← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§30.1-31.4

可能命题中结合与分开的真假结构

注释者分析了亚里士多德关于“分开言说还是结合言说”的字句,阐明了将“能够”包含在谓词中(结合)或将其排除(分开)所导致的真假分歧,以及由此产生的基于不可能之同时性的诡辩逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#2

τὸ δὲ οὐ γὰρ ταὐτὸν σημαίνει, ἂν διελών τις εἴπῃ καὶ συνθείς τοιοῦτόν ἐστιν· ὅταν τὸ δύνασθαι βαδίζειν διέλῃ τις καὶ ποτὲ μὲν κατηγορήσῃ μόνον τὸ βαδίζειν ποτὲ δὲ τὸ δύνασθαι βαδίζειν κατὰ τοῦ Σωκράτους, οὐ ταὐτὸν σημαίνει· οὐ γάρ ἐστι ταὐτὸν τὸ ‘ὁ Σωκράτης βαδίζει’ τῷ ‘ὁ Σωκράτης δύναται βαδίζειν’. ὥστε παρὰ τὴν σύνθεσιν γίνεται τὸ σόφισμα· ἔδει γὰρ συνθέντα καὶ συνάψαντα τὸ δύνασθαι καὶ τὸ βαδίζειν κατὰ τοῦ Σωκράτους εἰπεῖν ἀλλ’ οὐχὶ τὸ βαδίζειν μόνον. κολοβῶς οὖν καὶ οἷον εἰπεῖν ἠκρωτηριασμένως τῆς συνθέσεως γεγονυίας καλῶς εἴρηται παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα. σημειωτέον δὲ ὅτι σύνθεσιν λέγει ὁ Ἀριστοτέλης καὶ τὸ χωρὶς τοῦ δυνατοῦ τὸ βαδίζειν κατηγορεῖσθαι. εἰπὼν οὖν ὅτι οὐ ταὐτὸν σημαίνει, ἂν τὸ βαδίζειν χωρὶς τοῦ δύνασθαι κατὰ τοῦ καθημένου κατηγορήσῃ, ὅπερ διὰ τοῦ ἂν διελών τις εἴπῃ ἐσήμανε, καὶ ὅταν αὖθις τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι (διὰ τοῦ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον), τοῦ μὲν ἑνὸς τρόπου, καθ’ ὃν τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι κατηγοροῦμεν, παράδειγμα τέθεικε τὸ ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ τὸν μὴ γράφοντα γράφειν,12 ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ ‘δυνατόν’, ἵνα ᾖ ‘καὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν’. τοῦ δὲ λοιποῦ τρόπου, καθ’ ὃν συντίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν χωρὶς τοῦ δυνατοῦ, μηνυτικὸν ἐπήγαγε τὸ καὶ τοῦθ’ ὡσαύτως, ὅταν συνθῇ τὸν μὴ γράφοντα γράφειν. ταῦτα θεὶς τῶν δύο τρόπων, τοῦ τε ἔχοντος τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορούμενον καὶ τοῦ μὴ τὸ δυνατὸν ἔχοντος, σαφηνίζων τίνος ἐστὶν ἑκάτερος δηλωτικός, ἐπήγαγε λέγων σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὁ μὲν γὰρ τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορῶν κατὰ τοῦ καθημένου καὶ λέγων ὡς ὁ καθήμενος δύναται βαδίζειν σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, οὐδὲ ὁ μὴ γράφων γράφει, δύναται δὲ μετὰ ταῦτα βαδίσαι καὶ γράψαι· ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ τῷ βαδίζειν ἢ τῷ γράφειν συνθῇ ὅτι 〈ἔχει〉 δύναμιν καὶ ἀμφότερα κατὰ τοῦ καθημένου καὶ μὴ γράφοντος κατηγορήσῃ, ἀλλὰ τὸ βαδίζειν μόνον καὶ τὸ γράφειν, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ μὴ γράφων νῦν ἢ ὁ καθήμενος ὕστερον γράψαι ἢ βαδίσαι, ἀλλ’ ὅτι νῦν, ὅτε οὐ γράφει, δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν, ὅτε οὐ γράφει, γράφει· τὸ γὰρ ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν ὡς ἴσον εἴληπται τῷ ‘δύναμιν ἔχει ἅμα τε καὶ κατὰ ταὐτὸν καὶ γράφειν καὶ οὐ γράφειν’, ὅπερ ἀδύνατον· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ γράφειν καὶ ἐν ἄλλῳ μὴ γράφειν δυνατόν, ὁμοίως καὶ βαδίζειν καὶ μὴ βαδίζειν. τὸ δὲ μανθάνειν νῦν γράμματα, εἴπερ ἐμάνθανεν ἃ ἐπίσταται ἀπολύτως εἴρηκε καὶ καθ’ αὑτό· ἔστι δὲ παράδειγμα τοῦ συνάγοντος σοφίσματος τὸν κοιμώμενον μανθάνειν νῦν γράμματα.

