← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§23.29-25.20

同音异义引起的谬误及前两例剖析

注解者探讨了亚里士多德所列基于同音异义的四个诡计中的前两个(有知识者在学习、恶是善),结合柏拉图《欧梯德谟篇》通过“学习”的多义性消解了前者,并通过“应为/必然”的多义性消解了后者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοῦτοι τῶν λόγων "Ἄρχεται τῶν παρὰ τὴν λέξιν σοφισμάτων, καὶ τίθησιν ἕκαστον τῶν ἓξ τρόπων παραδείγματα, καὶ πρῶτον τῶν παρὰ τὴν ὁμωνυμίαν. εἰσὶ δὲ οἱ πρὸς παράδειγμα ληφθέντες αὐτῷ τοῦ ἐξ ὁμωνυμίας παραλογισμοῦ σοφισμοὶ τέσσαρες. πρῶτος ὁ συμπεραίνων τὸν ἐπιστήμονα ἀνεπιστήμονα, δεύτερος ὁ τὰ κακὰ ἀγαθὰ καὶ ὁ τὸν καθήμενον ἑστηκέναι καὶ ἔτι ὁ τὸν κάμνοντα ὑγιαίνειν. εἴωθε δὲ πρῶτον ἐπάγειν τὸ συμπέρασμα τὸ σοφιστικὸν καὶ τότε τιθέναι καὶ τὸν συλλογισμόν· τὸ γὰρ μανθάνουσιν οἱ ἐπιστάμενοι, τοῦτό ἐστι τὸ συμπέρασμα. καὶ ἔοικε λαμβάνειν ἀντὶ τῶν ἐπιστημόνων τοὺς γραμματικοὺς καὶ τὴν ἐλάττονα παραλιμπάνειν πρότασιν τὴν ὅτι οἱ γραμματικοὶ ἀποστοματίζουσιν.1 ὁ δὲ ὅλος συλλογισμὸς ἔχοι ἂν οὕτως· ἆρ’ οὖν οὐχ οἱ ἐπιστάμενοι ἀποστοματίζουσι; ναί; οἱ δ’ ἀποστοματίζοντες μανθάνουσι; ναί· οἱ ἄρα ἐπιστάμενοι μανθάνουσι. λύων οὖν τὸν τοιοῦτον παραλογισμὸν φησὶν ὅτι τὸ μανθάνειν ὁμώνυμον, ἤγουν διττόν, τὸ μὲν λεγόμενον ἐπὶ τοῦ χρωμένου τῇ ἐπιστήμῃ καὶ ξυνιέντος καὶ σημαῖνον τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν ‘μανθάνω τὰ λεγόμενα’ ἀντὶ τοῦ ‘νοῶ’, τὸ δὲ τιθέμενον ἐπὶ τοῦ ἀναλαμβάνοντος ἐπιστήμην καὶ ἐξ ἀγνοίας ἀγομένου εἰς γνῶσιν καὶ μὴ εἰδότος μέχρι τοῦ νῦν· διόπερ φαμὲν τοὺς ἐπιστήμονας καὶ μανθάνειν καὶ οὐ μανθάνειν, μανθάνειν μὲν κατὰ τὸ χρᾶσθαι τῇ ἐπιστήμῃ καὶ ξυνιέναι, οὐ μανθάνειν δὲ κατὰ τὸ ἀναλαμβάνειν τὴν ἐπιστήμην. τὸ δὲ σόφισμα, ὡς ἐν προοιμίοις εἰρήκαμεν, ἐκ τοῦ Πλάτωνος εἴληπται, ἔχον οὕτως. ἠρώτα ὁ Εὐθύδημος τὸν Κλεινίαν· ὦ Κλεινία, πότεροι τῶν ἀνθρώπων μανθάνουσιν, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί, ἔφη ὁ Κλεινίας. καὶ ὁ Εὐθύδημος· εἰσὶ δὲ διδάσκαλοι; ναί. τίνων; τῶν μανθανόντων. τί δέ, οἱ μανθάνοντες οἷον σὺ ἠπίστασο ἃ ἐμάνθανες; οὐ δῆτα. ἆρα σοφὸς ἦς, ὅτε ταῦτα οὐκ ἠπίστασο; οὐδαμῶς. οὐκοῦν εἰ μὴ σοφός, ἀμαθὴς πάνυ· οἱ ἀμαθεῖς ἄρα, ὦ Κλεινία, μανθάνουσιν ἀλλ’ οὐχ οἱ σοφοί. εἶτα πάλιν ἐπεχείρει ἐκ τοῦ ἐναντίου ὁ Εὐθύδημος· λέγε, ὦ Κλεινία, “ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι τῶν παίδων ἐμάνθανον τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί. οἱ σοφοὶ ἄρα μανθάνουσιν, οὐχ οἱ ἀμαθεῖς”. ἐν μὲν δὴ τῷ πρώτῳ παραλογισμῷ ὁ μὲν Κλεινίας τὸ μανθάνειν δέδωκεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν τὰ λεγόμενα, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ ἐξ ἀνεπιστημοσύνης καὶ ἀγνοίας εἰς ἐπιστήμην καὶ γνῶσιν ἄγεσθαι· ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν. ἀλλὰ τοιοῦτος μὲν ὁ εἰρημένος παραλογισμός. ὁ δὲ τὰ κακὰ ἀγαθὰ συμπεραίνων τοιοῦτος. εἴληπται μὲν καὶ ἐνταῦθα πρότερον τὸ συμπέρασμα τὸ ὅτι τὰ κακὰ ἀγαθά· συνελήφθησαν δὲ καὶ αἱ δύο προτάσεις. ἔχει δὲ οὕτως· οὐχὶ τὰ κακὰ δέοντά ἐστι; ναί· οὐχὶ τὰ δέοντα ἀγαθά ἐστί; ναί· τὰ ἄρα κακὰ ἀγαθά. καὶ οὗτος οὖν ὁ παραλογισμὸς παρὰ τὸ διττόν· σημαίνει γὰρ τὸ δέον καὶ τὸ ὠφέλιμον καὶ τὸ καλόν· οἷον δέον τὰ δίκαια ποιεῖν, ἤγουν καλόν, ὁμοίως καὶ τοῖς νόμοις πείθεσθαι ἢ τοῖς γονεῦσι· σημαίνει καὶ τὸ ἀναγκαῖον, καθό φαμεν δέον τὸ γινόμενον φθαρῆναι ἀντὶ τοῦ ἀναγκαῖον· σημαίνει τὸ δέον καὶ τὸ συμφέρον· δέον γάρ φαμεν, ἤτοι συμφέρον, γυμνασίαις χρῆσθαι τοιαῖσδε. τριχῶς οὖν λεγομένου τοῦ δέοντος ὁ Ἀριστοτέλης τὸ ἓν σημαινόμενον παρείς, τὸ κατὰ τὸ συμφέρον, ἐκ τῶν δύο ἐμφανίζει τὰς μοχθηρίας τῶν παραλογισμῶν. ἐν μὲν οὖν τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὰ κακὰ δέοντα τὸ δέον ἀντὶ τοῦ ἀναγκαῖον εἴληπται· μάστιγες γὰρ καὶ πληγαὶ καὶ σφαγαὶ καὶ ἄλλα τινὰ κακὰ ὄντα ἀναγκαῖα τυγχάνει πρός τινας λῃστὰς καὶ φονεῖς· ἐν δὲ τῇ μείζονι ἀντὶ τοῦ ἀγαθὸν εἴληπται, καὶ παρὰ τοῦτο τὸ κακὸν εἶναι ἀγαθὸν συμπεπέρασται. εἰ γοῦν τις διεῖλε τὸ δέον καὶ τούτου τὸ μὲν ἔφησεν εἶναι2 ἀναγκαῖον τὸ δὲ ἀγαθόν, ἐπέσχεν ἂν τὸν σοφιστὴν ἐπαγαγεῖν τὸ συμπέρασμα διὰ τὸ μὴ τὸ ἀναγκαῖον δέον, ἤγουν τὴν τομὴν καὶ τὴν καῦσιν τὴν ἐξ ἀνάγκης ἐπαγομένην, τῷ ὑγιαίνοντι ἀγαθὸν εἶναι· αὗται γάρ, ἡ τομή φημι καὶ ἡ καῦσις, καθ’ ἑαυτὰ τυγχάνουσιν ὄντα κακά. γέγονε τοίνυν ὁ παραλογισμὸς διὰ τὸν μέσον ὅρον ἄλλον καὶ ἄλλον λαμβανόμενον. τοιοῦτοί εἰσι καὶ οὗτοι· οὐχὶ ὁ κόραξ πτηνόν ἐστι; τί δέ, οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστιν· ὁμώνυμον γὰρ τὸ κόραξ. καὶ πάλιν οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι; ναί· τί δέ, οὐχὶ ὁ ἰχθὺς ὁ ἀετὸς ἀετός ἐστιν; ὁ ἰχθὺς ἄρα πτηνόν ἐστιν. ἴδωμεν καὶ τὰ ἑξῆς δύο τοῦ παραλογισμοῦ τοῦ ἐξ ὁμωνυμίας παραδείγματα.

