← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§193.1-194.4

巴门尼德的论证与最敏锐的争辩式论证

亚历山大阐释了亚里士多德所提出的两类敏锐的争辩式论证。他以巴门尼德关于存在的论证为例说明了第一种从一开始便不清楚是否构成了推论的类型,并探讨了它与第二种(即难以确定受骗是源于结论还是源于对特定前提的废除)的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.168#1

" Τῶν δὲ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος." Εἰπὼν τίνες τῶν διαλεκτικῶν λόγων εἰσὶ δριμεῖς, νῦν λέγει καὶ τίνες τῶν σοφιστικῶν. καὶ φησὶ πρῶτον αὐτῶν εἶναι τὸν πρῶτον εὐθὺς ἄδηλον ὄντα εἰ συλλελόγισται ἢ οὔ· οἷος ὁ Παρμενίδου λόγος ὁ λέγων ἓν εἶναι τὸ ὄν· ἔστι δὲ τοιοῦτος· τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὗτος γάρ, εἰ καὶ ἀσυλλόγιστός ἐστιν, ἀλλ’ οὐ πάντῃ δῆλος. ἔστι δὲ ἀσυλλόγιστος, διότι οὐ συνάγεται ἐκ τῶν κειμένων ‘ἓν ἄρα τὸ ὄν’, ἀλλ’ ὅτι τὸ ἓν ὄν ἐστιν. ὅτι δὲ σοφιστικὸς καὶ ἀσυλλόγιστος, εἴρηκεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· “ἀμφότεροι γάρ”, φησὶν ἐκεῖσε, “ἐριστικοί, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· μᾶλλον δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐδεμίαν ἔχων ἀπορίαν”, ὡς δηλονότι τοῦ Παρμενίδου λόγου ἀπορίαν ἔχοντος. πρῶτος μὲν οὖν ἐν τοῖς ἐριστικοῖς δριμύς ἐστι λόγος οὗτος, ὁ ἔχων ἄδηλον τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθὲν ἄτοπον,1 πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων. τὸ γὰρ καὶ πότερον παρὰ ψεῦδος ἡ λύσις ἢ παρὰ διαίρεσιν ἴσον ἐστὶ τῷ ‘πότερον ἡ λύσις παρὰ τὸ συμπέρασμα τὸ συνάξαν τὸ ψεῦδος’, ὅπερ εἶπεν αὐτὸς παρὰ ψεῦδος, ‘ἢ παρὰ ἀναίρεσίν τινος τῶν προτάσεων’, ὅπερ εἶπεν αὐτὸς διαίρεσιν. δεύτερος δὲ ὁ δῆλον μὲν ἔχων τὸ παρὰ ἀναίρεσιν εἶναι τὴν λύσιν, μὴ φανερὸν δὲ ἔχων διὰ τίνος ἀναίρεσιν τῶν ἠρωτημένων, τουτέστι ποῖον τῶν ἠρωτημένων ἀναιρήσαντες τὸν λόγον λύσομεν, ἀλλὰ ἀμφίβολον τὸ πότερον αὕτη, τουτέστιν ἡ ἀπάτη, παρὰ τὸ συμπέρασμά ἐστιν ἢ παρά τι τῶν ἠρωτημένων. τὸ δὲ ὁ δῆλος μὲν ὅτι παρὰ τὴν διαίρεσιν ἢ ἀναίρεσίν ἐστιν ἴσον ἐστὶ τῷ ‘ὁ δῆλος μὲν ὅτι παρὰ ἀναίρεσίν ἐστι’· τοῦ γὰρ παρὰ διαίρεσιν τὸ ἀναίρεσίν ἐστιν ἐφερμηνευτικόν.2 διαφέρει δὲ ὁ δεύτερος τρόπος τοῦ προτέρου, ὅτι ὁ μὲν δεύτερος φανερὸν ἔχων ἐστὶ τὸ συναχθέν, εἰ καὶ μὴ καὶ τοῦτο φανερὸν ἔχει, τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθέν, πότερον τοῦ συμπεράσματος ἢ τινος τῶν προτάσεων, ὁ δὲ πρῶτος ἄδηλον εὐθὺς ἦν ἔχων τὸ εἴτε συλλογισμός ἐστιν ἢ οὔ. καὶ τοῦ μὲν ἀπάτας γίνεσθαι παρὰ τὰ ἠρωτημένα πλῆρες τὸ παρὸν βιβλίον. παρὰ δὲ τὸ συμπέρασμα γίνεται ἀπάτη, ὅταν μὴ ὅπερ ἐκ τῶν ἠρωτημένων συμβαίνει ἐπάξωμεν, ἀλλὰ τοῦτο μὲν ἐῶμεν, ἄλλο δέ τι ὃ βουλόμεθα ἐπιφέρωμεν, ὥσπερ ἔχει καὶ ὁ Παρμενίδου λόγος καὶ ἐκεῖνος, οὗ πρότερον ὁ Ἀριστοτέλης ἐμνημόνευσεν, ὁ λέγων “ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα, τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα, σπουδαῖον ἄρα μάθημα τὸ κακόν”· οὐ γὰρ τοῦτο συμβαίνει ἐκ τῶν κειμένων, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη.

