← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§32.17-33.25

依抑扬音产生的谬误特征与例证

亚历山大阐释了亚里士多德所提出的因抑扬音产生的谬误,说明其在口头论辩中罕见而在书面文本中易发的缘由,并通过具体三段论例证及《伊利亚特》第二十三卷的诗行批评加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#1

" Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον." Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ τὴν προσῳδίαν ἐστίν, ὅστις ἐν μὲν τοῖς διαλεκτικοῖς λόγοις τοῖς μὴ γεγραμμένοις ἀλλὰ λεγομένοις οὐ ῥᾳδίως γίνεται, ἐν δὲ τοῖς γεγραμμένοις δύναται γενέσθαι. ὀνομάζεται δὲ παρὰ τὴν προσῳδίαν, ὅτι ὁ τόνος, πρὸς ὃν ᾄδομεν καὶ τοὺς λόγους ποιούμεθα, ποιεῖ τὸν παραλογισμόν, νῦν μὲν οὕτως ἄλλοτε δ’ ἄλλως ἢ καὶ ἀλλαχοῦ τιθέμενος. οἷον τί φημι; ἐν μὲν ὁμιλίᾳ καὶ διαλέξει οὐκ ἀπατήσει ποτὲ ὁ λέγων “ἑταίρα χρυσία εἰ φοροίη, δημοσία ἔστω”· εἴληπται γὰρ ὁ λέγων παροξυτόνως τὸν λόγον ἐξενεγκὼν ἢ τυχὸν καὶ προπαροξυτόνως,1 καὶ οὐκ ἂν σοφίσαιτό ποτε τὸν ἠκροαμένον νῦν μὲν παροξυτόνως λέγων νῦν δὲ εἰς προπαροξύτονα μεταλαμβάνων· ἅπαξ γὰρ εἰρηκὼς ἐσήμανε τὸ ἑαυτοῦ βούλημα. εἰ δὲ ἐν γραφῇ εἴη κείμενον τὸ δημόσια οὐδένα τόνον ἔχον, τότε δῆτα καὶ τὸν παραλογισμὸν 〈ἂν〉 ἀποτέκοι. εἴρηκε δὲ τὸ οὐ ῥᾳδίως γίνεσθαι λόγον ἐν τοῖς ἄνευ γραφῆς, διότι ἔστιν ὅτε καὶ ἐν αὐτοῖς οὗτος ἀποτελεῖται, ὥσπερ ὅταν τις εἴπῃ· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία;2 ναί· τὸ δὲ ‘οὐ καταλύεις’ τοῦ ‘καταλύεις’ ἀπόφασις; ναί· ἡ οἰκία ἄρα ἀπόφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα ἐν μὲν τῇ πρώτῃ προτάσει τοῦ ‘οὗ καταλύεις’ περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος. πάλιν· ἆρ’ ἕστηκεν ὅρος;3 τί δέ, τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος; ἕστηκεν ἄρα τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικόν. παρὰ τὴν προσῳδίαν καὶ τοῦτο. παράδειγμα δὲ ἐπιφέρει τοῦ παρὰ τὴν προσῳδίαν, ὅπερ ἐν ποιήμασιν ἔφη μάλιστα γίνεσθαι παρὰ τοῦ Ὁμήρου. κεῖται δὲ ἐν τῷ ψ τῆς Ἰλιάδος, ἔνθα καὶ ἐπὶ τῷ Πατρόκλῳ ὁ ἱππικὸς ἀγὼν ἐτετέλεστο· πεποίηται δὲ τῷ ποιητῇ ὁ Νέστωρ τῷ παιδὶ Ἀντιλόχῳ τὰ περὶ τῆς ἱππικῆς ὑποτιθέμενος καὶ περὶ τοῦ τόπου διαλεγόμενος ἔνθα ἔμελλεν ἀγωνίζεσθαι μετὰ τῶν λοιπῶν ἡνιόχων. μετὰ δὲ τῶν ἄλλων φησὶ καὶ τὰ περὶ τῆς νύσσης οὕτως ἔχοντα· σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει. ἕστηκε ξύλον αὖον, ὅσον τ’ ὄργυι’, ὑπὲρ αἴης, ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ· λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφίς. Τινὲς οὖν ἐκάκιζον τὸν Ὅμηρον περισπωμένως τὸ οὗ ἀναγινώσκοντες καὶ λέγοντες ἄτοπόν τι αὐτὸν εἰρηκέναι διὰ τούτου, ὡς λέγοντα δῆθεν ὅτι τοῦ ξύλου ἐκείνου τοῦ ἐξανέχοντος, ὃ δρύινον ἢ πεύκινον ὀνομάζει, τὶ μὲν κατασήπεται, τὶ δὲ οὐ κατασήπεται· εἰ γὰρ μὴ καὶ τοῦτο ἐδήλωσεν ἐναργῶς, τὸ ‘τὶ δὲ οὐ κατασήπεται’ λέγουσιν ἄντικρυς δηλοῦσθαι διὰ τοῦ εἰρημένου τοῦ “οὗ τὸ μὲν καταπύθεται”, ὡς τινὸς μὲν ἐκ τῆς πεύκης τοῦ δένδρου σηπομένου τοῖς ὀμβρίοις ὕδασι τινὸς δὲ μὴ σηπομένου. τινὲς μὲν οὖν ἐκάκιζον τὸν Ὅμηρον, ὡς εἶπον, ἀτόπως τόδε εἰρηκότα.

