← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§31.5-32.16

分割谬误中的潜能分离与关于数的诡辩

注释者解释了亚里士多德关于因分割而产生的反驳(166a33),阐明了将数中潜能包含的部分与现实属性相混淆的诡计推导结构(五既是奇数又是偶数,以及八等于十六),并考察了因断句不同而改变含义的语言实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντε ἐστὶ δύο καὶ τρία καὶ περισσὰ καὶ ἄρτια." Καὶ τὸν τέταρτον τρόπον τῶν παρὰ τὴν λέξιν φαινομένων ἐλέγχων (ἔστι δὲ οὗτος ὁ παρὰ τὴν διαίρεσιν) ἐκτιθεὶς οὐ διὰ σοφισμάτων ἡμῖν αὐτὸν οἷός ἐστι παρίστησιν, ἀλλὰ καὶ διὰ παραδειγμάτων τινῶν,1 ἃ οὐκ εἰσὶ σοφίσματα παραλογιστικὰ ἀλλ’ ἁπλῶς οὕτως ἐν πεζῷ λόγῳ κείμενα. τίνα δέ εἰσι ταῦτα, παρακατιόντες ἐροῦμεν. παρὰ δὲ τὴν διαίρεσιν οὗτος ὀνομάζεται, διότι ἅτινα τῷ λεγομένῳ πρόσεισι δυνάμει, ταῦτα διαιρῶν ὁ σοφιστὴς καὶ ἰδίᾳ τιθεὶς συνάγει ἐνεργείᾳ ταῦτα προσεῖναι τῷ περὶ οὗ συλλογίζεται· τοῦτο δ’ ἂν οὐ συνήχθη, εἰ μὴ ἡ διαίρεσις γέγονεν. οἷον τί φημι; τὸν πέντε ἀριθμὸν δυνάμει ἔχοντα ἐν ἑαυτῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον ὁ σοφιστὴς διαιρῶν μὴ ἄρτιον ὄντα καὶ ἄρτιον ἀποδείκνυσι καὶ μὴ ἄρτιον,2 οὑτωσὶ ἐν πρώτῳ σχήματι τὴν ἀγωγὴν ποιούμενος τοῦ σοφίσματος· οὐχὶ ὁ πέντε εἰς δύο καὶ τρία διαιρεῖται; ναί· τί δέ, ὁ τρία καὶ ὁ δύο οὐ περιττὸς καὶ ἄρτιος; ὁ πέντε ἄρα περιττὸς καὶ ἄρτιός ἐστι. παρὰ τὴν διαίρεσιν τὸ σόφισμα· τὰ γὰρ μόρια ἐν τῷ ὅλῳ δυνάμει εἰσίν· ἐν γὰρ τῷ πέντε ὁ τρία καὶ ὁ δύο δυνάμει εἰσί. τὸ δὲ δυνάμει τι ὂν οὐκ ἔστιν ἐκεῖνο ὃ δύναται γενέσθαι· οἷον τὸ δένδρον τὸ ἑστηκὸς δυνάμει πλοῖον ὂν οὐκ ἔστι πλοῖον· ἀλλὰ καὶ ὁ ἀσχημάτιστος χαλκὸς δυνάμει ὢν ἀνδριὰς οὐκ ἔστιν ἀνδριάς. τὸν μὲν οὖν τὰ πέντε συνάγοντα παραλογισμὸν καὶ ἄρτια εἶναι καὶ περισσὰ πάνυ σαφῶς ὁ Ἀριστοτέλης ἐξέθετο. τὸν δὲ τὰ μείζονα ἴσα τοῖς ἐλάττοσι συνάγοντα πάνυ βραχέως καὶ διὰ τοῦτο ἀσαφῶς ἀπαγγέλλειν δοκεῖ. δεῖ δὲ προσυπακούειν ἐν τῷ καὶ τὸ μεῖζον ἴσον τὸ ‘τῷ ἐλάττονι’, ἵνα ᾖ τὸ πλῆρες τῆς λέξεως τοιοῦτον. ἡ δ’ ἀγωγὴ τοῦ σοφίσματος οὕτως ἠρωτᾶτο· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται; ναί· τί δέ, οὐχὶ εἰς τρία καὶ πέντε; ναί· ὁ ὀκτὼ ἄρα εἰς ἓξ καὶ δύο καὶ τρία καὶ πέντε διαιρεῖται· τὰ δὲ ἓξ καὶ δύο καὶ πέντε καὶ τρία ιϛʹ ἐστίν· ὁ ὀκτὼ ἄρα εἰς ιϛʹ διαιρεῖται· ἴσος ἄρα ὁ ιϛʹ τῷ ὀκτώ, ὁ μείζων τῷ ἐλάττονι. παρὰ δὲ τὴν διαίρεσιν καὶ τοῦτο τὸ σόφισμα· δυνάμει γὰρ ἐν τῷ ὀκτὼ ταῦτα. τὸ δὲ τοσοῦτον γὰρ τὸ μεῖζον καὶ ἔτι πρός οὕτως ἐπῆκται, ὡσεὶ ἔλεγεν ὁ ιςʹ, τουτέστι τὸ μεῖζον, τοσοῦτός ἐστιν ὅσος ὁ ὀκτὼ καὶ ἔτι πρός. αἰνιξάμενος δὲ τὸν παρὰ τὴν διαίρεσιν παραλογισμὸν δι’ ὧν ἐπήνεγκε σοφισμάτων, ἐπάγει καὶ παραδείγματα δεικνύντα τὸν αὐτὸν λόγον διῃρημένον καὶ συγκείμενον μὴ ταὐτὸν σημαίνειν· τὸ γὰρ ἐγώ σε ἔθηκα δοῦλον αὐτὸ λεγόμενον καθ’ αὑτὸ καὶ αὖ πάλιν τὸ ἐγώ σε ἔθηκα ἐλεύθερον οὐ ταὐτὸν σημαίνουσι, καὶ ὅταν ἀμφότερα συντεθέντα λόγον ἀπαρτίσωσι τὸν λέγοντα ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον. ὅμοιον τούτῳ καὶ τὸ ἐφεξῆς τούτου κείμενον· οὐ γὰρ ὡς σόφισμα τέθειται, ἀλλὰ καὶ αὐτὸ ὥσπερ παράδειγμα εἴληπται τοῦ μὴ ταὐτὸν σημαίνειν τὸν λόγον τοῖς μέρεσιν. ἔστι δὲ τοῦτο τὸ πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν πεντήκοντα καὶ ἄλλο συντιθεμένων· εἰ μὲν γὰρ ὑποστίζομεν εἰς τὸ πεντήκοντα λέγοντες ὅτι πεντήκοντα ἑκατὸν ἀνδρῶν, σημαίνει ὅτι ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν κατέλιπε πεντήκοντα· εἰ δὲ εἰς τὸ ἑκατόν,3 ἕτερον πάλιν δηλοῦται, ὅτι ἀπὸ τῶν πεντήκοντα ἀνδρῶν κατέλιπεν ἑκατόν.

“因分割而产生的,则是五是二与三,是奇数又是偶数。” 在阐明依赖语言的表观反驳的第四种样态(即因分割而产生的样态)时,他向我们展示它是什么样子的,不仅通过诡计,而且也通过某些例子,这些例子并非谬误性的诡计,而只是散文中出现的说法。这些是什么,我们在下文中将加以说明。而这一样态被称为“因分割”,是因为凡是潜能地属于所言说者之物,诡辩家将其分割并单独提出,从而推论出它们现实地属于他进行推论的那个对象;若非发生了分割,这是推论不出来的。例如,我说的是什么呢?诡辩家把五这一数——在其自身中潜能地包含奇数与偶数——在它并不是偶数的情况下加以分割,证明它既是偶数又不是偶数,他在第一格中如下进行诡计的推导:“五不是被分割为二和三吗?”“是的。”“那么,三和二难道不是奇数和偶数吗?”“因此,五是奇数又是偶数。”这一诡计取决于分割;因为部分是潜能地存在于整体之中的;在五之中,三和二确实是潜能地存在的。而潜能地是某物者,并不是它能够成为的那个东西;例如,立着的树木潜能地是一艘船,却并不是船;未经塑形的青铜潜能地是一座雕像,却并不是雕像。因此,对于推论出五既是偶数又是奇数的谬误推论,亚里士多德阐述得极其明晰。但他对于推论出较大事物等于较小事物的那一推论,似乎叙述得极为简短,并因而显得晦涩。然而,在“且较大者等于”一句中,必须补充领会“较小者”,以便文字的完整形式是这样的。而这一诡计的推导是这样提问的:“八不是被分割为六与二吗?”“是的。” “那么,难道不是[被分割为]三与五吗?”“是的。”“因此,八被分割为六、二、三与五。”“而六、二、五与三是十六。”“因此,八被分割为十六。”“因此,十六等于八,即较大者等于较小者。”这一诡计同样是因分割而产生的;因为这些数潜能地在八之中。而“因为较大者有这么多且还要加上”这句话之所以被补充,就好像他在说十六(即较大者)与八一样大并且还要加上。在通过他提出的诡计暗示了因分割而产生的谬误推论之后,他又补充了表明同一话语分开与结合并不表示同一事物的例子;因为单独说的“我使你成为奴隶”,以及再次说的“我使你成为自由人”,与当二者结合起来构成说“我使身为奴隶的你成为自由人”的话语时并不表示同一事物。接在此后提出的例子也与此相似;因为它并不是作为诡计被提出的,而是它本身也被当作话语与其组成部分并不表示同一事物的例子。这就是“神一般的阿喀琉斯留下了五十个男人中的一百人”;因为当将“男人们”与“五十”分开,和将它们结合在一起时,表明的是不同的事情;因为如果我们停顿在“五十”处,说“五十,在一百个男人中”,这意味着神一般的阿喀琉斯在一百个男人中留下了五十个;但如果停顿在“一百”处,表明的又是另一回事,即他在五十个男人中留下了一百个。

