← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§33.26-35.8

抑扬音谬误与希庇阿斯对荷马的解读

注解者讨论了因抑扬音而产生谬误的例证:萨索斯的希庇阿斯对荷马诗句的匡正(将 οὐ 作否定辞读),以及亚里士多德所引阿伽门农之梦的诗句;并阐明若将动词读作不定式(διδόμεν)而非直陈式(δίδομεν),便能消除宙斯撒谎这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#2

ἐπιδιορθοῦται δὲ τούτους [ἐν τῷ Περὶ ποιητικῆς], ὡς αὐτὸς Ἀριστοτέλης ἐν τῇ Ῥητορικῇ φησιν, Ἱππίας ὁ Θάσιος μὴ περισπωμένως ἀναγινώσκων τὸ ου ἀλλ’ ἀποφατικῶς, ὅπερ αὐτὸς ὀξύτερον εἴρηκεν, ἵνα ᾖ τὸ λεγόμενον ὡς ἡ πεύκη τὸ δένδρον οὐ καταπύθεται ὄμβρῳ. λέγει δὲ Θεόφραστος τὸ φυτὸν τῆς πεύκης ὀμβρίοις ὕδασι καὶ πηγαίοις μὴ σήπεσθαι, θαλαττίοις δὲ μάλιστα. ἀλλὰ τοιοῦτον μὲν τὸ ἓν παράδειγμα. τὸ δὲ ἕτερον τὸ ἐπαγόμενον τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅ φησι τὸν Δία εἰπεῖν, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, οὐδαμοῦ κεῖται ἐν τῇ Ἰλιάδι· τὰ μὲν γὰρ περὶ τοῦ ὀνείρου ἐν τῇ ἀρχῇ τοῦ βῆτά ἐστιν, οὐδ’ ὅλως δ’ εὑρήσει τις τοῦτο πρὸς ἔπος ἐκεῖ κείμενον. καὶ ἔοικε τὸν μὲν νοῦν ἐκεῖθεν λαβεῖν, αὐτὸς δὲ πλάσασθαι τὸ τοῦ στίχου τεμάχιον τὰ ἔπη τάδε μεταβαλών·1 θωρῆξαί ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. Τοιαῦτα μὲν τὰ ῥητά. αὐτὸς δὲ καὶ οἴκοθεν βουλόμενος ποιῆσαι τοῦ παρὰ προσῳδίαν παράδειγμα ὡς ἐκ τοῦ Ὁμήρου τοῦτο ἐπήγαγε. φασὶν οὖν τινες ὅτι εἰς τὸ δέ οἱ ἐστιν ὁ παραλογισμὸς καὶ ἡ ἁμαρτία τοῦ Ὁμήρου· ἐκεῖνος μὲν γὰρ οὕτως ἔγραψε, δίδομεν δέ οἱ εὖχος ἀρέσθαι, τουτέστι φησὶν ὁ Ζεὺς τῷ ὀνείρῳ ὡς ἀπελθὼν ἀπάγγειλον τῷ Ἀγαμέμνονι ὡς οἱ θεοὶ πάντες ἐψηφίσαντο τὸ σοὶ τὴν νίκην διδόναι. εἰσὶν οὖν τὰ ῥήματα τοῦ Διὸς πρὸς τὸν ὄνειρον ὅτι βὰς ταῦτα εἰπὲ τῷ Ἀγαμέμνονι, ὅτι δίδομεν αὐτῷ πάντες οἱ θεοὶ τὴν νίκην. φασὶν οὖν οἱ ταῦτα λέγοντες ὡς ἐνταῦθα ἁμαρτάνει ὁ ποιητὴς εἰσάγων τὸν Δία λέγοντα ταῦτα τῷ ὀνείρῳ καὶ τρόπον τινὰ ψευδόμενον, ὅπερ οὐκ ἔστι θεοῦ. οἱ γοῦν ἐπιδιορθούμενοι τοῦτόν φασιν ὡς οὐ τῷ Ἀγαμέμνονι ὁ Ζεὺς ἔλεγε τὸ εὖχος δοθῆναι ἀλλὰ τῷ ὀνείρῳ κατὰ τοῦ Ἀγαμέμνονος· ἀναγινώσκουσι δὲ οὕτως, δίδομεν δέ οἱ ἀντὶ τοῦ ‘σοί’, τῷ ὀνείρῳ. ἔστι δὲ καὶ τοῦτο ψεῦδος· ὁ γὰρ αὐτὸς νοῦς ἐστι, κἂν ὁ τόνος ἀναβιβασθείη, κἂν περισπασθείη ἡ ἀντωνυμία ἡ ‘οἷ’. ποῦ γοῦν ἐστιν ἡ ἁμαρτία; ἢ οὐκ εἰς τὸ δέ οἱ ἀλλ’ εἰς τὸ δίδομεν· ἐπειδὴ γὰρ ἴδιόν ἐστι τῆς Δωρικῆς διαλέκτου τὸ ἀντὶ τοῦ διδόναι λέγειν διδόμεναι καὶ ἀντὶ τοῦ εἶναι τὸ ἔμμεναι, τῆς αὐτῆς δὲ καὶ τὸ ἀποκόπτειν πολλάκις τὸ αι τῆς ἀπαρεμφάτου ἐγκλίσεως, τοῦτο καὶ ἐνταῦθα εὑρίσκεται. εἰ γοῦν τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι ἀναγνῷ τις τὸν τόνον θεὶς εἰς τὸ δι, τὸν Δία ποιεῖ ψευδόμενον ὡς ὑπισχνούμενον διδόναι τὴν νίκην καὶ μὴ εἰς ἔργον ἐξάγοντα τὴν ὑπόσχεσιν. εἰ δὲ εἰς τὸ δο τὸν τόνον θεὶς ἀναγνῷ τὸ ἑξῆς, καὶ τὸν Δία τοῦ ψεύδεσθαι ἀπολύσει καὶ τῷ Ὁμήρῳ περιποιήσεται τὸ ἀνέγκλητον, ὡς τοῦ Διὸς λέγοντος τῷ ὀνείρῳ καὶ ἐπιτάττοντος διδόμεναι αὐτὸν τὸν ὄνειρον τὸ εὖχος τῷ Ἀγαμέμνονι καὶ μὴ αὐτοῦ τοῦ Διός·2 καὶ γοῦν ὁ ὄνειρος ὑπισχνεῖται τῷ Ἀγαμέμνονι τὸ εὖχος καὶ ψεύδεται καὶ οὐχ ὁ Ζεὺς αὐτός.

