- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:20.14-21.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者针对亚里士多德在《辨谬篇》165b23中将反驳模式分为两种的论述,将全部十三种谬误推理划分为依赖于辞柄的六种和独立于辞柄的七种,从语音与事物的最高区分出发阐明其逻辑根据,并概述了依赖于辞柄的诸模式的细分。
" Τρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο." Νῦν προτίθεται λέγειν περὶ τῶν τρόπων τῶν παραλογισμῶν. δέκα δὲ καὶ τριῶν αὐτῶν ὄντων δύο τρόπους αὐτῶν εἶναί φησιν. εἴη δ’ ἂν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων,1 καί ἐστι τρόπον τινὰ λέγων οὕτως, ὅτι εἴδη τῶν σοφιστικῶν ἐνοχλήσεών εἰσι δύο, καὶ τὸ μὲν ἓν τῶν εἰδῶν ἓξ τρόπους περιέχει, τοὺς παρὰ τὴν λέξιν λεγομένους, τὸ δὲ ἕτερον ἑπτά, οὓς ἔξω καλεῖ τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῇ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι καὶ μὴ κυρίως προσαγορευόμενος, τρίτος δὲ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτη διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα καὶ τούτων τὰ μέν εἰσι λεκτὰ τὰ δὲ τυγχάνοντα, λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ τὰ πράγματα, καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν2 ἢ περὶ φωνὰς ἢ περὶ πράγματα· ἑκάτερον δὲ τούτων εἰς πλεῖστα διαιρεῖται. καὶ εἰ μὲν περὶ φωνάς, περὶ ταύτας ἔσονται οἱ παρὰ τὴν λέξιν ἓξ τῶν σοφισμάτων τρόποι· εἰ δὲ περὶ πράγματα, οἱ τῶν ἔξω τῆς λέξεως λοιποὶ ἑπτὰ τρόποι. πρῶτον μὲν οὖν λεκτέον περὶ τῶν παρὰ τὴν λέξιν σοφιστικῶν τρόπων, ὕστερον δὲ περὶ τῶν ἔξω τῆς λέξεως. ἀνάγκη τοίνυν τὰ παρὰ τὴν λέξιν σοφίσματα περὶ φωνὰς ὄντα ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς. καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν διάφορα πράγματα περιεχουσῶν, καὶ γίνεται τὸ πρῶτον εἶδος τῶν εἰρημένων παραλογισμῶν τὸ κατὰ τὴν ὁμωνυμίαν, ἢ ἐκ τῶν συνθέτων φωνῶν ὁμοιοτρόπως διάφορα πράγματα περιεχουσῶν, καὶ ἀποτελεῖται τὸ δεύτερον εἶδος τὸ κατὰ τὴν ἀμφιβολίαν. τέσσαρες δέ εἰσι τρόποι ἐξ ὧν τὰ δύο ταῦτα συνίστασθαι εἴωθε. πρῶτος μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἀμφοῖν ἐπ’ ἴσης, ὡς μαθησόμεθα. δεύτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· τί δέ ἐστι τὸ εἰωθότες ὦμεν οὕτω λέγειν, ὅτε τὴν λέξιν ἐπισκεψόμεθα, δηλοποιηθήσεται· πλὴν καὶ οὗτος κοινός ἐστιν ἀμφοῖν, ὡς καὶ ὁ πρὸ αὐτοῦ. τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ἡνίκα τὸ μὲν σύνθετον ἓν σημαίνει τὸ δ’ ἁπλοῦν πολλά. [ἀλλ’ ὅπερ ἐλέγομεν] ἢ γοῦν, ὡς ἄνωθεν ἐλέγετο, τὰς ἁπλᾶς φωνὰς διατηρεῖ τις διάφορα δὲ πράγματα περιεχούσας, καὶ ποιεῖ τοὺς εἰρημένους δύο τρόπους τῶν σοφισμάτων ἢ τὰς ἁπλᾶς συντίθησι καί τι ἑπόμενον ἐκ τῆς συνθέσεως τῆς ὅλης φωνῆς λαμβάνει, καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος τῶν ἐν λέξει, ἢ ἀντιστρόφως τούτῳ,3 καὶ ποιεῖ τὸ κατὰ τὴν διαίρεσιν. ἀλλ’ ἐκ μὲν τῶν κατ’ αὐτὰς τὰς λέξεις σοφιστικῶν τρόπων ταῦτα συνίστανται τὰ σοφίσματα. ἐκ δὲ τῶν περὶ αὐτὰς ἕτερα δύο συνίστανται· ἢ γὰρ παρὰ τὸν τόνον ἢ καὶ τὸ πνεῦμα, καὶ ποιεῖ τὸ παρὰ τὴν προσῳδίαν, ἢ παρὰ τὴν ποιὰν σχέσιν τοῦ σχηματισμοῦ τῆς λέξεως, καὶ ποιεῖ τὸ παρὰ τὸ σχῆμα καλούμενον εἶδος τῆς λέξεως. καὶ οὗτοι μὲν οἱ ἐκ τῶν λεκτῶν τρόποι ἕξ. πῶς δὲ καὶ ὅθεν ἕκαστος τούτων συνίσταται, παρακατιόντες ἐροῦμεν καὶ διὰ παραδειγμάτων τὸ σκοτεινὸν τοῦ λόγου διαφωτίσομεν.
