- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:19.7-20.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德在165b12中提出的智者论争的五个目标(反驳、虚妄、悖理、语法错误、迫使饶舌),论证了这些目标均为表面而非真实存在,并考察了原文语句的不同解释。
" Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι." Εἰπὼν διαλαβεῖν πόσα τε εἴδη ἐστὶ τῶν σοφιστικῶν συλλογισμῶν καὶ πόσα ἑνὸς ἑκάστου τῶν εἰδῶν μέρη καὶ περὶ τῶν συμβαλλομένων εἰς τὴν παροῦσαν πραγματείαν, νῦν ἄρχεται τὴν ἐπαγγελίαν πληροῦν. καὶ πρῶτον ἐκτίθησι πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι, τουτέστιν οἱ σοφισταί, καὶ φησὶ πέντε εἶναι ταῦτα τὸν ἀριθμὸν ὧν στοχάζονται, ἔλεγχον, ψεῦδος, παράδοξον, σολοικισμὸν καὶ τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγόμενον. τί δὲ τούτων ἕκαστόν ἐστι, προϊόντες μαθησόμεθα. τί δέ ἐστι τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγόμενον, διὰ τοῦ ἐπαγομένου δηλοῖ· ἐφερμηνευτικὸν γάρ ἐστι τοῦ τί ποτ’ ἐστὶ τὸ ἀδολεσχεῖν τὸ πολλάκις ἀναγκάζεσθαι τὸ αὐτὸ λέγειν. μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν.1 ἀλλὰ περὶ τούτων μέν, τί ποτέ ἐστιν ἕκαστον, τὰ δοκοῦντα ῥηθήσεται, ὅταν καὶ αὐτὸς περὶ τούτων διέξεισι. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων τοιοῦτόν ἐστιν· ἀπαριθμησάμενος γὰρ τίνων οἱ σοφισταὶ στοχάζονται, λέγει ὅτι ἕκαστον τούτων τῶν παρ’ αὐτῶν στοχαζομένων οὐκ ἔστιν ἀληθῶς ὂν ἀλλὰ φαινόμενον. ἔστι δὲ ἡ λέξις οὕτως· τὸ ἕκαστον τούτων μὴ εἶναι ὂν ἀλλὰ φαινόμενον· οὔτε γὰρ ἀληθῶς δεικνύουσι ψευδόμενον τὸν ἀποκρινόμενον, ἀλλὰ φαινομένως, οὔτε σολοικίζοντα τὸν δοκοῦντα σολοικίζειν. ἐν γὰρ τῇ ἐρωτήσει τῇ ‘ἆρα ὃ λέγεις εἶναι, ἔστι τοῦτο; λέγεις εἶναι Σωκράτην· ἔστιν ἄρα Σωκράτην’ οὐκ ἀληθής ἐστι τοῦτο σολοικισμὸς ἀλλὰ φαινόμενος. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἔστι καὶ οὕτως ἐκλαβεῖν, ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν,2 εἰ καὶ ψεύδους καὶ ἐλέγχου καὶ τῶν τοιούτων στοχάζονται, ἀλλ’ ἕκαστον τούτων μὴ ὄν ἐστι καὶ φαινόμενον· οὔτε γὰρ ὁ ἔλεγχος ἀληθής ἐστιν ἔλεγχος, οὔτε μὴν ὁ σολοικισμὸς σολοικισμός, οὔτε τῶν ἄλλων οὐδὲν τοιοῦτον οἷον καὶ φαίνεται. ἀληθὴς μὲν γὰρ ἔλεγχος ὁ τὴν ἀντίφασιν τοῦ συμπεράσματος καὶ μίαν τῶν προτάσεων λαβὼν καὶ ἀνελών τι τῶν κειμένων· ὁ δὲ λέγων ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν’ οὐκ ἐλέγχει· διττὸν γάρ ἐστι τὸ σιγῶντα. ὅτι δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων οὕτως εἴρηκεν ὡς εἴπομεν, δῆλον καὶ αὐτὸς πεποίηκε διὰ τοῦ μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες καὶ τῶν ἑξῆς. ἔφη δέ τις καὶ οὕτως ἑρμηνεύεσθαι τὸ ῥητόν, ὅτι τὸ πειρᾶσθαι ἐλέγχειν τὸν σοφιστὴν οὐκ ἔστι μὴ ὂν τοιοῦτον ὡς τὸ τῇ ἀληθείᾳ καὶ τῷ φαινομένῳ, οἷον τὸ μηδαμῇ μηδαμῶς δοκοῦν, ἀλλὰ μὴ ὂν ὅσον καθ’ ἑαυτό, ὂν δὲ ὅσον κατὰ τὸν δοξάζοντα καὶ διὰ τοῦτο φαινόμενον.