然而,正如亚里士多德自己在《修辞学》中所说,萨索斯的希庇阿斯[在《诗学》中]匡正了这些人,他不是用弯折调来读 ου,而是作否定性地读——正如他自己所说带着更锐的声调——以使所言之意成为“松树并不因雨水而腐朽”。塞奥弗拉斯特也说,松树这种植物在雨水和泉水中不会腐朽,但在海水中尤其容易腐朽。这便是一个例证。然而,关于阿伽门农之梦所引用的另一个例子——他说宙斯所言的“但我们容他赢得荣耀”——在《伊利亚特》中任何地方都未曾见载;因为关于梦的事迹是在第二卷的开头,但人们绝不可能在那里找到一字不差地如此记载的诗句。看来[亚里士多德]是从那里汲取了要旨,而通过改动以下诗句,自己编造了该诗行的一段残句:“命他使长发阿开亚人/全军武装;因为如今你当能夺取道路宽广的城池。”原话是如此这般的。但他自己也想要自出机杼地构造一个因抑扬音而生的例证,便当作宛如出自荷马而引出此句。于是有些人说,谬误推论和荷马的过失在于 δέ οἱ;因为那位[诗人]曾这样写道,“但我们容他赢得荣耀”,也就是宙斯对梦说:“你去向阿伽门农禀报,诸神皆已决议将胜利赐予你。”因此,宙斯对梦所说的话就是:“你去向阿伽门农说这番话,说我们全体神明将胜利赐予他。”所以说这番话的人主张,诗人在此犯了错误,因为他引入了宙斯对梦说出这番话并以某种方式撒谎,而这并非神明所当为。无论如何,匡正这位[诗人]的人说,宙斯并不是说将荣耀赐予阿伽门农,而是针对阿伽门农赐予梦;并且他们这样读:将 δίδομεν δέ οἱ〔中的代词〕作为“给你”的替代而针对梦。但这同样是虚假的;因为无论声调向前移,抑或代词 οἷ 带有弯折调,其含义都是相同的。那么过失究竟在何处呢?毋宁说不是在 δέ οἱ,而是在 δίδομεν。因为,用 διδόμεναι 代替 διδόναι、用 ἔμμεναι 代替 εἶναι 是多利亚方言的特有现象,且同一方言常常截去不定式语气的 αι,这一点在此处亦能见到。因此,若有人将声调置于 δι 上来读“但我们容他赢得荣耀”,他便是让宙斯在撒谎,宛如宙斯许诺赐予胜利却未将许诺付诸实行。但若他将声调置于 δο 上并读接下来的文句,他既能使宙斯摆脱撒谎的指责,又能为荷马求得无可指责的地位,理由是宙斯对梦说话并命令这梦本身将荣耀赐予阿伽门农,而非宙斯自己[赐予];事实上向阿伽门农许诺荣耀并撒谎的是梦,而不是宙斯本人。

语法注2 条
  1. 1.20καὶ ἔοικε τὸν μὲν νοῦν ἐκεῖθεν λαβεῖν, αὐτὸς δὲ πλάσασθαι τὸ τοῦ στίχου τεμάχιον τὰ ἔπη τάδε μεταβαλών

    动词 ἔοικε 及其所支配的不定式(λαβεῖν 与 πλάσασθαι)的主语是亚里士多德而非荷马。正如后文“他自己也想要自出机杼地构造一个例证(αὐτὸς δὲ καὶ οἴκοθεν βουλόμενος…)”所证实的,注解者认为亚里士多德根据《伊利亚特》第二卷的大意自行改写并编造了所引用的这一残句。

  2. 1.20ὡς τοῦ Διὸς λέγοντος τῷ ὀνείρῳ καὶ ἐπιτάττοντος διδόμεναι αὐτὸν τὸν ὄνειρον τὸ εὖχος τῷ Ἀγαμέμνονι καὶ μὴ αὐτοῦ τοῦ Διός

    在由 ὡς 引导的属格绝对结构(τοῦ Διὸς λέγοντος… καὶ ἐπιτάττοντος)中,包含了一个表达命令内容的带不定式宾格结构(διδόμεναι αὐτὸν τὸν ὄνειρον τὸ εὖχος…)。句末的属格短语 καὶ μὴ αὐτοῦ τοῦ Διός 与属格绝对结构的主语(τοῦ Διὸς)相呼应,构成行动主体的对比,表示“而非宙斯自己[赐予]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:33.26-35.8