“因抑扬音而产生的[谬误],在没有书写的辩证论辩中不易构成论述。” 依赖语言的诡计的第五种样态是因抑扬音而产生的,它在并非书写而是口头言说的辩证论辩中不易发生,但在书面作品中却能够发生。它之所以被称为“因抑扬音”,是因为我们据以歌唱并发声说话的声调,由于有时被置于这种方式,有时被置于另一种方式,甚至被置于不同的位置,而造成了谬误推论。例如,我说的是什么呢?在交谈与辩论中,说“娼妓若佩戴金饰,便没入公有”的人绝不会欺骗任何人;因为说话者已被理解为是将该词读作倒数第二音节重音,抑或恰巧读作倒数第三音节重音,他绝不可能时而读作倒数第二音节重音,时而转换为倒数第三音节重音来愚弄听者;因为他一旦说出,便表明了自己的意图。但若 δημόσια 一词在书写中出现且没有任何声调,那么此时确实会产生谬误推论。他之所以说在未经书写的情形中不易构成论述,是因为有时在口头论辩中这也会发生,犹如有人说:“你所留宿之处是一所房屋吗?”“是的。”“而‘你没有留宿’是‘你留宿’的否定吗?”“是的。”“因此,房屋是否定。”这一诡计取决于抑扬音,因为在第一个前提中,“你留宿之处”是被赋予弯折调的,而在第二个前提中则并未这样被选取。又如:“山耸立着吗?”“那么,‘能接纳知识的理性动物’难道不是定义吗?”“因此,‘能接纳知识的理性动物’耸立着。”这也取决于抑扬音。他还引述了因抑扬音而产生的例证,他曾说这尤其发生在诗歌中,这一例证出自荷马。这出现在《伊利亚特》第二十三卷中,那里为帕特罗克洛斯举行了战车比赛;诗人描绘了涅斯托尔正在给儿子安提洛科斯指导驾车技艺,并谈论着他即将与其他御者同场竞技的地点。他在论及其他事态之余,关于转折标桩也如下说道: “我将告诉你一个极为清晰的标记,它决不会避开你的眼目。 立着一段枯木,约有一噚高出地面, 或是橡树或是松树;它不因雨水而腐朽; 两块白石在两旁倚靠着它, 在道路的汇合处,周围是平坦的跑道。” 于是,有些人指责荷马,将 οὗ 读作弯折调,并说他借此表达了某种荒谬之谈,好像他断言在那截耸立的木头中(他称之为橡木或松木),一部分腐朽,另一部分则不腐朽;因为即使他没有明确表达出这一点,他们也认为“另一部分不腐朽”已通过所说的“其中一部分腐败”而直接表明了,好像松木这棵树的一部分被雨水腐蚀,而另一部分则不腐蚀。因此,正如我所说,有些人指责荷马荒谬地表达了这一点。

语法注3 条
  1. 1.20εἴληπται γὰρ ὁ λέγων παροξυτόνως τὸν λόγον ἐξενεγκὼν ἢ τυχὸν καὶ προπαροξυτόνως

    动词 εἴληπται(λαμβάνω 的完成时被动态直陈语气第三人称单数)意为“被理解/被把握”,带有与主语 ὁ λέγων 一致的补充分词 ἐξενεγκών,构成“说话者被理解为已经发出了……”的谓语结构。

  2. 1.20ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία;

    中性单数定冠词 τὸ 将整个关系从句 οὗ καταλύεις 名词化作为 ἔστι 的主语,οἰκία 为谓词名词。在随后的次前提中,τὸ 同样将短语 οὐ καταλύεις 作为元语言引述加以名词化。该诡计利用了带有弯折调及粗气符的关系副词 οὗ 与作为非重读词且带柔气符的否定词 οὐ 之间的音调与发音差异。

  3. 1.20ἆρ’ ἕστηκεν ὅρος; τί δέ, τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος;

    在第一个疑问中,主语意指“山”(ὄρος,带柔气符),而在第二个疑问中,谓词 ὅρος 则是“定义”(带粗气符)。在没有变音符号的古代书写中,二者拼写皆为 ΟΡΟΣ;该谬误推论利用了古希腊语法中归入抑扬音(προσῳδία)范畴的气符差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:32.17-33.25