“因为分开言说与结合言说并不表示同一事物”这一语句的意思如下:无论何时,只要有人把“能够行走”分离开来,有时仅把“行走”述谓于苏格拉底,有时则把“能够行走”述谓于苏格拉底,这并不表示同一事物;因为“苏格拉底行走”与“苏格拉底能够行走”并不是同一回事。因此,诡计是因结合而产生的;因为本应把“能够”与“行走”结合并连结起来述谓于苏格拉底,而不是仅说“行走”。因此,既然结合是以残缺的、可以说是被截断的方式发生的,那么说诡计是因结合而产生的,便是恰当的。此外应当指出,亚里士多德把在没有“可能的”之情况下述谓“行走”也称为“结合”。因此,在指出了如果在没有“能够”的情况下把“行走”述谓于坐着的人(他通过“如果有人分开言说”表明了这一点),以及再次在带有“能够”的情况下述谓“行走”(通过“并且结合”,如“正如坐着的人能够”)并不表示同一事物之后,关于我们把“行走”与“能够”结合起来述谓的第一种样态,他提出了例子,即“正如坐着的人能够行走以及没在写字的人能够写字”,在后一句中本身也必须补充领会“能够”,以便成为“以及没在写字的人能够写字”。而为了指示剩下的那种样态——即我们在没有“可能的”之情况下把“行走”与坐着的人结合起来——他补充了“这同样是当有人结合没在写字的人写字时”。在提出了这两种样态(其一带有与“可能的”一同被述谓的“行走”,其一则不带有“可能的”)之后,为了阐明各自指示何物,他接着说:“因为这意味着他具有没在写字而写字的能力”,等等。而他实质上所说的如下:因为把“行走”与“可能的”一同述谓于坐着的人并说坐着的人能够行走的人,意味着坐着的人并没有行走,没在写字的人也没有写字,但此后能够行走和写字;这是真的。但如果不把〈具有〉能力与“行走”或“写字”结合起来,并将二者述谓于坐着的人和没在写字的人,而是仅述谓“行走”和“写字”,那么这个人所说的就不是现在没在写字的人或坐着的人具有之后写字或行走的能力,而是说现在当他没在写字时,他具有写字的能力,也就是说,现在当他没在写字时,他正在写字;因为“当他没在写字时具有写字的能力”被当作等同于“他同时且在同一方面具有写字和不写字的能力”,这是不可能的;因为在某一时间写字而在另一时间不写字是可能的,行走与不行走同样如此。而“如果他确实学过他所知道的东西,那么现在学习文字”这句话,是他绝对地且就其自身而言说出的;这是推出睡眠者现在正在学习文字这一诡计的例子。

语法注2 条
  1. 1.18εἰπὼν οὖν ὅτι οὐ ταὐτὸν σημαίνει, ἂν τὸ βαδίζειν χωρὶς τοῦ δύνασθαι κατὰ τοῦ καθημένου κατηγορήσῃ, ὅπερ διὰ τοῦ ἂν διελών τις εἴπῃ ἐσήμανε, καὶ ὅταν αὖθις τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι (διὰ τοῦ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον), τοῦ μὲν ἑνὸς τρόπου, καθ’ ὃν τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι κατηγοροῦμεν, παράδειγμα τέθεικε τὸ ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ τὸν μὴ γράφοντα γράφειν, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ ‘δυνατόν’, ἵνα ᾖ ‘καὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν’. τοῦ δὲ λοιποῦ τρόπου, καθ’ ὃν συντίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν χωρὶς τοῦ δυνατοῦ, μηνυτικὸν ἐπήγαγε τὸ καὶ τοῦθ’ ὡσαύτως, ὅταν συνθῇ τὸν μὴ γράφοντα γράφειν.

    该长复合句的骨干由分词短语 εἰπὼν οὖν ὅτι οὐ ταὐτὸν σημαίνει...(在指出了……并不表示同一事物之后)引导,主句通过 μέν...δέ 分为两部分。主句前半部分为 τοῦ μὲν ἑνὸς τρόπου... παράδειγμα τέθεικε τὸ...(提出了作为第一种样态之例子的……),后半部分为 τοῦ δὲ λοιποῦ τρόπου... μηνυτικὸν ἐπήγαγε τὸ...(补充了作为指示其余样态的……),两个属格短语 τοῦ μὲν ἑνὸς τρόπου 和 τοῦ δὲ λοιποῦ τρόπου 分别由关系从句(καθ' ὃν...)修饰,并依附于宾语补足成分(παράδειγμα 和 μηνυτικόν)。在开头的分词从属结构内部,条件分句 ἂν ... κατηγορήσῃ 与时间从句 ὅταν αὖθις [κατηγορήσῃ] 构成并列,分别精确对应亚里士多德原文中的短语(ἂν διελών τις εἴπῃ 与 καὶ συνθείς)。

  2. 1.18τὸ γὰρ ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν

    此处出现了词序交错(hyperbaton)。定冠词 τό 将整个短语(ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν)名词化作主语。时间副词从句 ὅτε οὐ γράφει(当他没在写字时)插入在核心述谓成分 ἔχει δύναμιν(具有能力)与其客观属格 τοῦ γράφειν(写字)之间。把握这一夹置结构有助于明确论争焦点:诡辩将“在未写字之时具有写字的能力”偷换为了“同时进行写与不写”的不可能状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:30.1-31.4