- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:1.1-2.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者提出了关于亚里士多德《辨谬篇》在逻辑学全书中的定位、著作目的及题名缘由的两种阐释,并引用柏拉图《欧绪德谟篇》中的问答来例证诡辩论证的性质。
ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ ΕΙΣ ΤΟΥΣ ΣΟΦΙΣΤΙΚΟΥΣ ΕΛΕΓΧΟΥΣ Ὅτι μὲν ὁ περὶ ἀποδείξεως λόγος τέλος ἐστὶ τῆς λογικῆς ἁπάσης πραγματείας, ἤδη φθάσαντες εἴπομεν ἐν οἷς τε περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διελέγετο ὁ Ἀριστοτέλης καὶ ἐν οἷς τὴν ἀποδεικτικὴν παρεδίδου μέθοδον. ἐπειδὴ γοῦν ἱκανῶς τὰ περὶ ἐκείνης ἡμῖν τῆς μεθόδου ἐζήτηται, ἀκόλουθον ἂν εἴη εἰπεῖν τι καὶ περὶ τῶν Σοφιστικῶν ἐλέγχων, τίς τε ὁ σκοπὸς τῆς παρούσης πραγματείας ἐστί, καὶ διὰ τί τάξιν ἔσχε τὴν τελευταίαν, καὶ ὅτου χάριν Σοφιστικοὶ ἐπιγράφονται ἔλεγχοι· ὡς γὰρ ἐν πολλοῖς εἴπομεν, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, χρὴ καὶ ταύτην σαφηνίζειν. σκοπὸς οὖν ἐστι τῆς παρούσης πραγματείας κατὰ μέν τινας, ὡς ἂν ἡμῖν τὴν μέθοδον παραδῷ1 δι’ ἧς τοὺς ἐλέγχους συνίστων οἱ σοφισταὶ καὶ τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου ἠπάτων· ἔστι δὲ αὕτη οἱ μέλλοντες παραδοθῆναι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους δεκατρεῖς τρόποι, οἳ καὶ ὥσπερ τινές εἰσι γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν. οἱ δὲ τοῦτον εἶναι τὸν σκοπὸν τῆς παρούσης πραγματείας τιθέμενοι καὶ διὰ τοῦτο ἐπιγεγράφθαι Σοφιστικοὺς ἐλέγχους φασίν, ὡς τῆς παρούσης πραγματείας περὶ τοῦ πῶς ἤλεγχον οἱ σοφισταὶ διαλαμβανούσης καὶ περὶ τῆς συστάσεως τῶν σοφισμάτων αὐτῶν, οὐ περὶ τοῦ πῶς ἂν τοῖς σοφισταῖς ἀντιλέγοιμεν. ἄλλοι δὲ οὐ τοῦτον εἶναι τὸν σκοπὸν τοῦ βιβλίου εἰσήγαγον, ἀλλὰ μᾶλλον σκοπὸν ἔχειν τὸν Ἀριστοτέλην εἰπεῖν περὶ τοῦ πῶς ἂν αὐτοὶ μάθοιμεν ἐλέγχειν καὶ ἀντιλέγειν τοῖς πειρωμένοις σοφίζεσθαι ἡμᾶς· διὰ τοῦτο γάρ φασιν οὐδὲ Περὶ τῶν σοφιστικῶν συλλογισμῶν ἐπιγέγραπται τὸ βιβλίον ἀλλὰ Σοφιστικοὶ ἔλεγχοι, ὡς μεθόδου παραδιδομένης δι’ ἧς ἄν τοὺς σοφιστὰς ἐλέγχειν δυναίμεθα. ἐπειδὴ γὰρ τῶν κατηγορικῶν συλλογισμῶν τὸ εἶδος τριττὸν εἶναι δέδειχε καὶ περὶ τῶν δύο, τοῦ τε διαλεκτικοῦ φημι συλλογισμοῦ καὶ τοῦ ἀποδεικτικοῦ, ἀρκούντως ἐν ταῖς αὐτῶν πραγματείαις διέλαβεν, ἐν τῷ παρόντι βιβλίῳ ὥσπερ ἡμῖν ἀλεξητήριον παρέχων φάρμακον εἰς τὸ ἀποφεύγειν τὰς σοφιστικὰς ἐνοχλήσεις περὶ τοῦ σοφιστικοῦ διαλέγεται συλλογισμοῦ, ἐλέγχους παραδιδοὺς μᾶλλον τῶν σοφιστικῶν λόγων, οἷα φιλοτιμούμενος ὡς μάλιστα περὶ τὸ ἀληθές, δι’ οὗ αἱ ἀδρανεῖς ψευδολογίαι καὶ ὁ τῶν δοκούντων ἐνδόξων φενακισμὸς διελέγχεται. ὡς γὰρ οἱ ἰατροὶ οὐ μόνον τὰ πρὸς ὑγείαν συντείνοντα διδάσκονται ἀλλὰ καὶ τὰ δηλητήρια τῶν φαρμάκων ἐπιζητοῦσι τίνα ἐστίν, οὐχ ἵνα τούτοις χρήσωνται, ἀλλ’ ὡς βλαβερὰ ταῦτα φεύγωσι καὶ θανάσιμα, κατὰ τὸν αὐτὸν τρόπον χρὴ πάντως καὶ τοὺς τοῖς ἀληθέσιν ἐγγυμνασθέντας καὶ πεῖραν τῶν ἐνδόξων λαβόντας εἰδέναι καὶ ποῖά εἰσι τὰ φαινόμενα ἔνδοξα. οὐ γὰρ τῷ Ἀριστοτέλει σκοπὸς ἦν προηγούμενος περὶ τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν (οὐ γὰρ δι’ αὐτὸ ἀλλὰ καθ’ ἕτερον περὶ τοῦ εἰρημένου εἴδους διδάσκει) 〈ἀλλὰ〉 περὶ τοῦ ἐλέγχειν τοὺς σοφιστάς. παιζόντων γάρ, οὐ σπουδαζόντων τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ·2 τὸ δὲ παίγνιον πῶς ἂν εἴη περισπούδαστον ἀνδράσι σοφοῖς καὶ ἐπιστήμοσιν; ὡς ἐν τῷ Εὐθυδήμῳ καὶ Πλάτων διαλαμβάνει, ἔνθα τῷ Κρίτωνι διαλεγόμενος ὁ Σωκράτης θαυμασίαν εἶναι τὴν σοφιστικὴν ἀποφαίνεται καὶ “πανσόφους ἀτεχνῶς” ὀνομάζει τοὺς σοφιστὰς καὶ βούλεσθαι μαθεῖν καὶ αὐτὸς ταύτην τὴν μέθοδον· εἶτα προτρέπεται τὸν Εὐθύδημον τῷ τοῦ Ἀξιόχου παιδὶ Κλεινίᾳ προσδιαλεχθῆναι· ὁ δ’ εὐθὺς ἀρξάμενος καὶ ὁμώνυμα ἐρωτῶν εἰς ἀντιφάσεις περιῆγε τὸν νέον οὕτω λέγων· “ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες; καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος”, πρῶτα μὲν ἠρυθρίασεν, εἶτα πρὸς τὸν Σωκράτην ἀπεῖδεν· ὁ δὲ παρεθάρρυνέ τε αὐτὸν καὶ ἀποκρίνασθαι διεκελεύσατο ὅ τι ἂν βούλοιτο· καὶ ἀποκρίνεται ὁ Κλεινίας “ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες”. καὶ ὁ Εὐθύδημος· ἆρά γε, ὦ Κλεινία, οἶδάς τινας διδασκάλους; ὡμολόγησεν οὗτος. τίνων οὖν εἰσι διδάσκαλοι; ἐκεῖνος· τῶν μανθανόντων. ἆρ’ οὖν σοφοὶ ἦσαν, ὅτε τὰ διδασκόμενα οὐκ ἠπίσταντο; “οὐ δῆτα, ἦ δ’ ὅς”. μανθάνουσιν ἄρα οἱ ἀμαθεῖς.
