← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§28.29-30.1

依赖词句的结合谬误的结构与实例

亚历山大解释了亚里士多德在第4章(166a23)中提出的依赖于词句的第三种谬推类型,即“因结合而产生的谬推”,阐明了其名称的原由与逻辑结构,并具体重构了亚里士多德所列举的若干智者诡计的推导步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#1

" Παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι." Διακόψας τὸν λόγον ὁ Ἀριστοτέλης καὶ καθ’ ὅσους τρόπους ἔν τε ὁμωνυμίᾳ καὶ ἀμφιβολίᾳ τὰ σοφίσματα γίνεται μεταξὺ παραθεὶς καὶ διαλαβὼν περὶ τούτων καὶ τρεῖς αὐτοὺς εἰπὼν εἶναι, νῦν ἀνάγει τὸν λόγον εἰς τὴν ἀκολουθίαν καὶ τὸν τρίτον τρόπον τῶν παρὰ τὴν λέξιν σοφισμάτων (ἔστι δὲ οὗτος ὁ παρὰ τὴν σύνθεσιν) ἐκτίθεται. ὀνομάζεται δὲ παρὰ τὴν σύνθεσιν, ὡς τῆς μὲν ἐννοίας τοῦ λεγομένου συνθέτως δυναμένης νοεῖσθαι καλῶς, παρὰ τὴν σύνθεσιν δὲ τιθεμένου τινὸς1 καὶ τὸν παραλογισμὸν ἀποτίκτοντος. οἷον τί φημι; ἔστι συλλογισμὸς τοιοῦτος· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· βαδίζει ἄρα καὶ οὐ βαδίζει. γέγονεν οὗτος ὁ παραλογισμὸς παρὰ τὴν σύνθεσιν· ἔδει γὰρ συντεθῆναι καὶ τὸ ‘δύναται’· τούτου γὰρ προστεθέντος καὶ τοιούτου τοῦ συμπεράσματος ἐξενηνεγμένου ‘ὁ Σωκράτης ἄρα δύναται βαδίζειν’ οὐδὲν ἂν συνήγετο ἄτοπον. νῦν δὲ παρὰ τὸ μὴ συντεθῆναι καὶ τὸ ‘δύναται’ τὸν παραλογισμὸν ἔχει ὁ ἔλεγχος. τοιοῦτος μὲν καὶ ὁ τρόπος οὗτος. ἴδωμεν δὲ καὶ τὰ τοῦ φιλοσόφου ῥητά· παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. τοῦτο οὐ συμπέρασμά ἐστιν ἄτοπόν τι συνάγον, ἀλλ’ ἡ πρότασίς ἐστιν ἡ ἀληθὴς ἡ προσληφθεῖσα· καὶ εἰ ἀληθὴς ἡ ‘ὁ Σωκράτης κάθηται’, ἐὰν μὴ παρὰ τὴν σύνθεσιν γένηται, ἐξενεχθείη ἂν τὸ ἀληθὲς συμπέρασμα τὸ ‘ὁ Σωκράτης δύναται βαδίζειν’. ὅμοιον τούτῳ καὶ τὸ μὴ γράφοντα γράφειν· ἐλλειπτικὸν γάρ ἐστι καὶ συνεφέλκον τὸ δύνασθαι.2 δεικτικὰ δέ εἰσι τοῦ ὅτι οἱ σοφιζόμενοι τοιαύτας μὲν τὰς προτάσεις λαμβάνοντες, εἶτα παρὰ τὴν σύνθεσιν ποιοῦντες ἀποτελοῦσι τὸν σοφισμόν. ἀλλὰ γὰρ πρότερον ἑκάστου τῶν σοφισμάτων τὴν ἀγωγὴν εἴπωμεν, καὶ τότε καὶ τὸ τῆς λέξεως διασαφήσωμεν ἀσαφές. εἰσὶ δὲ τοιαῦτα· οὐχὶ ὁ καθήμενος δύναται βαδίζειν; ναί· οὐχὶ ὁ Σωκράτης κάθηται; ναί· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει καὶ οὐ βαδίζει. πάλιν ἆρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί· ὁ δὲ Πλάτων οὐ γράφει· ὁ Πλάτων ἄρα γράφει. πάλιν ἆρά γε ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν νῦν γράμματα; τί δέ, ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ναί· ὁ Σωκράτης ἄρα μανθάνει νῦν γράμματα· ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. πάλιν ἐρωτᾷ· ὁ ἓν μόνον δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί· ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης ἓν μόνον φέρει· ὁ Ἀλκιβιάδης ἄρα πολλὰ φέρει· ἀλλὰ μὴν καὶ οὐ πολλά· ἓν γὰρ φέρει. ἔστι δὲ καὶ οὕτως ἐρωτῆσαι· οὐχὶ ὁ πολλὰ δυνάμενος φέρειν καὶ ἓν δύναται φέρειν; ναί· ὁ Ἀλκιβιάδης πολλὰ φέρει· ὁ Ἀλκιβιάδης ἄρα ἓν φέρει. αἱ μὲν οὖν ἀγωγαὶ τῶν σοφισμάτων, ἅπερ εἰς παράδειγμα τίθησι τοῦ παρὰ τὴν σύνθεσιν παραλογισμοῦ, τοιαῦταί τινες.