“而依赖于同音异义的有诸如此类的论辩”他开始了依赖于辞柄的智者诡计,并为六种方式的每一种设定例证,首先是依赖于同音异义的例证。而被他取作基于同音异义的谬推例证的智者诡计有四个:第一个是得出有知识者无知这一结论的,第二个是得出恶之事是善的结论的,以及坐着的人立着,还有患病的人健康。然而,他习惯于先引出智者的结论,然后才设定其推论;因为“有知识的人在学习”这句话,这便是结论。而他似乎以文法学者代替了有知识的人,并省略了小前提,即文法学者们背诵这一前提。整个推论当是如此:“那么,有知识的人岂不是在背诵吗?”“是的。”“而背诵的人岂不是在学习吗?”“是的。”“因此,有知识的人在学习。”于是,他在消解这种谬推时说,“学习”是同音异义的,即具有双重含义:一种是就运用知识并理解的人而言,指领悟——正如我们习惯于说“我学习所说的话”来代替“我领悟” ——另一种是用于获得知识、从无知被引导至认知并且直到当下尚不知晓的人。因此我们说,有知识的人既在学习又不在学习:按照运用知识与理解而言是在学习,但按照获得知识而言则不在学习。而正如我们在序论中所说,这一诡计取自柏拉图,其情形如下。欧梯德谟询问克勒尼阿斯:“克勒尼阿斯啊,众人之中何者在学习,是智者还是无知者?”“是智者,”克勒尼阿斯说。欧梯德谟说:“那么有教师吗?”“有。”“是谁的教师?”“学习者的。”“那么,像你这样的学习者,知道你所学的事物吗?”“绝非如此。”“当你不知道这些事物时,你是智者吗?”“绝不是。”“因此如果不聪明,就完全是无知者;那么克勒尼阿斯啊,是无知者在学习,而不是智者。”随后欧梯德谟又从相反的方向进行反驳:“克勒尼阿斯,你说,‘每当小学教师向你们朗读时,孩子们中是哪一部分人在学习朗读的内容,是聪明的还是无知的?’”“是聪明的。”“因此是聪明的人在学习,而不是无知的人。”在第一个谬推中,克勒尼阿斯是在理解和领悟所说之话的意义上承认了“学习”,而欧梯德谟则是在从无知与不学被引导至知识与认知的意义上取之;但在第二个推论中则相反。上述谬推便是如此。而得出恶之事是善的结论的谬推则是这样的。在此处,“恶之事是善的”这一结论同样预先被取定;而两个前提也被合并缩约。其过程如下:“恶之事岂不是应为(必然)之事吗?”“是的。”“应为(必然)之事岂不是善吗?”“是的。”“因此恶之事是善。”于是这个谬推也是依赖于双重性;因为“应为(必然)之事”既指有益之事和崇高之事——例如行正义之事是应为的(即崇高的),同样服从法律或父母也是如此;它也指必然之事,正如我们用“生成之物毁灭是应为的”来代替“必然的”;它也指适宜之事:因为我们说采用此类体操锻炼是应为的,即适宜的。既然“应为之事”有这三种说法,亚里士多德便省去了按照适宜而言的那一种含义,从另外两种含义中揭示出谬推的拙劣。在称恶之事是应为之事的小前提中,“应为之事”被取作代替“必然之事”;因为鞭笞、击打、屠戮以及其他某些作为恶的事物,对某些强盗和杀人犯而言恰好是必然的;但在大前提中它被取作代替“善”,正因如此便得出了恶是善的结论。如果有人区分了“应为(必然)之事”,并指出其中一部分是必然的,另一部分是善的,他便会阻止智者引出结论,因为必然的“应为之事”——即出于必然施加的切割与烙烫——对健康者而言并不是善的;因为这些,我是指切割和烙烫,其本身恰好是恶的事物。因此,谬推是由于中项被作不同的理解而产生的。以下这些也是如此:“乌鸦岂不是有翼动物吗?”“那么,我们用来锁门的器具(门闩钩)岂不是乌鸦(钩子)吗?”“因此该器具是有翼动物”——因为“乌鸦”是同音异义的。又如:“雕岂不是有翼动物吗?”“是的。”“那么,被称为雕的鱼(鹞鲼)岂不是雕吗?”“因此该鱼是有翼动物。”让我们也来看同音异义谬推接下来的两个例证。