辨谬篇释义 关于证明的论述是整个逻辑学论著的终极目的,这在我们早先于亚里士多德探讨纯粹推论的诸篇章以及他传授证明方法的诸篇章中,就已经指出过了。既然关于那种方法的探讨已由我们充分完成,那么接下来顺理成章地也应当就《辨谬篇》谈论几点:本论著的目的为何,为何它位列最后,以及因何缘故被题名为《辨谬篇》。因为正如我们在许多地方所说,凡是著作的题名不能显而易见之处,亦必须对此予以阐明。因此,按照某些人的说法,本论著的目的在于向我们传授一套方法,智者们曾借此方法建构他们的反驳,并欺骗那些不通推论方法的人;而这一方法就是即将由亚里士多德亲自传授的十三种方式,它们可以说是诡辩的某些通用的瞄准目标。而那些主张这是本论著的目的的人说,该书被题名为《辨谬篇》正是由于这一缘故,即因为本论著所探讨的是智者们如何进行反驳以及诡辩本身的构造,而不是探讨我们当如何反驳智者。然而其他人则提出,这并非本书的目的,亚里士多德的目的毋宁在于探讨我们自己当如何学会去反驳并驳斥那些企图对我们施加诡辩的人。他们说,正因如此,本书也未被题名为《论智者推论》,而是题名为《辨谬篇》,因为此处所传授的是我们借以能够反驳智者的方法。既然他已经证明直言推论的种类有三重,并且对于其中两种——我指的是辩证推论与证明推论——已在各自的论著中作了充分探讨,那么在本书中,他探讨智者推论,就宛如向我们提供一种防卫性的药剂以规避智者的纠缠,由于竭力致力于真理,他传授的反倒是针对智者论证的反驳,通过它,虚弱的伪论以及表面通行的见解之欺骗皆被揭穿。因为正如医者不仅受教于有助于健康之事,而且也探究药物中的毒药为何物,这并非为了使用它们,而是为了将它们当作有害且致命之物加以规避;同样,那些在真理中受过训练并取得通行见解经验的人,也全然有必要知晓那些表面上的通行见解究竟是何种事物。因为亚里士多德的首要目的并非探讨智者的反驳(因为关于上述种类,他并非为了其自身而是为了他物才进行教导),〈而是〉关于反驳智者。因为这类推论属于儿戏之人,而非严肃之人;对于智慧与富有学识之士而言,儿戏之物又岂能成为汲汲以求的对象?正如柏拉图在《欧绪德谟篇》中所探讨的那样,苏格拉底在其中与克里同对话时表明,智者之术令人惊叹,并称智者们为“不折不扣的全知之士”,且〔表示〕自己也渴望学会这一方法。接着他敦促欧绪德谟同阿克西奥科斯之子克勒尼阿斯交谈;后者立即开始,提出具有歧义的问题,将这名年轻人引入矛盾,如此说道:“克勒尼阿斯啊,在人类之中,学习者是哪一类人?”接着,“由于这一问题重大,年轻人”先是脸红,继而望向苏格拉底;而苏格拉底鼓励他,并吩咐他回答任何他想回答的话。于是克勒尼阿斯回答说:“学习者乃是聪明之人”。欧绪德谟问:“那么克勒尼阿斯,你知道有某些教师吗?”他承认了。“那么他们是谁的教师呢?”后者说:“是学习者的[教师]”。“那么在他们尚不知晓所受教的事情时,他们是聪明的吗?”“绝非如此”,他说。“因此,学习的是无知之人”。
- 1.0σκοπὸς οὖν ἐστι τῆς παρούσης πραγματείας κατὰ μέν τινας, ὡς ἂν ἡμῖν τὴν μέθοδον παραδῷ
从属小句 ὡς ἄν 搭配虚拟语气(παραδῷ)在此用作名词 σκοπός 的表语补足语。古典希腊语中通常使用不定式或 ἵνα 从句,而此处构成了表示目的或内容的名词性从句,属于晚期希腊语用法。
- 1.0παιζόντων γάρ, οὐ σπουδαζόντων τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ
属格分词 παιζόντων ... οὐ σπουδαζόντων 与被省略的系动词 ἐστί 连用,作表示所属或特征的表语属格(意为“属于/体现了儿戏之人而非认真之人……”)。句子的主语是 τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ。