语法注3 条
  1. 1.19οὐ διὰ σοφισμάτων ἡμῖν αὐτὸν οἷός ἐστι παρίστησιν, ἀλλὰ καὶ διὰ παραδειγμάτων τινῶν

    在相关结构 οὐ ... ἀλλὰ καί 中省略了 οὐ μόνον 中的 μόνον,意为“不仅通过诡计……展示,而且也通过某些例子”。否定词 οὐ 并非否定整个谓语动词 παρίστησιν,而是限定性地否定介词短语 διὰ σοφισμάτων。

  2. 1.19τὸν πέντε ἀριθμὸν δυνάμει ἔχοντα ἐν ἑαυτῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον ὁ σοφιστὴς διαιρῶν μὴ ἄρτιον ὄντα καὶ ἄρτιον ἀποδείκνυσι καὶ μὴ ἄρτιον

    句子的主语是后置的 ὁ σοφιστής,宾语 τὸν πέντε ἀριθμόν 带有两个分词修饰成分 ἔχοντα 与 ὄντα。主要动词 ἀποδείκνυσι 接双宾格结构(“证明[五]既是偶数又不是偶数”)。句末的 καὶ ἄρτιον ... καὶ μὴ ἄρτιον 为并列的述谓宾格。

  3. 1.19εἰ μὲν γὰρ ὑποστίζομεν εἰς τὸ πεντήκοντα ... εἰ δὲ εἰς τὸ ἑκατόν

    动词 ὑποστίζω 是语法学术语,意为“打停顿符号(下点/逗号)/断句”。介词短语 εἰς τὸ πεντήκοντα 表示断句的位置;在后半句 εἰ δὲ εἰς τὸ ἑκατόν 中,动词 ὑποστίζομεν 通过省略予以补全。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:31.5-32.16