“反驳的模式有两种。” 现在他提议讨论谬误推理的诸模式。尽管它们有十三种,他却说它们的模式有两种。他可能是用“模式”代替“种”,并且在某种意义上是这样说的:智者困扰的种有两种,其中一种包含依赖于辞柄的六种模式,另一种包含他称为独立于辞柄的七种模式。而依赖于辞柄产生表象的是:同名异义、双关歧义、结合、分离、抑扬、表达形式。另一方面,独立于辞柄的模式中,第一种是由于偶性,第二种是由于被无条件地言说或并非无条件而是依某种方式、地点、时间或关系被言说且未被正当地称呼,第三种是由于不知反驳,第四种是由于后件,第五种是由于乞题,第六种是把非原因当作原因,第七种是由于把多个问题变成一个问题。既然存在者的最高区分为语音和实在事物,而这些当中一些是可言说之物,另一些是实际存在之物——语音是可言说之物,而事物是实际存在之物——智者反驳的区分在最初的划分上也涉及语音或涉及事物;并且这两者中的每一项都被划分为极多数目。如果涉及语音,那么关于这些语音就会有依赖于辞柄的六种智者诡计模式;如果涉及事物,就会有独立于辞柄的其余七种模式。因此,首先必须讨论依赖于辞柄的智者模式,其后讨论独立于辞柄的模式。既然依赖于辞柄的智者诡计关涉语音,它们就必然或者源于语音自身固有的特征,或者源于围绕它们外加的特征。如果是源于其自身固有的特征,那么或者源于包容不同事物的简单语音,从而产生所述谬误推理的第一种,即依同名异义的模式;或者以同样方式源于包容不同事物的复合语音,从而形成第二种,即依双关歧义的模式。而这两种模式通常由四种方式构成。第一种是当话语或名词指称多件事物时,正如我们将要学到的,这一方式同等地公用于两者。第二种是当我们习惯于这样说时;至于什么是我们习惯于这样说,当我们考察文句时就会明了;不过这一点也如前一种一样公用于两者。第三种是当复合的表达指称多件事物,而分开时是单纯的,这种方式仅特属于依双关歧义的模式。第四种是与此相反的,即复合的表达指称单一事物,而单纯的表达指称多数事物。无论如何,正如上面所说的,要么有人保持包含不同事物的简单语音,从而造成所述的两种智者诡计模式;要么将简单语音加以复合,并从整个语音的结合中得出某种随之而来的结论,从而造成辞柄内的第三种,即依结合的模式;要么与此相反,造成依分离的模式。由辞柄自身固有的智者模式构成了这些智者诡计。而由围绕它们的特征则构成了另外两种:因为或者取决于音调或气息,从而造成由于抑扬的模式;或者取决于辞柄塑造的某种关系,从而造成被称为由于表达形式的种。这些就是源于可言说之物的六种模式。至于它们当中的每一种是如何且从何构成的,我们将在下文中阐明,并通过例证澄清论述中晦涩之处。
- 1.12εἴη δ’ ἂν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων
由 ἄν 与祈愿语气(εἴη)构成的潜在表达,表明注疏者对亚里士多德用词(以 τρόπος 代替 εἶδος)提出的推测性解释。分词 παραλαμβάνων 与 εἴη 一起构成迂回谓语。
- 1.12ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτη διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα ... καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν
由 ἐπεί(因为)引导的从属句在包含了若干并列成分(καὶ τούτων...)后延伸较长,随后主句以带有呼应性质的 καὶ(即归结从句的 καὶ)引出(“智者反驳的划分也同样……”)。需注意理清主从句的界限。
- 1.12ἢ γοῦν, ὡς ἄνωθεν ἐλέγετο, τὰς ἁπλᾶς φωνὰς διατηρεῖ τις ... ἢ τὰς ἁπλᾶς συντίθησι ... ἢ ἀντιστρόφως τούτῳ
由表示析取的 ἢ ... ἢ ... ἢ ... 构成的三分并列结构。主语 τις 统摄并列的动词 διατηρεῖ(保持)与 συντίθησι(复合),而在第三个分支中省略了动词(如 διαιρεῖ),仅由副词短语 ἀντιστρόφως τούτῳ(与此相反)承接。
