← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§195.7-196.12

辩证术中提问与应答的双重作用

注解者结合《论题篇》开篇引文,阐明亚里士多德所说的推论能力即辩证术,并基于诡辩术与辩证术的比照及其近邻关系,解释了为何辩证术的作用不仅在于提问,而且也在于被提问并承担论证(应答)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.169#1

" Προειλόμεθα μὲν οὖν εὑρεῖν τινα δύναμιν συλλογιστικήν." Δύναμιν συλλογιστικὴν τὴν τῶν Τόπων λέγει πραγματείαν, καὶ εἴρηται ἐν ἐκείνοις, διὰ τί λέγεται δύναμις. εἰπὼν δὲ ἐν τοῖς Τόποις “ἡ μὲν πρόθεσις τῆς πραγματείας μέθοδον εὑρεῖν, δι’ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος”, τοῦτο εἰπὼν καὶ ἐπενεγκὼν τὸ “καὶ αὐτοὶ λόγον ὑπέχοντες”, νῦν τὴν αἰτίαν τοῦ διὰ τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς μὴ μόνον τὸ δύνασθαι λόγον λαβεῖν καὶ ἐρωτᾶν ἀλλὰ καὶ λόγον ὑπέχειν καὶ διδόναι εἶπε1 διὰ τοῦ ἐπεὶ δὲ προσκατασκευάζεται πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν. δεῖ δὲ πρότερον ἀναμνῆσαι τῶν πρότερον εἰρημένων καὶ οὕτω τὴν λέξιν ἐπελθεῖν. εἴρηται δὲ ὅτι, ὡς ἔχει ἡ ψευδογραφικὴ πρὸς τὴν γεωμετρίαν, οὕτως ἡ σοφιστικὴ πρὸς τὴν διαλεκτικήν· ὥσπερ γὰρ ἐκείνη ἐκ τῶν ἀρχῶν μὲν τῶν γεωμετρικῶν ὥρμηται, τὰς δὲ καταγραφὰς ψευδεῖς ποιεῖται καὶ μὴ δεούσας, οὕτως καὶ αὕτη ἡ σοφιστικὴ ἐκ τῶν δοκούντων μὲν ἐνδόξων, ἅπερ ἔνδοξα ἀρχαὶ τῆς διαλεκτικῆς εἰσιν, ὥρμηται, τούτων δὲ οἷς χρῆται ἢ μὴ ὄντων ἐνδόξων ἀλλὰ φαινομένων μόνον, ἢ ὄντων μὲν ἐνδόξων τὸ σχῆμα δὲ ἡμαρτημένων,2 ὅταν ἢ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συμπεραίνηται. εἰ οὖν ταῦτα ἀληθῆ, καλῶς τὴν σοφιστικὴν εἴρηκε τῇ διαλεκτικῇ γειτνιάζειν· ἀμφότεραι γὰρ περὶ παντὸς ἐπιχειροῦσιν, εἰ καὶ διαφέρουσι, καθάπερ εἴρηται. τούτων οὕτως ἐχόντων τὸ λεγόμενόν ἐστιν· ἐπειδὴ γειτνιάζει ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, ἡ δὲ σοφιστικὴ ἐπαγγέλλεται μὴ μόνον δύνασθαι λόγον λαβεῖν ἀλλὰ καὶ ὡς εἰδυῖα (ὁ γὰρ διαλεκτικὸς ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ ἅπερ ἂν ἐρωτᾷ· ὁ δὲ σοφιστὴς πάντα εἰδέναι ἐπαγγέλλεται καὶ οὐδὲν εἶναι ὃ μὴ οἶδεν· εἰ δὲ πάντα οἶδεν, ἐκ δὲ τῶν πάντων καὶ ἅπερ ἐρωτᾷ ἐστι, δῆλον ἄρα ὡς οἶδε καὶ ὅσα ἂν καὶ οἷα ἐρωτᾷ· τοῦτο γὰρ καὶ ὁ ἐν τῷ Πλάτωνι Γοργίας ἐδήλωσεν εἰπὼν “οὐδεὶς οὐδέπω πολλῶν ἐτῶν καινόν τί με ἠρώτησε”, μόνον οὐχὶ λέγων ‘πάντα ὅσα ἄν μέ τις ἐρωτᾷ, οἶδα, καὶ οὐδέν ἐστιν ὅ με διέλαθεν’), ἐπειδὴ τοίνυν ἡ σοφιστικὴ πάντα εἰδέναι ἐπαγγέλλεται, τὸν δὲ λέγοντα πάντα γινώσκειν μᾶλλον προσήκει ἐρωτᾶσθαι καὶ φανερὰ ποιεῖν ἅπερ ἐπίσταται ἤπερ ἐρωτᾶν, φαίνεται ὅτι3 καὶ τῆς διαλεκτικῆς ἔργον ἐστὶν οὐ μόνον τὸ ἐρωτᾶν ἀλλὰ καὶ τὸ ἐρωτᾶσθαι καὶ λόγον ὑπέχειν, καὶ μᾶλλον τοῦτο· εἰ γὰρ τῆς σοφιστικῆς μᾶλλόν ἐστι τὸ λόγον διδόναι ὡς λεγούσης πάντα εἰδέναι, γειτνιάζει δὲ καὶ ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, εἴη ἂν καὶ τῆς διαλεκτικῆς ἔργον τὸ ὑπέχειν λόγον.

