- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:194.4-195.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者探讨了亚里士多德所说的“幼稚推论”,援引美里梭等人的例子论述了前提的缺失,区分了缺失外部支持性前提与本质性前提的不同情况,并解释了“针对时间提问”及其解决方式。
Λέγει δὲ καὶ εὐήθη συλλογισμὸν εἶναι, ὅταν τις μὴ προσλάβοι τὸ ἐλλεῖπον καὶ δι’ οὗ τὸ προκείμενον μέλλει συνάγειν, ἀλλὰ τοῦτο μὲν μεθῇ, χωρὶς δὲ αὐτοῦ συμπεραίνηται, ὥσπερ ἔχει ὁ Μελίσσου ὁ δεικνὺς ἓν τὸ ὂν καὶ ἄπειρον καὶ ἄλλοι πολλοί, καθάπερ καὶ ὁ λέγων “μὴ οὐσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστιν ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι”· ἐλλείπουσι γὰρ ἐνταῦθα προτάσεις, ὡς ἐν τῷ Περὶ ἀναλύσεως συλλογισμῶν μεμαθήκαμεν. ἔξωθεν δὲ ἐλλείπειν λέγει προτάσεις τὰς δεικτικάς τινος τῶν πρὸς κατασκευὴν τοῦ προκειμένου εἰλημμένων· ταύτας γὰρ εἰ μὴ παραμυθίας τις ἀξιώσας δεομένας συστάσεως λαβὼν συμπεραίνεται,1 ἐλλείπειν ἄν τι τῶν ἔξωθεν ἐν τῷ συλλογισμῷ λέγοιτο. καὶ μὴ εἴπῃς ὡς οὐ δεῖ τοὺς σοφιστὰς τὰς προτάσεις δεικνύναι· κοινὰ γὰρ ταῦτα, καθάπερ εἴρηται, λέγεται καὶ πρὸς τοὺς διαλεγομένους. ἢ δεῖ καὶ τοὺς σοφιστικῶς ἐρωτῶντας τὰ ὑπ’ αὐτῶν ἐρωτώμενα δεικνύναι, εἴπερ ἀληθῶς ἐλέγχειν μέλλοιεν, ὥσπερ καὶ φασίν· οὐ γὰρ φαινομένως φασὶν ἐλέγχειν ἀλλ’ ἀληθῶς. ἔτι σαφέστερον εἰπεῖν τὸ διὰ τοῦ ἐνίοτε μὲν ὁ μὴ συλλογισθεὶς λόγος δηλούμενον τοιοῦτόν ἐστιν·2 ἐνίοτε μὲν τὸν μὴ συλλελογισμένον λόγον ἔστι καλεῖν εὐήθη καὶ ἄξιον ἡγεῖσθαι καταφρονήσεως, ἐνίοτε δὲ οὐκ ἔστι ποιεῖν τοῦτο· οὔτε γὰρ εὐήθη ἔστι τοῦτον λέγειν, οὔτε μὴν ἄξιον καταφρονήσεως. εἰ μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος ἐξ ἀδόξων ἢ ψευδῶν λημμάτων συγκείμενος, εὐήθης ἐστὶ καὶ καταφρονήσεως ἄξιος, ἢ ὅταν ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, τῶν τῷ πράγματι οἰκείων περὶ οὗ ὁ λόγος καὶ δι’ οὗ συνάγεται, τοῦ λόγου μὴ προσλαβόντος τοῦτο μηδὲ συλλογισαμένου. ὅταν δέ τι ἐλλείπῃ τῶν ἔξωθεν ὄντων, ἤγουν τῶν πρὸς κατασκευὴν ὄντων τῶν δύο προτάσεων τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ, οὐκ ἔστιν εὐκαταφρόνητος, ἀλλ’ ὁ μὲν λόγος ἐστὶ καλός, ὁ δὲ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς. Οὔτε δὲ πρὸς τὴν θέσιν οὔτε πρὸς τὸν ἀποκρινόμενον ἀλλὰ πρὸς τὸν χρόνον ἐρωτῶσιν, ὅσοι τοιαῦτα προτείνουσιν, ἃ πλείονος δεῖται καὶ μακροῦ χρόνου εἰς τὸ φανῆναι εἰ οὕτως ἔχει ὥσπερ προτείνεται. διὸ δεῖ καὶ τὸν ἀποκρινόμενον πρὸς τὸν χρόνον λύειν. λύσει δὲ πρὸς τὸν χρόνον, ἢ ἂν ἐνστάσεις κομίζῃ χρόνου πολλοῦ δεομένας ὀφθῆναι ἂν ἀληθεῖς ὦσι (καὶ γὰρ τῶν ἐνστάσεων αἱ μὲν εἰσίν, αἱ δὲ δοκοῦσι μέν, οὐκ εἰσὶ δέ, ὡς ἐν τῷ ὀγδόῳ εἴρηται τῶν Τοπικῶν), ἢ λύσει πρὸς τὸν χρόνον καὶ ἐὰν οὕτω πως εἴποι· οὐ δίδωμι ταύτην οὐδὲ συγχωρῶ διὰ τὸ μὴ δοκεῖν καὶ πλείονος χρόνου δεῖσθαι πρὸς κατανόησιν εἰ ἀληθής ἐστι.3 τὰ δὲ ἑξῆς σαφῶς καταλέγει.