“因结合而产生的谬推如下,例如能够……” 亚里士多德中断了论述,在中间插入了诡计在同音异义和文意两可中依据多少种样态产生,并对这些进行了辨析且指出它们有三种之后,现在把论述引回到原本的顺序,并阐述依赖于词句的诡计的第三种样态(这就是因结合而产生的样态)。它被称为“因结合”,是因为被言说之物的含义本来在结合的状态下是可以被正确理解的,而有人违反结合[或脱离结合]来进行设定,从而产生了谬推。例如我所指为何?有这样一个推论:“坐着的人能够行走;苏格拉底坐着;因此苏格拉底行走;但他确实也坐着;因此他行走且不行走”。这个谬推是因结合而产生的;因为“能够”本应也被结合进去;因为如果添加了这一项,并且引出“因此苏格拉底能够行走”这样的结论,就不会推出任何荒谬的结果。但现在由于没有把“能够”也结合进去,反驳便包含了谬推。这种样态确实就是如此。让我们也来看看哲学家本人的话:“因结合而产生的谬推如下,例如坐着的人能够行走,以及没在写字的人能够写字”。这并不是推出某种荒谬之事的结论,而是所采用的真前提;并且如果“苏格拉底坐着”是真的,只要不是违反结合而进行推论,就会引出“苏格拉底能够行走”这一真结论。与此相似的还有“没在写字的人写字”;因为这是省略的,它连带着“能够”。这些都表明,那些施展诡辩的人采取了这样的前提,随后违反结合进行操作,从而完成了诡计。不过,让我们先陈述每一个诡计的推导过程,到那时再澄清字句中不清楚的地方。它们如下:“坐着的人难道不能行走吗?”“能”。“苏格拉底难道不是坐着吗?”“是的”。“因此苏格拉底行走;但他确实也坐着;因此苏格拉底行走且不行走”。又如:“没在写字的人能够写字吗?”“能”。“而柏拉图没在写字;因此柏拉图在写字”。又如:“懂得文字的人现在能够学习文字吗?”“那么,苏格拉底现在睡着了,难道不懂得文字吗?”“懂得”。“因此苏格拉底现在正在学习文字;但他也没有在学习;因为他睡着了”。他又问:“只能搬运一件东西的人,能够搬运很多东西吗?”“能”。“然而阿尔基比亚德只搬运一件东西;因此阿尔基比亚德搬运很多东西;但他确实也没有搬运很多;因为他搬运一件”。也可以这样发问:“能够搬运很多东西的人,难道不能搬运一件东西吗?”“能”。“阿尔基比亚德搬运很多东西;因此阿尔基比亚德搬运一件东西”。因此,他作为因结合而产生的谬推的例子所提出的诡计的推导过程,大体就是这样一些。

语法注2 条
  1. 1.18παρὰ τὴν σύνθεσιν δὲ τιθεμένου τινὸς

    独立属格结构,与前项的 τῆς μὲν ἐννοίας... δυναμένης 由 μέν...δέ 构成对比。介词 παρά 在此既有“因……”之意,也带有“违背/脱离”的含义;鉴于注解者在后文明确解释是由于“能够”一词未被结合进结论(παρὰ τὸ μὴ συντεθῆναι),此处指违反了正确的结合方式而进行设定。

  2. 1.18ἐλλειπτικὸν γάρ ἐστι καὶ συνεφέλκον τὸ δύνασθαι

    主语是前述短语“没在写字的人写字”(τὸ μὴ γράφοντα γράφειν)。分词 συνεφέλκον 为中性单数主格,与表语形容词 ἐλλειπτικόν 并列,支配宾格短语 τὸ δύνασθαι 作为宾语(意为“在句法和意义上连带附带了‘能够’”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:28.29-30.1