← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§21.29-22.29

论六种依赖辞柄谬误的三段论及前提证明

关于亚里士多德提出依赖于辞柄的谬误模式仅有六种之确证在于归纳和推论(165b27),注解者援引盖伦将其推论重构为第一格第一式(Barbara)的三段论,并提出了确立其大小两个前提的预备推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#1

" Τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς." Ἔφησεν ἐν τοῖς ἄνω ὅτι ἓξ εἰσι μόνοι τρόποι τῶν παρὰ τὴν λέξιν σοφισμάτων, οὐδεὶς ἕτερος, καὶ τὸν ἑαυτοῦ λόγον πιστούμενος τὸν ὅτι οὔτε πλείους εἰσὶν οὗτοι τῶν ἓξ λέγοντα οὔτε ἐλάττους φησί·1 πίστις δὲ τοῦ ἓξ εἶναι αὐτοὺς καὶ μὴ τὸν ἀριθμὸν τοῦτον ὑπερβαίνειν ἥ τε ἐπαγωγή, ἥτις παρ’ ἐμοῦ ὕστερον ἐπαχθήσεται, ἐκτιθεῖσα τοὺς παρὰ τὴν λέξιν σοφισμοὺς καὶ πᾶν ὃ ἂν εἴη ἕτερον σόφισμα γινόμενον ἐκ τῆς λέξεως εἰς τούτους ἀνάγουσα, καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτερος. ἕτερος δὲ λέγει τοὺς προσυλλογισμοὺς ἑκατέρας τῶν προτάσεων τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ.2 καὶ αὐτὸς οὗτος ὁ προσεχῶς τοῖς λεγομένοις παρ’ αὐτοῦ τούτου τιθέμενος, εἰ καὶ ἀσαφῶς καὶ οἷον εἰπεῖν αἰνιγματωδῶς. πῶς δὲ ταῦτα ἔχει, λεκτέον τοῦ σαφοῦς ἕνεκα. ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι γίνεται καὶ πρώτῳ τρόπῳ τοῦ πρώτου σχήματος· ὁμοίως καὶ ἑκάτερος προσυλλογισμὸς ἑκατέρας προτάσεως. ἔχει δ’ ὁ συλλογισμὸς οὕτως, ὡς καὶ Γαληνός φησι· τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι· πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι· πάντα ἄρα τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. τοιοῦτος μὲν οὖν ὁ συλλογισμός. ἄλλον δὲ συλλογισμὸν λέγοι ἂν τὸν κατασκευάζοντα τὴν μείζονα πρότασιν τὴν λέγουσαν ὅτι πᾶν τὸ μὴ ταὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι, ἔτι τὸν κατασκευάζοντα τὴν ἐλάττονα τὴν λέγουσαν ‘τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι’. δείκνυται δὲ ἡ ἐλάττων αὐτοῦ πρότασις, ἂν ληφθῇ μέσος ὅρος τὰ παρὰ τὴν κακίαν τῆς λέξεως. καὶ εἴη ἂν ὁ συλλογισμὸς ὁ τὴν ἐλάττονα πρότασιν κατασκευάζων τοιοῦτος· τὰ σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται· τὰ παρὰ τὴν κακίαν τῆς λέξεως γινόμενα πάντα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι γίνονται· τὰ ἄρα σοφίσματα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς 〈αὐτοῖς〉 ὀνόμασι καὶ λόγοις δηλοῦσθαι γίνονται. ὅπερ δὴ συμπέρασμα ἡ ἐλάττων ἦν, ὡς εἴρηται, πρότασις τοῦ προγεγονότος συλλογισμοῦ. καὶ ἡ μείζων ὁμοίως δείκνυται τῷ ληφθῆναι μέσον τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ.3 ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς κατασκευάζων τὴν μείζονα τοιοῦτος· ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχει, τουτέστιν οὐ τὸ αὐτὸ δηλοῦσι· πᾶν δὲ διττὸν ἐν ὀνόματι καὶ λόγῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ· τὸ δὲ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ δὶς λαμβανόμενον ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ τὸ συμπέρασμα δῆλον.