他还说,当某人没有追加引入缺失之物,即他借以推导所提论题的前提,而是将其搁置并在缺乏它的情况下得出结论时,推论就是幼稚的;正如美里梭表明存在是一且无限的论证以及其他许多论证那样,又如那个主张“非实体被废除时实体不被废除,但事物所由构成的成分被废除时,由它们构成之物亦遭毁灭”的论证那样;因为正如我们在《前分析篇》中所学到的,这里缺失了前提。他还说,外部缺失的前提,是指对确立所提论题而假定的前提之一具有证明性的那些前提;因为某人如果对于这些需要确证的前提不屑于给予确证,直接假定它们并得出结论,那么就会被说成在推论中外部缺失了某些东西。你也不要说诡辩家不需要证明这些前提;因为正如已经说过的,这些话也是对进行辩证对话者共同而言的。或者说,那些以诡辩方式提问的人,如果要像他们自己所声称的那样进行真正的反驳,也必须证明由他们所提问的前提;因为他们声称自己不是表面上、而是真正地在反驳。 若要更清楚地说明通过“有时未成推论的论证”所表明的意思,它是这样的:有时可以把不成推论的论证称为幼稚的并认为其值得轻蔑,但有时却不能这样做;因为既不能称这种论证为幼稚的,更不能称其值得轻蔑。因为如果这样的论证是由不受承认的前提或虚假的前提构成的,它就是幼稚的且值得轻蔑;或者当缺失了这类提问中的某一个,即属于论证所关涉之事本身且借以进行推导的提问,而论证既未追加引入这一点又未进行推论时,也是如此。但只要缺失的是外部之物,即用于确立论证中所采纳的两个前提之物,它就不是容易受轻蔑的,论证本身反而是优良的,只是提问者没有优良地提问而已。 凡是提出那些需要更多且漫长时间才能显明是否如其所提出的那样的事物的人,他们既非针对命题亦非针对回答者、而是针对时间进行提问。因此回答者也必须针对时间进行解决。而他针对时间进行解决,要么是提出需要很多时间来查明是否属实的反驳(因为正如在《论题篇》第八卷中所说,在反驳中有些是实在的,有些只是看似如此却非实在的),要么如果他这样说,也会针对时间进行解决:“鉴于这并不显得如此,且为了理解其是否真实需要更多时间,我不予承认,亦不同意。”接下来的内容,他叙述得十分清楚。
- 1.168ταύτας γὰρ εἰ μὴ παραμυθίας τις ἀξιώσας δεομένας συστάσεως λαβὼν συμπεραίνεται
分词 δεομένας 与 ταύτας 一致,起让步或背景说明作用(“尽管这些前提需要确立/支持”)。λαβὼν 是主动词 συμπεραίνεται 的伴随分词,而 παραμυθίας ἀξιώσας 受前面的否定词 μή 修饰,意为“没有认为它们值得给予确证/支持”。
- 1.168ἔτι σαφέστερον εἰπεῖν τὸ διὰ τοῦ ἐνίοτε μὲν ὁ μὴ συλλογισθεὶς λόγος δηλούμενον τοιοῦτόν ἐστιν
ἔτι σαφέστερον εἰπεῖν 是独立不定式短语,起修饰全句的副词性作用(“若更清楚地说”)。句子的主语是带冠词的中性分词短语 τὸ ... δηλούμενον(“通过……所表明的意思”),表语为 τοιοῦτόν ἐστιν(“是这样的”)。
- 1.168διὰ τὸ μὴ δοκεῖν καὶ πλείονος χρόνου δεῖσθαι πρὸς κατανόησιν εἰ ἀληθής ἐστι
介词 διά 带定冠词不定式短语 τὸ μὴ δοκεῖν καὶ ... δεῖσθαι 表示原因。δοκεῖν 在此处具有辩证术中“被认可/看似可信(ἔνδοξον εἶναι)”的含义,因此 μὴ δοκεῖν 意为“并不显得如此/不为人所认可”。πρὸς κατανόησιν εἰ ἀληθής ἐστι(“为了理解其是否真实”)依附于 δεῖσθαι。
