- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:22.29-23.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大进一步阐明了证明依赖于辞柄的谬误共有六种的推论,举例说明各类谬误如何归入双重性的三类划分(现实、潜能、表象),并解释了由于亚里士多德省略前提而造成的晦涩。
λεχθείη δ’ ἂν σαφέστερον ὁ συλλογισμὸς καὶ οὕτως· πόθεν δῆλον ὅτι πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι; ἢ πάντως τῷ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ τὸ διττὸν ἔχειν·1 πάντα δὲ τὰ οὕτως ἔχοντα ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ διὰ τοῦτο τὰ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι. οὐκοῦν κοινὸν πᾶσι συμπέρασμά ἐστι τὸ τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς γίνεσθαι συμβαίνειν. καὶ τὰ μὲν τῶν συλλογισμῶν τοιαῦτα. ἐνεργείᾳ μὲν οὖν τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν σοφισμοί, ἐν ὀνόματι μὲν οἱ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ οἱ παρὰ τὴν ἀμφιβολίαν· ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· τό τε γὰρ κύων ὄνομα οὐχ ἑνός ἐστι δηλωτικόν, ἀλλὰ καὶ τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ οὐχ ἑνὸς ἀλλὰ δύο. δυνάμει δὲ τὸ διττὸν ἔχουσι οἱ παρὰ τὴν προσῳδίαν καὶ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν· οὗτοι γὰρ πλείω μὲν οὐ σημαίνουσιν ἀλλὰ πάντως ἕν· διὰ δὲ τὸ ἑκατέρως δέχεσθαι διττοὶ λέγονται. διὸ καὶ δυνάμει φαμὲν αὐτούς· τοιοῦτον γὰρ τὸ δυνάμει. τὸ γὰρ ‘ὄρος ἕστηκεν’ ἐνεργείᾳ μὲν οὐδενός ἐστι δηλωτικὸν ἐκφωνούμενον μόνως· γραφὲν δὲ δύναται πολλῶν γενέσθαι δηλωτικὸν ἢ δασείας ἢ ψιλῆς τιθεμένης ἐν τῷ ὄρος. πῶς δὲ καὶ οἱ παρὰ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν δυνάμει τὸ διττὸν ἔχουσι, προϊόντες εἰσόμεθα. φαντασίᾳ δὲ τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τοῦ γὰρ ‘ὁρῶ’ καὶ ‘λέγω’ ὁμοίως ἐκφερομένου φασὶν οἱ σοφισταί· ἆρ’ οὐχὶ τὸ ὁρᾶν καὶ λέγειν ὁμοίως λέγεται; ναί· ἔστι δὲ τὸ λέγειν ἐνεργεῖν· καὶ τὸ ὁρᾶν ἄρα· ἀλλὰ μήν ἐστι καὶ πάσχειν τὸ ὁρᾶν, εἴπερ συγκρίσει καὶ διακρίσει τῶν αἰσθητηρίων ἡ ἀντίληψις τῶν αἰσθητῶν γίνεται. πολλὴν δὲ τὴν ἀσάφειαν ὁ Ἀριστοτέλης ἐποίησε τὸν συλλογισμὸν ἐκτιθείς. σαφηνισθήτω δὲ ἡ λέξις αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν.2 πίστις ἐστὶ τοῦ ἓξ εἶναι τὸν ἀριθμὸν τὰ παρὰ τὴν λέξιν σοφίσματα ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος, ἄλλον συλλογισμὸν ὥσπερ λέγων τοὺς προσυλλογισμοὺς τοὺς τὴν μείζονα καὶ ἐλάττονα πρότασιν συνιστῶντας. τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς ὀνόμασι τοῖς αὐτοῖς καὶ λόγοις καὶ μὴ ταὐτὰ δηλώσαιμεν ἡ μείζων ἐστὶ πρότασις3 τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. ἴσον δέ ἐστι τὸ τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλώσαιμεν μὴ ταὐτὸ τῷ ‘πᾶν τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι’. ἐγένετο δ’ αὕτη ἡ ἀσάφεια ἐκ τοῦ ταύτην δὴ μόνην θεῖναι τὴν πρότασιν τὴν δὲ ἐλάττονα καὶ τὸ συμπέρασμα καὶ τοὺς προσυλλογισμοὺς ἀφεῖναι.