“而对此的确证是通过归纳而得的。” 他在上文中说过,依赖于辞柄的智者诡计只有六种模式,绝无其他,并且为了证实他自己那主张这些模式既不多于六种也不少于六种的话,他说:证实它们是六种且不超过这个数目的,既包括后来由我引出的归纳——它列明依赖于辞柄的智者诡计,并将任何其他从辞柄产生的智者诡计还原为这些;也包括推论,既可以是另取一个。他所说的“另一个”,是指他自己所设定的推论的两个前提各自的预备推论;也可以是〔取〕紧接着所说内容由这位作者本人提出的推论本身,尽管是以晦涩且可以说是如谜一般的形式提出的。为了明晰起见,必须说明这些情况是怎样的。该推论是在第一格和第一格的第一式中形成的;两个前提各自的预备推论同样如此。正如盖伦也说的那样,该推论如下:依赖于辞柄的智者诡计产生于不用相同的名称和话语表示相同的事物;凡不用相同的名称和话语表示相同事物者,都必然以六种方式产生;因此,所有依赖于辞柄的智者诡计都必然以六种方式产生。推论就是这样。而他所说的“另一个推论”,可以指确立大前提的推论——该大前提陈述凡不用相同的名称和话语表示相同事物者都以六种方式产生;此外还可以指确立小前提的推论——该小前提陈述“依赖于辞柄的智者诡计产生于不用相同的名称和话语表示相同的事物”。如果将“依赖于辞柄之缺陷的事物”取为中项,该小前提就得到了证明。确立小前提的推论将是这样的:智者诡计产生于辞柄的缺陷;凡产生于辞柄之缺陷者,皆产生于不用相同的名称和话语表示相同的事物;因此,智者诡计产生于不用相同的名称和话语表示相同的事物。正如所言,这个结论正是前面那个推论的小前提。同样,大前提也通过将“或潜能地、或现实地、或表象上地”取为中项而得到证明。确立大前提的这个推论也是这样的:话语和名称具有双重性,即它们并不表示相同的事物;名称和话语中一切具有双重性者,要么在潜能上,要么在现实上,要么在表象上;而在潜能上、在现实上或在表象上者,如果取两次,就必然以六种方式产生;而结论是显而易见的。

语法注3 条
  1. 1.13καὶ τὸν ἑαυτοῦ λόγον πιστούμενος τὸν ὅτι οὔτε πλείους εἰσὶν οὗτοι τῶν ἓξ λέγοντα οὔτε ἐλάττους φησί

    分词 πιστούμενος 修饰主动词 φησί,表示伴随状况或方式。结构 τὸν ὅτι... λέγοντα 中,冠词 τὸν 与分词 λέγοντα 结合并统辖 ὅτι 从句,作 τὸν ἑαυτοῦ λόγον 的限定修饰语(“他自己那主张……的话”)。由 φησί 引出的被引述主句的谓语核心结构为 πίστις δὲ ... ἥ τε ἐπαγωγή ... καὶ ὁ συλλογισμός。

  2. 1.13ἕτερος δὲ λέγει τοὺς προσυλλογισμοὺς ἑκατέρας τῶν προτάσεων τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ

    承接亚里士多德原文中的 ἄν τε ληφθῇ τις ἕτερος(“即使另取一个……”),将 ἕτερος 作为引述的词项,动词 λέγει 以亚里士多德为主语,支配宾格 τοὺς προσυλλογισμοὺς,意为“所谓另一个,他指的是预备推论”。

  3. 1.13τῷ ληφθῆναι μέσον τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἡ φαντασίᾳ

    带冠词的不定式 τῷ ληφθῆναι 作表示方式或原因的与格。其逻辑主语是被中性单数冠词 τὸ 名词化的析取短语 τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ,而 μέσον 作其谓词性宾格(“通过将‘或潜能地……’取作中项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:21.29-22.29