← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§27.1-28.28

文意两可的谬推与产生多义的三种样态

注解亚里士多德《辨谬篇》第4章(166a6–166a14),分析了因文意两可(双关结构)产生的谬推的具体实例及其推导过程,并系统阐述了同音异义与文意两可产生的三种样态(词句固有的多义、习惯用法、以及单纯词项结合而生的多义)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους." Περὶ τοῦ παρὰ τὴν ὁμωνυμίαν γινομένου παραλογισμοῦ διαλαβὼν καὶ διδάξας πῶς γίνεται, μέτεισι καὶ εἰς τοὺς παρὰ τὴν ἀμφιβολίαν γινομένους παραλογισμοὺς τῆς ἀκολουθίας ἐχόμενος· καὶ γὰρ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν παρὰ τὴν λέξιν σοφισμάτων δευτέραν τὴν ἀμφιβολίαν ἔταξε. σαφῆ δὲ λίαν τίθησι τὰ παραδείγματα, καὶ οὐ μόνον οἷα δῆθεν προβλήματα παρὰ τῶν σοφιστῶν λέγονται, ἀλλ’ οἷα εἰκὸς καὶ ἐν λόγῳ μὴ συλλογιζομένῳ εὑρίσκεσθαι· τὸ γὰρ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους οὐκ ἔστιν ὡς πρόβλημα. ὅτι δέ ἐστιν ἀμφίβολον, δῆλον· σημαίνει γὰρ ὁ λόγος ἢ τὸ ἐμὲ γενέσθαι τῶν πολεμίων ἐπικρατῆ ἢ τοὺς πολεμίους ἐμοῦ. τοιοῦτόν ἐστι καὶ τὸ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· σημαίνει γὰρ ὁ λόγος σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι.1 ἡ δὲ ἀγωγὴ τοῦ ἐφεξῆς σοφίσματος τοιαύτη· ἆρα ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις λίθον· γινώσκει ἄρα ὁ λίθος. πάλιν ἆρ’ οὖν ὁρᾷ ὃ ὁρᾷ τις; ναί· ὁρᾷ δέ τις ξύλον· ὁρᾷ ἄρα τὸ ξύλον. σαφὴς καὶ ἀμφοτέρων ἡ λύσις· διττὸς γὰρ καὶ ἐν ἀμφοτέροις ὁ λόγος. ὁμοίως δὲ τούτοις ἔχει καὶ τὸ ἆρα σὺ φῂς εἶναι ὃ σὺ φῂς εἶναι; φῂς δ’ εἶναι λίθον· σὺ ἄρα φῂς εἶναι λίθος. ἔτι καὶ τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; ἔχει γὰρ καὶ τούτου ἡ ἀγωγὴ τοῦ σοφίσματος οὕτω· φῂς ὃ σὺ φῄς; ναί· φῂς δὲ σιγᾶν· σιγῶν ἄρα φῄς, ἢ καὶ τοὔμπαλιν φῂς σιγῶν. τὸ δὲ σόφισμα τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὕτως Εὐθύδημος ἠρώτα. ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐδαμῶς· τί δ’, ὅταν λίθους λέγῃς καὶ ξύλα καὶ σίδηρον, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα σιγῶντα λέγειν. εἶτα πάλιν ἐπιχειρῶν εἰς τοὐναντίον ἔλεγεν· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐδαμῶς· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; ναί· οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα.2

