← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§190.20-191.23

敏锐论证的定义与论驳中的两种困境

注解者阐释了亚里士多德在《诡辩篇驳斥》第33章中关于“敏锐的论证”的定义、在已被推论的论证中应当废除哪一前提的第一种困境,以及在争辩性论证中如何回答提问或辨识谬误原因的困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.164

" Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα." Ὁποῖά εἰσι καὶ τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας,1 δι’ ὧν πειρᾶται [μᾶλλον] κατασκευάζειν ὅτι μᾶλλον ἀντίκειται τῇ καταφάσει ἡ ἀπόφασις ἤπερ ἡ ἐναντία κατάφασις· δριμεῖαν γὰρ ὄντως καὶ οὐ ῥᾳδίαν ἔχουσι τὴν φαντασίαν τῆς παραγωγῆς. ἔτι δὲ καὶ τὰ δεικνύντα ὡς οὐκ ἔστι χρόνος διὰ τὸ μηδὲ τὰ μέρη αὐτοῦ εἶναι, τό τε παρεληλυθὸς καὶ τὸ μέλλον, τὸ δὲ ἐνεστὼς μὴ εἶναι χρόνον καὶ ἄλλα τοιαῦτα.

“敏锐的论证是那最能令人陷入困境者;因为这最能刺中要害。” 像《解释篇》第五部分中的第四和第六个论辩便是如此,通过它们[亚里士多德]试图确立否定命题比相反的肯定命题更加对立于肯定命题;因为它们在推导的外观上确实具有敏锐且不易辨识的特点。此外,还有那些证明时间并不存在——依据是其各部分,即过去与未来都不存在,而现在并不是时间——的论证以及其他此类论证。

§1.165

"Ἀπορία δέ ἐστι διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμένοις. " Ἀπορία, φησίν, ἐστὶν ἐν τοῖς συλλελογισμένοις λόγοις, τί ἀνελόντων ἐλεγχθήσεται τὸ ψεῦδος,2 ὡς ἐπὶ τοῦδε· εἰ οὐδεὶς τοῖχος ἀναπνεῖ διὰ τὸ μὴ ζῷον εἶναι, εἰ ζῷα ἦσαν, ἀνέπνεον ἂν οἱ τοῖχοι, ὥστε εἴ τι ζῷον, ἀναπνεῖ· ἀλλὰ μὴν μύρμηκες, μέλιτται, ὅλα τὰ ἔντομα ζῷα ὄντα οὐκ ἀναπνεῖ· οὐκ ἄρα ὁ τοῖχος, διότι οὐκ ἔστι ζῷον, οὐκ ἀναπνεῖ· ὥστε ἔσται ὁ τοῖχος ζῷον, κἂν μὴ ἀναπνῇ. αἴτιον δὲ προσεχὲς τοῦ μὴ ἀναπνεῖν τὸν τοῖχον οὐ τὸ μὴ ζῷον εἶναι (πόρρω γὰρ τοῦτο) ἀλλὰ τὸ μὴ ἔχειν πνεύμονα. τὰ δὲ λεγόμενα κοινῶς καὶ περὶ τῶν διαλεγομένων καὶ τῶν σοφιζομένων λέγεται. ἐπεὶ δὲ οἱ διαλεγόμενοι ἐξ ἐνδόξων συλλογίζονται (τούτων γὰρ τοὺς λόγους εἶπε συλλελογισμένους), οὐ πάντως δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ ἐστιν, ἂν ἀμφότερα μὲν τὰ ληφθέντα ἔνδοξα ᾖ, δριμὺς οὗτος ὁ λόγος ἐστίν· ἀπορίαν γὰρ ἐμποιεῖ, ποίαν τῶν προτάσεων ἀνελόντες (τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί)3 καὶ τὸ συναχθὲν ἀναιρήσομεν· οὐ γὰρ ἡ τῆς τυχούσης τῶν προτάσεων ἀναίρεσις συναναιρεῖ καὶ τὸ συναχθέν, καθάπερ πολλάκις εἴρηται πρότερον, ἀλλ’ ἐκείνης παρ’ ἣν γέγονεν ἡ παραγωγή. καὶ ἔστι πρώτη μὲν ἀπορία αὕτη ἐν τοῖς διαλεκτικοῖς λόγοις. ἐν δὲ τοῖς ἐριστικοῖς πρώτη ἐστί, πῶς εἴπῃ τις τὸ προταθέν, τουτέστι πῶς ἀποκριθείς τις οὐκ ἐλεγχθήσεται. εἰ γὰρ ἔροιτό τις ‘ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρα ἀποβέβληκε τοσαῦτα;’, ἀπορία πῶς ἄν τις ἀποκριθεὶς ἐνταῦθα μὴ ἐλεγχθῇ· εἰ μὲν γὰρ φήσει, ἐλεγχθήσεται· εἰ δ’ εἴποι ‘τοσαῦτα μὲν οὔ δῆτα, τούτων δὲ τὶ ἢ τινά’, οὐκ ἂν ἐλεγχθῇ. ἢ καὶ οὕτως νοήσεις τὸ πῶς τις εἴπῃ τὸ προταθέν, πότερον παρὰ τὴν ἀμφιβολίαν ἐστὶν ἢ παρὰ τὸ συμβεβηκὸς ἢ παρά τινα τῶν εἰρημένων τρόπων· τινὰ γὰρ τῶν σοφισμάτων φαίνονται καὶ παρὰ τοῦτον καὶ παρ’ ἐκεῖνον, ὥσπερ εἴρηται καὶ πρότερον.

