὡς θῆλυ. ἔστι δὲ καὶ ἡ τοῦ τοιούτου σοφίσματος ἀγωγὴ τοιαύτη· οὐχὶ ὁ λίθος ἄρρην; οὐχὶ ὁ Καλλίας ἄρρην; ὁ λίθος ἄρα Καλλίας. ἰδοὺ γοῦν τὸ οὐδέτερον, ἤγουν ὁ λίθος, διὰ τὸ σχῆμα τῆς λέξεως, ἤγουν τὸ ἀρσενικῶς ἐκφωνεῖσθαι, ἄρρεν δοκεῖ. τὸ δὲ ὅτι τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιὸν οὕτως ἠρωτᾶτο·2 οὐχὶ τὸ ποιὸν οὐδέτερον; οὐχὶ τὸ ποσὸν οὐδέτερον; τὸ ποιὸν ἄρα καὶ τὸ ποσὸν ταὐτόν. ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, διακείμενον τὸ πάσχον λέγων. συλλογίζονται δὲ τὸ ποιοῦν ὡς πάσχον καὶ τὸ πάσχον ὡς ποιοῦν οὕτως· οὐχὶ τὸ ‘τύπτεται’ ῥῆμά ἐστιν; οὐχὶ τὸ ‘μέμφεται’ ῥῆμά ἐστι; τὸ ‘μέμφεται’ ἄρα καὶ τὸ ‘τύπτεται’ ταὐτόν· τὸ ἐνεργεῖν ἄρα καὶ τὸ πάσχειν ταὐτόν· τὸ γὰρ ‘μέμφεται’ ἐνεργητικὸν ὂν ὡς ταὐτὸν ὂν τῷ ‘τύπτεται’ συνάγουσι. καὶ τἆλλα δέ, φησίν, ὡς διῄρηται, τουτέστι καὶ τὰς ἄλλας κατηγορίας, ἃς ἐν ταῖς Κατηγορίαις ἐδίδαξε, δύναται ὁ σοφιζόμενος ἐν παραλογισμῷ παραλαμβάνειν καὶ τὸ ποιὸν ὡς πρός τι δεικνύναι καὶ τὸ ποσὸν ὡς πρός τι καὶ τὸ πρός τι ὡς ποιὸν καὶ τὸ ποιεῖν πάσχειν. τίθησι δὲ καὶ τούτου παράδειγμα τοιοῦτον· οὐχὶ τὸ ὑγιαίνειν ἀπαρέμφατον; οὐχὶ τὸ τέμνειν ἀπαρέμφατον; τὸ ὑγιαίνειν ἄρα καὶ τὸ τέμνειν ταὐτόν· ἀλλὰ τὸ μὲν ὑγιαίνειν πάσχειν τί ἐστιν, εἴπερ ἡ ὑγεία διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πως δηλοῖ), τὸ δὲ τέμνειν καὶ οἰκοδομεῖν ποιεῖν· τούτου γὰρ πάλιν ἐστὶ δηλωτικὸν τὸ τὸ δὲ ποιεῖν τι. ἠρώτα δὲ καὶ τοιοῦτον λόγον ὁ Εὐθύδημος· “πότερον ὁρῶσι καὶ οἱ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν3 ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα ἱμάτια; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα”· ὁρᾷ ἄρα τὰ ἱμάτια. οὐχ ὅσα γοῦν ἐνεργητικῶς λέγεται, ἐνεργειῶν εἰσι δηλωτικά· τὸ γὰρ ὁρᾶν ἐνταῦθα, εἰ καὶ ἐνεργητικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ὁρᾶσθαι δέδωκεν· ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν, καὶ συνήγαγεν ὅτι δύναται βλέπειν τὰ ἱμάτια. τὸ δὲ ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν ἴσον ἐστὶ τῷ ‘ἔστι γὰρ ἀπὸ τῶν σημαινόντων ἐνέργειαν τὸ μὴ ὂν λαμβάνειν ὡς ἐνεργείας ὂν σημαντικόν’, ὡς ἐπὶ τοῦ μανθάνειν καὶ τοῦ ὁρᾶν εἴρηται. καὶ οἱ μὲν παρὰ τὴν λέξιν τρόποι τῶν σοφισμάτων τοσοῦτοί εἰσιν, ἀντὶ τοῦ ἕξ, καὶ τοιοῦτοι, οἷον καθ’ ἕκαστον αὐτῶν εἶναι ἔφημεν.