“因文意两可而产生的谬推如下:‘希望敌人俘获我[或我俘获敌人]’。” 在论述了因同音异义而产生的谬推并指明其如何产生之后,他顺着论述次序进而探讨因文意两可而产生的谬推;因为在枚举依赖于词句的智者诡计之中,他也将文意两可排在第二位。他给出的例子极其清晰,并且不仅包含所谓智者们所陈述的论题,也包含在非推论性的言论中也极可能见到的情形;因为“希望敌人俘获我”并不具有论题的形式。而它是两可的,这一点显而易见;因为这句话既意味着我对敌人取得优势,也意味着敌人对我取得优势。“愿野猪击倒我[或我击倒野猪]”也是如此;因为这句话意味着彼此之间[一方]捕获而[另一方]被消灭。随后的智者诡计的推导过程如下:“某人所认识的东西,这东西认识吗?”〔“认识。”〕“而某人认识石头;因此石头认识。”又如:“某人所看见的东西,这东西看见吗?”“是的。”“而某人看见木头;因此木头看见。”这两者的消解也是显而易见的;因为在这两处,话语都具有双重含义。与这些类似的还有:“你说你是你所说是的东西吗?”〔“是的。”〕“而你说是一块石头;因此你说你是一块石头。”此外还有:“沉默者有可能说话吗?”因为这个诡计的推导过程也是如此:“你说你说出的东西吗?”“是的。”“而你说的是沉默;因此沉默着你在说”,或者反过来,“你在说,沉默着”。至于“沉默者有可能说话吗”这个诡计,欧梯德谟是这样发问的:“沉默者有可能说话吗?”“绝不可能。”“那么,当你说石头、木头和铁块时,你不是在说沉默之物吗?”“是的。”“因此,沉默者说话[说沉默之物]是可能的。”接着他又反向立论说道:“说话者有可能沉默吗?”“绝不可能。”“那么,当你沉默时,你不是对一切都保持沉默吗?”“是的。”“因此你对说话的事物[说话的人]也保持沉默;所以说话者沉默[对说话的事物保持沉默]是可能的。”因为在此处,[应答者]是在不说话的人的意义上承认了“不说”,而他[欧梯德谟]却将其取作被言说的对象。

§1.17

"Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν." Εἴρηκε μὲν ἐκ τῶν δέκα καὶ τριῶν τρόπων, καθ’ οὓς γίνονται οἱ παραλογισμοί, μόνους τοὺς δύο, τόν τε παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν παρὰ τὴν ἀμφιβολίαν. πρὸ δὲ τοῦ καὶ τοὺς ἑξῆς ἐκθεῖναι, κατὰ ποίους καὶ πόσους τρόπους ἥ τε ὁμωνυμία καὶ ἡ ἀμφιβολία γίνεται, διδάσκει, καὶ φησὶ τρεῖς εἶναι καθ’ οὓς γίνονται οἱ κατὰ ταύτας παραλογισμοί. καὶ εἷς μέν ἐστιν, ὅταν ὁ λόγος ἢ τὸ ὄνομα κυρίως σημαίνῃ πλείω· ὃ γίνεται καὶ ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς. καὶ ἐπὶ μὲν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὸ ὄνομα πλείω σημαίνει ὡς ἐπὶ τῶν ὁμωνύμων, ὡς ἀετὸς καὶ κύων καὶ κόραξ καὶ κλεῖς· ἐπὶ δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν, ὡς εἴρηκε, πλείω σημαίνει ὁ λόγος. ἐπεὶ γὰρ ὁ λόγος σύνθεσίς ἐστιν ὀνομάτων (ῥητέον δὲ καὶ νῦν, ὡς πολλάκις εἴπομεν, ὀνόματα καὶ τὰ ῥήματα),3 τὸ διττὸν ἢ ἔν τισι τούτων τῶν ὀνομάτων ἐστὶν ἢ ἐν αὐτῷ τῷ λόγῳ· ἐν γὰρ τῷ ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ καὶ ὃ γινώσκει, τοῦτο γινώσκει ἐν τῷ λόγῳ εὑρίσκεται τὸ διττόν. δεύτερος δὲ τρόπος, καθ’ ὃν πάλιν οἱ παρὰ ἀμφότερα παραλογισμοὶ γίνονται, ὅταν εἰώθαμεν οὕτως ὀνομάζειν αὐτὰ ἐκεῖνα τὰ ὀνομαζόμενα. εἰωθότων γὰρ ἡμῶν λέγειν σιγῶντα καὶ τὸν σιγῶντα ἄνθρωπον καὶ τὰ σιγώμενα εὑρίσκει χώραν ὁ παραλογισμὸς καὶ ἀπατᾷ τὸν ἀκούοντα· εἰ δὲ σιγῶντα μόνως ἐλέγομεν τὸν σιγῶντα ἄνθρωπον, ὁμοίως δὲ καὶ τὰ σιγώμενα μόνως σιγώμενα ἐλέγομεν, οὐ μὴν ἐπετίθεμεν τούτοις ποτὲ καὶ τὸ σιγῶντα, οὐκ ἂν ἐγίνετο ὁ παραλογισμός. οὐ μόνον δὲ καὶ οὗτος ὁ τρόπος τοὺς παρὰ τὴν ἀμφιβολίαν ἀποτίκτει παραλογισμοὺς ἀλλὰ καὶ τοὺς παρὰ τὴν ὁμωνυμίαν. εἰώθαμεν γὰρ λέγειν κύνα καὶ τὸν ἀστρῷον καὶ τὸν χερσαῖον· εἰ γοῦν μὴ τῷ αὐτῷ ὀνόματι τὸν ἀστέρα καὶ τὸ χερσαῖον ζῷον καλεῖν εἰώθαμεν, οὐκ ἄν ποτε ἡμᾶς ἠπατήκει τὸ ὄνομα ἐφ’ ἑνὶ μόνῳ κείμενον. τρίτον τρόπον φησὶ τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν σοφισμάτων, ὅταν αὐτὰ μὲν καθ’ αὑτὰ τὰ ὀνόματα ἁπλᾶ τυγχάνῃ, συντεθέντα δὲ διττόν τινα ἐκφαίνωσι νοῦν. τά τε γὰρ γράμματα κεχωρισμένως τεθέντα οὐδὲν ἡμῖν διττὸν ἀποτίκτουσιν, ὁμοίως δὲ καὶ τὸ ἐπίσταται· συμπλακέντα δὲ καὶ συνηνωμένως ἐκφωνηθέντα διττὰ ἀποκυΐσκουσι τὰ νοήματα.

