- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:191.24-192.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者依据亚里士多德的文本,探讨了何种推论式论证被视为最“敏锐”的。他根据前提与结论在符合通俗意见上的程度及相似性,区分并解释了敏锐性的第一种类型(前提与结论同样符合通俗意见,难以判明是否存在偏离导向)与第二种类型(结论比前提更符合通俗意见,偏离导向虽显而易见,但谬误所在的前提难以确定)。
" Ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος." Ὅτι μάλιστα ἔνδοξον τὸ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, φαῦλον δὲ τὴν κακίαν, καὶ ἔτι τὸ κρείττονα εἶναι τὴν δικαιοσύνην τῆς ἀδικίας· ἂν οὖν τις ἐξ ὅτι μάλιστα ἐνδόξων δυνήσηται τοῦτο ἀναιρῆσαι, ὡς Πῶλος καὶ Καλλικλῆς ἐπειρῶντο ποιεῖν, καὶ συνάξῃ ὅτι τὸ ἀδικεῖν κρεῖττόν ἐστι τοῦ δικαιοπραγεῖν, οὗτος ὁ λόγος εἷς ὤν, ὁ συναγαγὼν τὸ ἀδικεῖν βέλτιον εἶναι τοῦ δικαιοπραγεῖν, ἅπαντας ὁμοίως ἕξει τοὺς συλλογισμούς,1 τουτέστι πάντας τοὺς ἀναιροῦντας τὰ ἔνδοξα ἐπίσης αὑτῷ πιθανοὺς ποιήσει. πιθανὸς γὰρ ἔσται καὶ ὁ τὸν ἄδικον τοῦ δικαίου κρείττονα συλλογιζόμενος ἐκ τῶν ὁμοίων προτάσεων καὶ τὸ ἄδικον τοῦ δικαίου· ἀεὶ γὰρ ἐκ τῶν ὁμοίως ἐνδόξων προτάσεων ταῖς συναγούσαις τὸ ἀδικεῖν κρεῖττον τοῦ δικαιοπραγεῖν ὅμοιον ἔνδοξον ἀναιρεθήσεται· ὡς γὰρ ἔνδοξον ὅτι ἡ δικαιοσύνη ἀγαθόν, οὕτω καὶ ὅτι τὸ δικαίως καὶ τὸ δίκαιον, ἅπερ ἀναιρεθήσεται διὰ τῶν ὁμοίως ἐνδόξων, ὡς εἴρηται πρότερον. τὸ δὲ μετατιθεμένης τῆς ἀντιφάσεως2 ἴσον ἐστὶ τῷ ‘μετατιθεμένης ἐξ ἀδόξου εἰς ἔνδοξον καὶ ἐξ ἐνδόξου εἰς ἄδοξον’, ὡς ἐπὶ τῶν προκειμένων· ἔνδοξον γὰρ ὂν τὸ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι μετετέθη εἰς τὴν ἀντίφασιν τὴν ὅτι οὐκ ἀγαθόν· ὁμοίως καὶ τὸ ὅτι ἡ δικαιοσύνη κακὸν εἰς τὸ ὅτι οὐ κακόν.