“因此,我们曾打算找出某种推论的能力。” 所谓推论的能力,他是指《论题篇》这部著作;并且在那些篇章中已经说明了它为何被称为能力。他在《论题篇》中说了“本著作的目的在于发现一种方法,借此我们将能够就所提出的任何问题进行推论”,在说了这一点并补充了“以及在我们自己承担论证时”之后,他现在通过“但由于诡辩术的临近,又针对它作了追加准备”这一语句,说明了为什么辩证术的作用不仅在于能够掌握论证并提问,而且也在于承担论证并回答。但应当先回忆先前说过的事情,然后再来研读这段文句。先前已经说过,正如作伪图之术相对于几何学,诡辩术相对于辩证术也是如此;因为正如前者从几何学的诸原理出发,却作出了虚假且不当的绘图,同样,这一诡辩术也是从看似公认的前提(这些公认前提正是辩证术的诸原理)出发,然而它所使用的这些前提,要么并非公认而只是表面上如此,要么虽属公认但在推论格上出现了错误,例如在第二格中由两个特称前提或由两个肯定前提得出结论。因此,如果这些是真实的,他说诡辩术临近于辩证术就是恰当的;因为正如已经说过的,尽管二者有所不同,但都尝试探讨一切事物。在这些情况具备时,所说的意思是:既然诡辩术临近于辩证术,而诡辩术公开宣称不仅能够掌握论证,而且是作为知晓者来掌握(因为辩证家提问他所提的问题时宛如不知晓,但诡辩家公开宣称知晓一切、没有任何事物是他所不知晓的;而如果他知晓一切,且他所提问的事物也在这一切事物之中,显然他对自己所问的无论多少、无论何类事物也都是知晓的;因为柏拉图著作中的高尔吉亚也表明了这一点,他说“多年来尚未有人问过我任何新鲜问题”,这几乎等于在说‘任何人向我提问的一切事情我都知晓,没有任何事情瞒得过我’);既然诡辩术公开宣称知晓一切,而对于声称认识一切的人来说,被提问并显明自己所知晓的事情,比起去提问更为相称,那么显而易见,辩证术的作用也不仅在于提问,而且在于被提问并承担论证,且更是后者;因为,如果作为声称知晓一切者给出论证更属于诡辩术,而诡辩术又临近于辩证术,那么承担论证也就会是辩证术的作用。

语法注3 条
  1. 1.169εἰπὼν δὲ ἐν τοῖς Τόποις ... τοῦτο εἰπὼν καὶ ἐπενεγκὼν ... νῦν τὴν αἰτίαν ... εἶπε

    全句的主要动词是句末的 εἶπε,未明表达的主语为亚里士多德。句首的分词 εἰπών 在引文之后通过 τοῦτο εἰπών 得到复述(resumptio),并与 καὶ ἐπενεγκών 并列,随后引出主句的直接宾语 τὴν αἰτίαν τοῦ διὰ τί ...。

  2. 1.169τούτων δὲ οἷς χρῆται ἢ μὴ ὄντων ἐνδόξων ἀλλὰ φαινομένων μόνον, ἢ ὄντων μὲν ἐνδόξων τὸ σχῆμα δὲ ἡμαρτημένων

    属格代词 τούτων 是属格独立结构的逻辑主语,指代前文的 ἐκ τῶν δοκούντων μὲν ἐνδόξων,并受到关系从句 οἷς χρῆται 的修饰。随后的分词 ἢ μὴ ὄντων ... ἢ ὄντων ... 构成并列的谓词性分词,后者带有修饰 ἡμαρτημένων 的关系对格(方面对格)τὸ σχῆμα。

  3. 1.169ἐπειδὴ γειτνιάζει ... ἐπειδὴ τοίνυν ἡ σοφιστικὴ πάντα εἰδέναι ἐπαγγέλλεται ... φαίνεται ὅτι

    该句呈现出长篇套叠的从属句结构。在最初的 ἐπειδή 从句被引入后,插入了较长的括号式解释(ὁ γὰρ διαλεκτικὸς ... διέλαθεν),随后原因连词带有小品词 τοίνυν,以 ἐπειδὴ τοίνυν 的形式重新启动。主句的主动词为引出结论的 φαίνεται ὅτι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:195.7-196.12