“因同音异义和文意两可而产生的谬推有三种样态。” 在产生谬推的十三种样态中,他只讲述了两种,即因同音异义和因文意两可而产生的样态。但在陈述随后的样态之前,他阐明了同音异义和文意两可是依照何种以及多少种样态产生的,并指出依据它们产生谬推的样态有三种。第一种是当话语或名称在严格本义上意味着多数事物时;这既发生在因同音异义的谬推中,也发生在因文意两可的谬推中。在因同音异义的谬推中,名称像在同音异义词的情形中那样意味着多数事物,如“鹰[雕/鹰座/山墙]”、“狗[犬/大犬座/鲨鱼]”、“乌鸦[渡鸦/乌鸦座/抓钩]”和“钥匙[钥匙/锁骨]”;而在因文意两可的谬推中,正如他所说,是话语意味着多数事物。因为话语是名称的结合(正如我们多次说过的,在此也应当把动词称作名称),双重性要么存在于这些名称中的某些之中,要么存在于话语本身之中;因为在“某人看见的东西,这东西看见”和“某人认识的东西,这东西认识”中,双重性正是存在于话语本身之中。这两种谬推再次产生的第二种样态,是当我们习惯于如此称呼那些被命名的事物本身之时。因为当我们习惯于把沉默的人和被保持沉默的事物都称作“沉默的”时,谬推便找到了立足之地并欺瞒听者;但如果我们仅仅把沉默的人称为“沉默的”,同样也仅仅把被保持沉默的事物称为“被沉默的”,并且绝不把“沉默的”加诸于这些事物,那么谬推就不会产生。不仅这种样态会产生因文意两可的谬推,而且也会产生因同音异义的谬推。因为我们习惯于把天上的星宿和陆地的动物都称作“狗”;如果我们不习惯用同一个名称来称呼星辰和陆地动物,而名称仅被赋予单一的事物,那么它就绝不可能欺骗我们。他指出因同音异义和文意两可的智者诡计的第三种样态是,当名称就其自身而言是单纯的,但结合在一起时却展现出某种双重的意义。因为“文字”被单独放置时,不会给我们产生任何双重性,同样“懂得”也是如此;但当它们交织在一起并联结起来发音时,便孕育出了双重的思想。

语法注3 条
  1. 1.16σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι

    在“带对格的不定式”结构中,反身代词 σφᾶς αὐτούς 既可作主动态不定式 ἑλεῖν 的主语亦可作其宾语,并与被动态不定式 ἀναιρεθῆναι 相关联。这一语序和句法结构本身在语法上体现了双方互为捕获者与被消灭者的双向二重含义。

  2. 1.16τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα

    虽然主语未明示,但前一小句 δέδωκεν(承认了)的主语是对话中的应答者,而后一小句中的 ὁ δέ(而他)则指提问者欧梯德谟。带有介词 ἐπί 的短语分别表示“在……的意义/情形下”。

  3. 1.17ῥητέον δὲ καὶ νῦν, ὡς πολλάκις εἴπομεν, ὀνόματα καὶ τὰ ῥήματα

    在非人称动词性形容词 ῥητέον 之后,对格 ὀνόματα 充当谓语补足语,而 καὶ τὰ ῥήματα 则是意义上的主语(即“动词也应当被称为名称”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:27.1-28.28