← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§25.21-26.37

同音异义引起的第三和第四种诡计辨析

亚历山大考察了亚里士多德提出的基于同音异义的第三和第四个诡计(坐者立着、患病者健康),阐明其谬误根源在于大前提中时间含义的双重性(同时发生还是过去的推移),并通过审判官的比喻及对原文文句的细致分析给出消解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι καὶ κάμνειν καὶ ὑγιαίνειν." Καὶ ταῦτα τρόπον τινὰ τὰ συμπεράσματά εἰσι τῶν παραλογισμῶν. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων τοιαῦται· οὐχὶ ὁ καθήμενος ἀνίσταται; ναί· τί δέ, οὐχ ὁ ἀνιστάμενος ἕστηκε; καὶ πῶς γὰρ οὔ; ὁ ἄρα καθήμενος ἕστηκε. πάλιν οὐχὶ ὁ ὑγιαζόμενος ὑγιαίνει; ὁμολογουμένως· οὐχὶ ὁ κάμνων1 ὑγιάζεται; ναί· ὁ ἄρα κάμνων ὑγιαίνει, ὅπερ ἄτοπον. ἐν ἑκατέρῳ οὖν τούτων τῶν συλλογισμῶν τὴν ἀπάτην ἡ μείζων ἔχει πρότασις· τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν·2 τὸ μὲν ὅτι ἅμα ἤρξατο ἀνίστασθαι καὶ ἑστηκώς ἐστι, καὶ ἅμα ἤρξατο ὑγιάζεσθαι καὶ ὑγιεινός ἐστιν, ἅπερ οὐ δοτέον· ψευδῆ γάρ εἰσι· τὸ δὲ ὅτι ἐνδέχεται τὸν πρότερον ὑγιαζόμενον καὶ πρότερον ἀνιστάμενον νῦν ὑγιαίνειν καὶ ἵστασθαι, ἐφ’ ὧνπερ καὶ τὸ ναὶ φατέον. διὸ κατὰ μὲν τὸ ἑστηκέναι τὸν ἀνιστάμενον, ὅτε ἤρξατο ἀνίστασθαι, ἐστὶ τὸ ἀδύνατον, καὶ οὐ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί· κατὰ δὲ τὸ νῦν ἑστηκέναι τὸν πρώην ἀνιστάμενον τὸ δυνατόν, καὶ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί. ὁμοίως καὶ ἐπὶ τῷ τὸν ὑγιαζόμενον ὑγιαίνειν· τὸ μὲν γὰρ ὅτι ἅμα ὑγιάζεταί τις καὶ ὑγιαίνει ἀδύνατον καὶ οὐ συγκαταθετέον τῷ λέγοντι· τὸ δ’ ὅτι ὁ πέρυσιν ὑγιαζόμενος ὑγιαίνει ἀληθές, καὶ ἐπὶ τούτου τὸ συγκαταθέσθαι οὐκ ἄλογον. παρὰ οὖν τὴν ὁμωνυμίαν ἐν τοῖς λόγοις τούτοις ὁ ἔλεγχος ἢ καὶ τὴν ἀμφιβολίαν· κοινωνοῦσι γὰρ αὗται ἀλλήλαις, ὥσπερ καὶ πρότερον εἴρηται καὶ προϊόντες μαθησόμεθα. ὡς ἔχει καὶ τὸ νῦν προβαλλόμενον· ἆρ’ οὐχ ὁ δικαστὴς χρᾶται τῷ ἔργῳ τοῦ νομοθέτου; ναί· τί δ’, οὐχ ὁ χρώμενος τῷ τινος ἔργῳ ἀρχιτεκτονεῖν ἐκείνου λέγεται; πάντως γε· ὁ δικαστὴς ἄρα τοῦ νόμου ἀρχιτεκτονεῖ. διττὸν γὰρ κἀνταῦθα τὸ χρᾶσθαι τῷ τινος ἔργῳ, τὸ μὲν ὡς ὀργάνῳ, ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοῦ δικαστοῦ, τὸ δὲ ὡς ἀρχῇ τῆς οἰκείας συστάσεως, ὅπερ οὐ κεκώλυται διὰ τοῦτο καὶ ὑπὸ τὸν νομοθέτην εἶναι καὶ ὑπάγεσθαι αὐτῷ καὶ ἀρχιτεκτονεῖσθαι ἢ ἀρχιτεκτονεῖν. εἰπὼν δὲ τὰς μείζους καὶ ἐλάττους προτάσεις τῶν παραλογισμῶν, τὰς μὲν μείζους ἐν οἷς λέγει ὅσπερ ἀνίστατο, ἕστηκε, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει, τὰς δὲ ἐλάττους ἐν οἷς φησιν ὅτι ἀνίστατο ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων, ἐπάγει τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει· ὅπερ δηλοῖ ὅτι οὐχ ἕν ἐστι καὶ ἓν σημαίνει τὸ ὑγιάζετο ὁ ὑγιαίνων καὶ ἀνίστατο ὁ ἑστηκώς, ἀλλ’ ὁμώνυμόν ἐστιν. ἔστι δὲ τὸ μὲν ποιεῖν μηνυτικὸν τοῦ καθῆσθαι ἢ μᾶλλον τοῦ ἀνίστασθαι, ἢ τάχα καὶ ἀμφοτέρων, τὸ δὲ πάσχειν τοῦ κάμνειν. ἦν δ’ ἂν σαφέστερον, εἰ οὕτω ἔκειτο· τὸ γὰρ ὑγιαίνειν τὸν κάμνοντα καὶ ἑστηκέναι τὸν ἀνιστάμενον οὐχ ἓν σημαίνει, διότι ὁτὲ μὲν διὰ τοῦ λόγου τοῦ λέγοντος ὅτι ὁ ὑγιαζόμενος ὑγιαίνει σημαίνεται ὅτι ὁ ὑγιαζόμενος νῦν ὑγιαίνει, ὅπερ ἐστὶ καὶ ψεῦδες (ἀδύνατον γάρ ἐστιν ἐνεργείᾳ ἔχειν τὴν ὑγίανσιν τὸν νῦν ὑγιαζόμενον καὶ τὴν ὑγείαν κατ’ ὀλίγον προσκτώμενον), ὁτὲ δὲ σημαίνεται πάλιν διὰ τούτου ὅτι ὃς ὑγιάζετο πρὸ δέκα τυχὸν ἡμερῶν, τουτέστι πρὸς τὴν ὑγείαν ἀνήγετο, νῦν ὑγιαίνει. ταῦτα εἰπὼν ἐπάγει πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων καὶ τὰ ἑξῆς, ἅπερ ὡς λύσις ἐστὶ τῶν σοφισμάτων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ὑγιάζεσθαι μὲν λέγεται καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πάλαι, ὑγιαίνειν δὲ οὐχ ὁ νῦν ὑγιαζόμενος ἀλλ’ ὅστις πάλαι ὑγιάζετο. κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων. ὑγιαίνει δὲ οὐχὶ ὁ κάμνων νῦν ἀλλὰ ὁ κάμνων πρότερον καὶ οὐ νῦν. ἵνα δὲ καὶ ἔτι σαφέστερον γένηται τὸ λεγόμενον, ῥητέον οὕτως· καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πρότερον [πρὸς] ὑγείαν ἀνακτώμενοι λέγοιντο ἂν ὑγιάζεσθαι· πλὴν ὑγιάζετο μὲν ὁ κάμνων, ὅτι ἔκαμνεν, ὑγιαίνει δέ, ὅτι οὐ κάμνει.