语法注2 条
  1. 1.14τὴν ἐλάττονα παραλιμπάνειν πρότασιν τὴν ὅτι οἱ γραμματικοὶ ἀποστοματίζουσιν

    定冠词 τὴν 置于名词 πρότασιν 之后,引入由 ὅτι 开头的从句构成同位语结构(“即文法学者们背诵这一[小前提]”)。παραλιμπάνειν 则是依附于前文 ἔοικε 的不定式。

  2. 1.14εἰ γοῦν τις διεῖλε τὸ δέον καὶ τούτου τὸ μὲν ἔφησεν εἶναι ἀναγκαῖον τὸ δὲ ἀγαθόν, ἐπέσχεν ἂν τὸν σοφιστὴν ἐπαγαγεῖν τὸ συμπέρασμα διὰ τὸ μὴ τὸ ἀναγκαῖον δέον, ἤγουν τὴν τομὴν καὶ τὴν καῦσιν τὴν ἐξ ἀνάγκης ἐπαγομένην, τῷ ὑγιαίνοντι ἀγαθὸν εἶναι

    该条件句为过去与事实相反的虚拟条件句(εἰ 搭配不定过去时直陈式 διεῖλε ... 不定过去时直陈式带 ἄν, 即 ἐπέσχεν ἄν)。在表示原因的介词短语 διὰ τὸ μὴ ... εἶναι 中,带冠词的不定式结构包含了其主语(τὸ ἀναγκαῖον δέον)及其同位语解释(ἤγουν 以下)、与格补足语(τῷ ὑγιαίνοντι)和表语(ἀγαθὸν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:23.29-25.20