“首先必须掌握在论辩中竞胜的人瞄准多少目标。” 在说过要区分智者推论有多少种类、每一类有多少部分,以及论及有助于眼前课题的事项之后,他现在开始履行诺言。他首先阐明在论辩中竞胜的人——也就是智者们——瞄准多少目标;他说他们瞄准的目标在数目上有五个:反驳、虚妄、悖理、语法错误,以及迫使对话者饶舌。这些当中的每一项是什么,我们随着论述的推进将会学到。而迫使对话者饶舌是什么意思,他通过接下来的文字表明了;因为“多次被迫说同样的话”正是在解释究竟什么是饶舌。或许,由于智者们并非依据事实说话,而是不从公认见解、而从表面的公认见解出发立论,也正是为此他才用了“瞄准”这个词。不过关于这些当中的每一项究竟是什么,在他自己也详述它们时,我们将陈述恰当的看法。而“或者这些当中的每一项不是真实存在,而是表面的”这一句是这样的意思:因为在列举了智者们瞄准什么之后,他说他们所瞄准的这些事项中的每一项都不是真正存在,而是表面存在。原文的表述是这样的:“这些当中的每一项不是存在,而是表面存在”;因为他们既不是在真实意义上表明回答者说谎,而只是在表面上表明,也不是在真实意义上表明显得犯了语法错误的人真正犯了语法错误。因为在“你说存在的东西,这东西存在吗?你说苏格拉底(宾格)存在;所以苏格拉底(宾格)存在”这个提问中,这并不是真正的语法错误,而是表面的语法错误。而“或者不是真实存在而是表面的”也可以这样理解:就好像他在说“或者这句话是为了解决关于智者如何反驳这一表面难题的”;即使他们瞄准虚妄、反驳以及诸如此类的事项,但这些当中的每一项都是非存在和表面的;因为反驳并非真正的反驳,语法错误也并非真正的语法错误,其他各项没有一项是如同表面所呈现的那样。因为真正的反驳是取结论的矛盾面以及前提之一,并推翻所设立的命题之一;但那说“沉默的人说话是可能的吗?不可能。那么当你谈论木头和石头时,你不是在谈论沉默的事物吗?所以沉默的人说话是可能的”的人并没有反驳;因为“沉默的(宾格)”有两重含义。至于他如我们所说的那样表达了“或者这些当中的每一项不是真实存在而是表面的”,他自己也通过“因为他们最首要地选择显现为反驳”及接下来的文字阐明了这一点。也有人说这一文句也可以这样解释:智者试图反驳并不属于在真理上和在现象上都是非存在的那种非存在(例如在任何方面都完全不呈现的东西),而是就其自身而言是非存在,但就持意见者而言是存在,因此是表面的。
- 1.11μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν.
μήποτε 用作副词以引出审慎的推测或提议(“或许……”),句子的核心主谓结构为 διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν(“正是为此他才用了‘瞄准’一词”)。在先行的 ἐπεὶ 原因从句内部,带冠词的不定词与格 τῷ μὴ ἐπιχειρεῖν 表示手段或具体理由,进一步说明了 μὴ ἀληθῶς λέγουσιν 的内涵。
- 1.11ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν
该句的语法骨架是承接 ὡς εἰ ἔλεγεν(“就好像他在说”)的间接陈述,其后以 ὡς εἶναι τοῦτο... λυτικόν(“或者这句话是作为……的解决”)展开带不定词结构。λυτικόν 作为谓语形容词,与宾格主语 τοῦτο 一致,并支配属格 τῆς δοκούσης ἀπορίας(“表面难题”),后者又由同格性的冠词属格从句 τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταί(“关于智者们如何反驳的”)所修饰。