“最敏锐的推论式论证是[……]。” 正义是善而邪恶是恶劣,并且正义胜过不正义,是极其符合通俗意见的。因此,如果有人能够从最符合通俗意见的前提出发废除这一点(正如波洛斯和卡利克勒所尝试做的那样),并推导出作恶胜过行正义,那么这一个推导出了作恶优于行正义的论证,将同样地维系所有的推论,也就是说,它将使得所有废除通俗意见的推论都与它自身同样具有说服力。因为从类似的前提推论出不正义的人胜过正义的人、以及不正义的事物胜过正义的事物的论证,也将是有说服力的;因为由那些与推导作恶胜过行正义同样符合通俗意见的前提,始终会废除类似的通俗意见。因为正如正义是善这一点符合通俗意见一样,按正义行事以及正义的事物[是善的]也同样如此,而正如之前所说的那样,这些都将通过同样符合通俗意见的前提而被废除。至于“当矛盾对立命题转换时”,等同于“当从反常意见转换为通俗意见、以及从通俗意见转换为反常意见时”,正如在所论及的事例中那样;因为正义是善原本是通俗意见,却被转换成了其矛盾对立命题即正义不是善;同样,正义是恶也被转换成了正义不是恶。
"Μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς." Ἐκεῖνον μάλιστά φησιν εἶναι δριμὺν λόγον τὸν ὁμοίως τῷ συμπεράσματι ἐνδόξῳ ὄντι καὶ τὰς προτάσεις ἔχοντα ἐνδόξους3 καὶ ὁμοίας τῷ συμπεράσματι· δυσφώρατος γὰρ οὗτος, παρὰ ποίαν συνῆκται τὸ συμπέρασμα. καθάπερ ὁ τὴν ψυχὴν κατασκευάζων ἀθάνατον ἔνδοξος ὢν δι’ ὁμοίων ἐνδόξων ὄντων·4 εἰ γὰρ τὰ ἐναντία γίνεται ἐκ τῶν ἐναντίων (λευκὸν γὰρ ἐκ μέλανος καὶ ἐκ λευκοῦ μέλαν, καὶ ψυχρὸν ἐκ θερμοῦ καὶ θερμὸν ἐκ ψυχροῦ, καὶ τὰ ἄλλα ὁμοίως), γίνονται δὲ ἐκ τῶν ζώντων οἱ τεθνεῶτες, ἀνταποδώσει καὶ ἐνταῦθα, καὶ ἔσονται ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ἐναντία γὰρ ζωὴ καὶ θάνατος· ἐνταῦθα γὰρ οὐ πάνυ δῆλόν ἐστι παρ’ ὁποίαν συνῆκται τὸ συμπέρασμα, πότερον παρὰ τὴν λέγουσαν ὅτι τὰ ἐναντία ἐξ ἐναντίων γίνεται, ἢ τὴν ὅτι ἡ ζωὴ καὶ ὁ θάνατος ἐναντία. δεύτερον δὲ εἶναι λέγει δριμὺν τὸν ἐξ ἁπάντων ὁμοίων, τουτέστι τὸν τὰς προτάσεις μὲν ὁμοίας ἔχοντα ἑαυταῖς ἀνομοίας δὲ τῷ συμπεράσματι ὥστε εἶναι ἐνδοξότερον τὸ συμπέρασμα τῶν προτάσεων. ἐπὶ μὲν οὖν τοῦ πρώτου ὁμοίως οὐσῶν τῶν προτάσεων ἐνδόξων τῷ συμπεράσματι οὐκ ἔστι δῆλον εἰ γέγονε παραγωγή. ἐπὶ δὲ τοῦ δευτέρου, ἐπειδὴ δῆλόν ἐστιν ὅτι τὸ συμπέρασμα ἐνδοξότερον τῶν προτάσεών ἐστι, προφανές ἐστιν ὅτι παραγωγὴ γέγονεν· οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐνδοξότερον εἶναι τῶν προτάσεων ἀλλὰ τὰς προτάσεις τοῦ συμπεράσματος, εἴπερ ἐκ πιστοτέρων καὶ γνωριμωτέρων δεῖ τοὺς συλλογισμοὺς γίνεσθαι. ὥστε ἐπεὶ ἧττόν εἰσι τοῦ μὲν συμπεράσματος ἔνδοξοι ἑαυταῖς δὲ ὅμοιαι, ὅτι μὲν παραγωγὴ γέγονε, δῆλον· παρ’ ὁποίαν δέ, οὐ δῆλον ὁμοίων οὐσῶν ἀλλήλαις. ἐπὶ δὲ τοῦ προτέρου ὅλως ἄδηλον εἰ γέγονε παραγωγή, ὁμοίου ὄντος τοῦ συμπεράσματος ταῖς προτάσεσι. λέγει δὴ δῆλον εἶναι ἐπὶ τοῦ δευτέρου τὸ δεῖν ἀναιρεῖν τι τῶν προτάσεων, ποίαν δὲ ἄδηλον διὰ τὸ ὁμοίας ἀλλήλαις εἶναι. πλῆρες δὲ τοιούτων συλλογισμῶν, τῶν ὁμοίας μὲν ἀλλήλαις τὰς προτάσεις ἐχόντων ἀνομοίας δὲ τῷ συμπεράσματι, τὸ βῆτα τῶν Μετὰ τὰ φυσικὰ Ἀριστοτέλους βιβλίων.