“困境具有双重性,其一产生于那些已被推论的论证中。” 他说,已被推论的论证中的困境在于,废除什么之后虚假结论才会被论破,正如在下面这个论证中:“如果没有任何墙壁由于不是动物而呼吸,那么如果它们是动物,墙壁就会呼吸,以至于凡动物皆呼吸;然而蚂蚁、蜜蜂以及所有昆虫虽是动物却不呼吸;因此墙壁并不是因为不是动物而不呼吸;从而即使墙壁不呼吸,它也将是动物”。但是,墙壁不呼吸的直接原因并不是其不是动物(因为这是疏远的原因),而是其没有肺。而所说的话同样适用于辩证论述者和进行诡辩者。由于辩证论述者是从通俗意见出发进行推论的(因为他将他们的论证称为‘已被推论的’),而通俗意见并非在严格意义上全都是真实的,所以若被采纳的前提二者皆是通俗意见,这论证便是敏锐的;因为它造成了一种困境,即我们应当废除哪一个前提(因为‘ὅ τι’在这里代替‘τί’使用)从而连同被推出的结论一起废除。因为并不是废除前提中随意的哪一个,就能连同推导出的结论一起废除(正如之前屡次说过的那样),而是废除那由于它而产生偏离导向的前提。在辩证性论证中,这是第一种困境。然而在争辩性论证中,第一种困境则是应当如何表述被提出的问题,也就是说,怎样回答才不会被论破。因为如果有人问:“凡人先前拥有而现在不拥有的那么多数目的东西,他是否就失去了那么多数目?”,在这里怎样回答才不至于被论破便成了一个困境;因为如果他予以承认,他就会被论破;但若他说:“绝非那么多数目,而是这些之中的某一件或某几件”,他就不会被论破。或者你也可以这样理解“应当如何表述被提出的问题”:它究竟是由于歧义,还是由于偶性,或是由于前面提到的那些方式之一而产生的;因为某些诡辩正如之前所说的那样,似乎既是由于这种方式,也是由于那种方式而产生的。

语法注3 条
  1. 1.164ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας

    此处指古代注释家对《解释篇》的分段划分,对应于现代标准分章中的第14章,即讨论相反命题与矛盾对立强弱的部分。

  2. 1.165τί ἀνελόντων ἐλεγχθήσεται τὸ ψεῦδος

    τί ἀνελόντων 为独立属格结构,其逻辑主语为不特定的人(问答者或解答者),意为“在[人们]废除了什么之后”。τί 为中性宾格疑问代词,作分词 ἀνελόντων 的直接宾语。

  3. 1.165τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί

    这是一个语法注释,说明在亚里士多德的原文(182b34)中,间接疑问代词/不定关系代词 ὅ τι 被用来代替疑问代词 τί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:190.20-191.23