该推论也可以更清楚地表述如下:从何处可以明白凡不被相同的名称和话语表示为相同事物者都必然以六种方式产生?岂不是完全由于它们在潜能上、在现实上或在表象上具有双重性?而凡处于这种情况者都必然以六种方式产生;因此,不被相同名称和话语所表示者必然以六种方式产生。所以,依赖于辞柄的智者诡计必然以六种方式产生,是所有〔推论〕共通的结论。有关推论的情况就是如此。于是,依赖于同音异义和歧义的智者诡计在现实上具有双重性——依赖于同音异义者在名称中具有,依赖于歧义者在话语中具有;而在现实上具有,是因为它们实际上指称两件事物。因为“狗”这个名称并非表示一件事物,而且“沉默者能说话吗?”也并非表示一件而是表示两件事物。另一方面,依赖于重音、结合与分割的诡计则在潜能上具有双重性;因为这些并非指称多件事物,而是完全指称一件;但由于能被作两种理解,它们被称为具有双重性。因此我们也说它们在潜能上如此;因为潜能之物就是这样的。因为“山(或界标)立着”这句话如果仅仅被念出来,在现实上什么也不表示;但写下来时,根据在“oros”上放置的是粗气符还是细气符,它便能成为表示多件事物的。至于依赖于结合与分割者如何也在潜能上具有双重性,我们将在下文中得知。再者,依赖于辞句形态的诡计在表象上具有双重性;因为既然“我看见”和“我说”发音相似,智者们便说:“看见和说岂不是具有相似的表述吗?”“是的。”“但说是活动;因此看见也是。”然而,如果对感觉对象的领会确实是通过感觉器官的聚结与分离产生的,那么看见也是受动。亚里士多德在阐述推论时造成了很大的晦涩。既然我们再次探讨文本,就让辞句变得明晰吧:“依赖于辞柄的智者诡计在数目上为六这一点的确证,是归纳与推论,即使另取一个”——他称之为“另一个推论”,宛如指确立大前提和小前提的那些预备推论。而“并且我们能以如此多的方式用相同的名称和话语表示不同的事物”这一句,是他自己所设定的推论的大前提。并且,“我们能以如此多的方式用相同的名称和话语表示不同的事物”等同于“凡不被相同的名称和话语所表示者都必然以六种方式产生”。而这种晦涩正是由于他仅设定了这一前提,却省略了小前提、结论以及预备推论所致。
- 1.13ἢ πάντως τῷ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ τὸ διττὸν ἔχειν
小词 ἤ 引出对前句疑问 πόθεν δῆλον ὅτι... 的回答,采取设问形式(“难道不是完全因为……?”),实质上表示肯定的断言。带冠词的不定词短语 τῷ... ἔχειν 作原因与格,指出论证的根据。
- 1.13σαφηνισθήτω δὲ ἡ λέξις αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν
属格独立结构 αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν 相对于包含第三人称被动命令式 σαφηνισθήτω 的主句表示时间或条件(“当我们再次探讨文本时”)。代词 αὐτήν 指代阴性名词 ἡ λέξις。
- 1.13τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς ὀνόμασι τοῖς αὐτοῖς καὶ λόγοις καὶ μὴ ταὐτὰ δηλώσαιμεν ἡ μείζων ἐστὶ πρότασις
中性冠词 τό 将整个引用从句 καὶ ὅτι τοσαυταχῶς ἂν... δηλώσαιμεν 名词化作全句的主语,而 ἡ μείζων ἐστὶ πρότασις 构成表语部分。注解者引用亚里士多德原文(165b28–30)的句式,用以明确其即为推论的大前提。