“因此,这样一种论证最是敏锐的。” 他说,最敏锐的论证是那种在结论符合通俗意见的同时前提也同样符合通俗意见、且前提与结论相类似的论证;因为在这种情况中,由于哪一个前提而推导出了结论是难以觉察的。正如确立灵魂不朽的论证本身符合通俗意见,是通过同样符合通俗意见的[前提]来确立的那样。因为如果相反者产生于相反者(因为白产生于黑,黑产生于白,冷产生于热,热产生于冷,其余亦同样如此),并且死者产生于生者,那么在这里也将发生对应的还报,生者也将产生于死者;因为生与死是相反者。因为在这里究竟是由于宣称相反者产生于相反者的前提,还是由于宣称生与死是相反者的前提而推导出了结论,是完全不明显的。他说,第二等敏锐的论证是由全体类似者构成的论证,也就是说,其前提相互类似却与结论不类似,从而结论比前提更加符合通俗意见。因此在第一种论证中,由于前提与结论同样符合通俗意见,是否发生了偏离导向并不明显。然而在第二种论证中,由于结论显然比前提更加符合通俗意见,发生了偏离导向是显而易见的;因为结论不应当比前提更加符合通俗意见,而是前提应当比结论更加符合通俗意见,如果推论确实应当由更加可信和更加可知的事物产生的话。因此,既然它们比结论更不符合通俗意见,但相互之间却彼此类似,那么发生了偏离导向固然是明显的,但由于前提彼此类似,由于哪一个前提[发生了偏离导向]却不明显。然而在前一种论证中,由于结论与前提类似,是否发生了偏离导向则完全不明。因此他说,在第二种论证中,应当废除前提中的某一个这一点是明显的,但由于它们彼此类似,究竟哪一个[应当被废除]是不明的。亚里士多德《形而上学》的卷B中就充满了这种前提彼此类似却与结论不类似的推论。
- 1.166ἅπαντας ὁμοίως ἕξει τοὺς συλλογισμούς
引自亚里士多德原文(182b37以下)的词句。动词 ἕξει 本可理解为“包容/维系”或“呈现同样状态”,但注解者在紧随其后的 τουτέστι 分句中将其解释为“使得所有废除通俗意见的推论都与它自身同样具有说服力(ἐπίσης αὑτῷ πιθανοὺς ποιήσει)”。
- 1.166μετατιθεμένης τῆς ἀντιφάσεως
属格独立结构。对亚里士多德引文(182b38)的注疏。注解者将其训释为“从反常意见转换为通俗意见、以及相反”,指矛盾对立命题在是否符合通俗意见的状态上的转换。
- 1.167τὸν ὁμοίως τῷ συμπεράσματι ἐνδόξῳ ὄντι καὶ τὰς προτάσεις ἔχοντα ἐνδόξους
分词短语 τὸν ... ἔχοντα 充当受 φησίν 支配的不定词 εἶναι 的宾格主语(或补足语)。τῷ συμπεράσματι ἐνδόξῳ ὄντι 是与格分词结构,构成副词 ὁμοίως 的比较基准(“正如结论符合通俗意见那样”)。καί 起递进强调作用,意为“前提也同样”。
- 1.167δι’ ὁμοίων ἐνδόξων ὄντων
介词 διά 接属格并附带分词 ὄντων 的结构。在句意上相当于“通过同样符合通俗意见的[前提]”(即 διὰ προτάσεων ὁμοίων ἐνδόξων οὐσῶν),中性复数属格分词 ὄντων 与名词化的 ὁμοίων 一致。