“在争辩式论证中,最敏锐的是那种从一开始便不清楚的论证。” 在说明了辩证论证中哪些是敏锐的之后,他现在也说明了诡辩式论证中哪些是敏锐的。他说,在它们之中排在第一的是那种从一开始便不清楚它是否已经进行了推论的论证;例如巴门尼德主张存在是一的论证就是如此。它是这样的:“在存在之外的东西是非存在,非存在是无,因此存在是一。”因为这个论证即使是不成推论的,也并非完全明显。而它之所以不成推论,是因为从所给定的前提出发并不能推导出“因此存在是一”,而是推导出“一是存在”。关于它既是诡辩的又是不成推论的,他在《物理学》第一卷中已经说过:“因为这两者,”他在那里说,“都是争辩式的,无论是美里梭的论证还是巴门尼德的论证;不过美里梭的论证更显粗疏,毫无困难之处,”这显然意味着巴门尼德的论证具有困难之处。因此,在争辩式论证中,第一种敏锐的论证是具有如下不明确之处的论证:废除了什么之后,所推导出的荒谬结论也会被废除,究竟是〔废除了〕结论还是前提之一。因为“以及究竟解决是由于虚假还是由于区分”等同于“究竟解决是由于推导出了虚假的结论”(他自己称之为“由于虚假”),“还是由于废除前提之一”(他自己称之为“区分”)。第二种论证是具有如下特征的论证:解决是由于废除这一点是明显的,然而通过废除被提问的前提中的哪一个——也就是通过废除被提问的前提中的哪一个我们将解决该论证——却是不明显的,而是这一点(即受骗)究竟是由于结论还是由于被提问的前提之一是存疑的。至于“明显在于区分或废除的论证”,等同于“明显在于废除的论证”;因为“废除”是对“由于区分”的解释性说明。第二种方式与前一种方式的区别在于:第二种方式虽然也并未将废除了什么之后所推导出的结论也将被废除(究竟是结论还是前提之一)显明化,但它具有显明的所推导之物;而第一种方式从一开始就是否是推论都不清楚。关于由于被提问的前提而产生的受骗,本书中比比皆是。而由于结论产生的受骗,则发生在当我们不把从被提问的前提中得出的结果推演出来,而是弃之不顾、引入了我们想要的某种别的东西的时候;正如巴门尼德的论证是如此,亚里士多德先前所提到的那个论证也是如此,即那个宣称“其科学是高尚的,其学科亦是高尚的;恶的学科是高尚的,因此恶是高尚的学科”的论证;因为从给定的前提出发的并不是这个结论,而是“关于恶的科学是高尚的”。

语法注2 条
  1. 1.168ὁ ἔχων ἄδηλον τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθὲν ἄτοπον

    τὸ τίνος ἀναιρεθέντος... 是带有定冠词的间接疑问从句,充当分词 ἔχων 的宾语。其内部的 τίνος ἀναιρεθέντος 是以疑问代词 τίνος 为逻辑主语的独立属格结构,起条件从句的作用(“若废除了什么,[所推导出的荒谬结论亦将被废除]”)。

  2. 1.168τοῦ γὰρ παρὰ διαίρεσιν τὸ ἀναίρεσίν ἐστιν ἐφερμηνευτικόν

    语法主语是带有定冠词的 τὸ ἀναίρεσιν(“‘废除’[一词]”),表语形容词是 ἐφερμηνευτικόν(“解释性的”),而属格短语 τοῦ παρὰ διαίρεσιν(“关于‘由于区分’[这一短语]”)作为被解释对象依附于表语,呈现倒装语序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:193.1-194.4