“因言语形式而生的谬误,发生在当不相同者……” 依随言语的诡辩的第六种方式,是因言语形式而生的谬误推论;之所以这样说,是因为言语形式构建中的某种关系成了谬误推论的原因,并且因为对于本性上不相同的事物,其形式相同,使得这些事物显得相同。例如我所指为何?诡辩家由于被动者与主动者形式相似,便将受动者当作主动者来把握,并作出谬误推论,如同下述情况:“学习是在学习之事上行动吗?是的。在学习之事上行动是施教吗?是的。因此,学习就是施教。”因此,之所以说它是因言语形式而生的,是因为受动者被塑造成主动者,主动者被塑造成受动者,且因为“在学习之事上行动”兼表二者;因为它既表明施教者的行动,同样也表明受教者的受动(或者更确切地说,应当称为生成,正如他在《论灵魂》的论述中所说;因为他说,由教师引起的学生的完满并不是受动,毋宁说是生成;但若有人硬要称之为受动,那也不是单纯的受动,而是完满性的受动)。无论如何,根据这一说法在形式上是主动的,欺骗便由此产生,而不相同者(即受动者)尽管不同于主动者,却被解释得同它一样,反之亦然;因为当主动者不等于受动者,却被当作受动者述说时,诡辩家同样会欺骗与其问答的对手。而他自己提到的那些诡辩则是这样的:“阳性不是中性吗?阴性不是中性吗?因此阳性是阴性,阴性是阳性。”或者再次,中间者即中性(因为这是阴性与阳性之间的中间者),被解释为二者之一,或作为阳性,或作为阴性。而此类诡辩的推导方式也是如此:“石头不是阳性吗?卡利亚斯不是阳性吗?因此石头是卡利亚斯。”看啊,正是中性事物(即石头),因其言语形式(即以阳性方式发音),显得仿佛是阳性的。至于“性质是数量,或数量是性质”这一[诡辩],是这样被发问的:“性质不是中性吗?数量不是中性吗?因此性质与数量是相同的。”或者“施动者是受动者,或者处于某种状态者是施动者”,他将受动者称为“处于某种状态者”。他们这样推论施动者为受动者、受动者为施动者:“‘被打’不是动词吗?‘责备’不是动词吗?因此‘责备’与‘被打’相同;因此施动与受动相同”;因为他们把主动的‘责备’推论为与‘被打’相同。他又说,“以及其余按照划分的”,也就是说,诡辩者也可以在谬误推论中采用他在《范畴篇》中讲授的其他范畴,将性质显明为关系,将数量显明为关系,将关系显明为性质,将施动显明为受动。他也为此给出了如下的例证:“健康不是不定式吗?切割不是不定式吗?因此健康与切割相同”;但健康是某种受动,如果健康确实是动物身体在冷热干湿调和中的一种状态(因为“然而一者表明某种性质和处于某种状态”这句话正表示这一点);而切割和建造则是施动(因为“另一者表明某种施动”这句话又表示这一点)。欧苏戴谟也曾提出这样的论辩:“斯基泰人和其他人是看见能看之物,还是看见不能看之物?想必是能看之物。——那么你和我也是如此吗?是的。——那你看见我们的斗篷吗?是的。——因此这些斗篷是能看的。”因此斗篷在看。总之,并非凡以主动形式述说的都表示行动;因为此处的“看”,尽管是主动的,[对方]却是作为“被看”的替代而承认的;但欧苏戴谟却将其理解为“观瞧”,并推论出斗篷能够观瞧。至于“因为可能存在不属于施动之事的事物,在言辞上被意谓为属于某种施动之事”这一句,等同于:“因为有可能将不属于表示行动之列的事物,当作表示行动者来把握”,正如在“学习”和“看”的例子中所说的那样。而依随言语的诡辩方式,便有如此之多,亦即六种,且其性质正如我们对它们每一项所阐述的那样。

语法注3 条
  1. 1.21κατὰ γοῦν τὸ ἐσχηματίσθαι κατ’ ἐνέργειαν τὸν λόγον γίνεται ἡ ἀπάτη καὶ τὸ μὴ ταὐτόν, ἤγουν τὸ παθητικόν, μὴ ὂν ὅμοιον τῷ ἐνεργητικῷ ὡσαύτως αὐτῷ ἑρμηνεύεσθαι

    此处 ἡ ἀπάτη 与带冠词的不定式短语 τὸ μὴ ταὐτόν... ἑρμηνεύεσθαι 共同充当主语连接到 γίνεται。后者的不定式短语既作为第二个主语,又在同格意义上进一步阐明欺骗(ἀπάτη)的具体发生内容(即不相同者被解释得相同)。

  2. 1.21τὸ δὲ ὅτι τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιὸν οὕτως ἠρωτᾶτο

    中性单数定冠词 τό 将接下来的整个 ὅτι 从句(“性质是数量,或数量是性质”)实质名词化,构成被动动词 ἠρωτᾶτο(“被发问”)的主语。

  3. 1.21τὰ δυνατὰ ὁρᾶν

    主动不定式 ὁρᾶν 作为修饰 δυνατά 的限制性不定式,兼具“能看之物”(主动:具有观瞧能力者)与“可看之物”(被动:能够被看到者)两重句法解读空间。诡辩者正是利用这一形态相同性,从被动含义的让步滑向主动含义的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:35.9-36.35