“此外,同一个人坐着又立着,患病又健康。” 这些在某种意义上也是谬推的结论。而智者诡计的论证推导过程如下:“坐着的人岂不是起立吗?”“是的。” “那么,起立的人岂不是立着吗?”“怎么会不立着呢?”“因此坐着的人立着。”又如:“正在康复的人岂不是健康吗?”“无可置疑。”“患病的人岂不是在康复吗?”“是的。”“因此患病的人健康”——这是荒谬的。因此,在这两个推论的每一个中,欺瞒都存在于大前提之中;因为“起立的人立着”和“正在康复的人健康”具有双重含义。一种含义是,他在开始起立的同时就已经立着,在开始康复的同时就已经健康——这些是不可承认的,因为它们是假的;另一种含义是,先前正在康复的人和先前正在起立的人,如今有可能健康并立着——对于这些情况确实应当说“是的”。因此,就起立的人在他开始起立时立着而言,这是不可能的事情,在此情况下不应赞同“是的”;但就先前起立的人如今立着而言,这是可能的事情,在此情况下应当赞同“是的”。关于“正在康复的人健康”也是同样:因为某人在康复的同时又是健康的,这是不可能的,不应赞同说话者;但去年正在康复的人如今健康,这是真的,在此情况下赞同并不是不合理的。因此,在这些论辩中的论驳依赖于同音异义,或者也依赖于文意两可;因为它们彼此相通,正如先前已经说过并且我们随着论述展开将会学到的那样。正如当下提出的这个论辩也是如此:“审判官岂不是使用立法者的制作物吗?”“是的。”“那么,使用某人制作物的人,岂不是被称为对那人具有支配指导地位吗?”“全然如此。” “因此审判官对法律具有支配指导地位。”因为在此处,“使用某人的制作物”同样具有双重含义:一种是作为工具,这在审判官身上是找不到的;另一种是作为自身构成的原则,因而不妨碍他由此而处于立法者之下并服从于他,且是被指导者而不是指导者。在说出了谬推的大前提和小前提之后——大前提是他所说的“正是起立的人立着”和“正是康复的人健康”,小前提则是他所说的“坐着的人起立”和“患病的人康复”——他接着说:“因为患病的人无论作何动作或遭受何事,都不意味着单一之事。”这表明,“健康的人正在康复”和“立着的人正在起立”不是单一的,也不意味着单一之事,而是同音异义的。而“作”指示的是坐着,或者更确切地说是起立,或者也许两者皆是,而“遭受”指示的是患病。如果表述如下,本来会更加清楚:“因为患病的人健康以及起立的人立着并不意味着单一之事,因为有时通过说‘正在康复的人健康’的论辩,意味着正在康复的人如今健康,这乃是假的(因为如今正在康复且逐渐获得健康的人,不可能在现实活动中已经拥有康复的状态),而有时又通过这一论辩意味着,假定十天前正在康复的人——即正在被导向健康的人——如今是健康的。”说了这些之后,他接着说:“不过,患病者与那患病者都在康复”等等,这些构成了智者诡计的消解。而他所说的意思是这样的:如今患病的人和从前患病的人都被说成在康复,但健康的不是如今正在康复的人,而是从前正在康复的人。在亚里士多德看来,[无冠词的]“患病者”被取作如今患病的人,而[带冠词的]“那患病者”被取作曾经患病的人。而健康的并不是如今患病的人,而是先前患病且如今不患病的人。为了使所说的话更加清楚,应当这样说:无论如今患病的人还是先前患病的人,在恢复健康时都可以被称为正在康复;不过,那患病者是因为曾经患病而正在康复,如今却因为不再患病而健康。

语法注2 条
  1. 1.15κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων

    该句以亚里士多德原文(πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων)中无冠词的分词 κάμνων 与带冠词的分词 ὁ κάμνων 的形态对立直接作为讨论的主语:前者指无冠词的用例(“患病者”),后者指带冠词的用例(“那患病者”)。

  2. 1.15τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν

    中性单数定冠词 τὸ 将通过 καί 连接的两个“宾格加不定式”短语(τὸν ἀνιστάμενον ἑστηκέναι 与 τὸν ὑγιαζόμενον ὑγιαίνειν)整体名词化,构成全句的主语。表语形容词 διττόν 之后省略了系动词 ἐστί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:25.21-26.37