- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:189.3-190.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者剖析了亚里士多德所引“去往桁端”和“欧阿尔科斯”的诡辩范例,阐明其源于动词语态、专名与连词的多义性及结合谬误,并探讨了“存在”与“一”的多义性以及识别偶性反驳的难易程度。
" Καὶ ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν." Ἡ τοῦ ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν ἀγωγὴ σοφίσματος τοιαύτη τις ἂν εἴη· ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν· τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πέμπεσθε ἄρα πρὸς τὴν κεραίαν. διττὸν τὸ στέλλεσθαι, τό τε ἐξ αὑτῶν καὶ ἀπὸ ἰδίας προαιρέσεως καὶ ὅλως τὸ πορεύεσθαι, ὡς τὸ ‘ἐστειλάμην ταύτην τὴν ὁδόν’ ἀντὶ τοῦ ‘ἐπορεύθην’, καὶ τὸ παρ’ ἄλλων ἢ ἄλλου ἀποστέλλεσθαι, ὡς τὸ ‘ἔπεμψεν ἡμᾶς ὁ βασιλεύς, ἄνδρες Ἕλληνες’. ἐν τῷ οὖν ποῖ στέλλεσθε ἐκεῖνοι μὲν τὸ στέλλεσθαι ὡς τὸ πορεύεσθαι δεδώκασιν· ὁ δὲ σοφιστὴς ἐπὶ τοῦ πέμπεσθαι ἔλαβε. τοῦτο δὲ τὸ σόφισμα δύναται καὶ παρὰ τὴν ὁμωνυμίαν εἶναι. μάλιστα δ’ ἂν εἴη παρὰ τὴν ἀμφιβολίαν· ἢ γὰρ ὅτι ποῖ πορεύεσθε; ἢ ὅτι ποῖ παρὰ ἄλλου πέμπεσθε; μήποτε δὲ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ἂν εἴη, τὸ στέλλεσθε ἀντὶ τοῦ ‘πέμπετε’ τῶν σοφιστῶν λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ.1 καὶ τὸ ἔμπροσθεν δὲ δηλοῖ μὲν καὶ τὸ πρότερον χρονικὸν ἐπίρρημα, δηλοῖ δὲ καὶ τὸ ἔμπροσθεν τοῦ ζῴου μέρος. ἀλλὰ καὶ τὸ καθαρὸς σημαίνει μὲν καὶ τὸ ὑγιεινός· καθαρὸς γὰρ βορρᾶς ὁ ὑγιεινὸς λέγεται· σημαίνει δὲ καὶ τὸ ἀμόλυντον καὶ ἄχραντον· ὥστε εἰ ὁ μὲν ἐπὶ τοῦ ὑγιεινοῦ δοίη, ὁ δὲ ἐπὶ τοῦ ἀχράντου συμπερανεῖται, οὐ συλλελόγισται. τὸ δὲ ἆρ’ Εὔαργος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης παρὰ τὴν σύνθεσιν οὕτως· ἆρά γε Εὔαρχος; οὐ δῆτα ἀλλ’ Ἀπολλωνίδης; ναί· Εὔαρχος ἄρα, ἀλλ’ οὐ δῆτα Ἀπολλωνίδης· παρὰ τὴν σύνθεσιν γὰρ τοῦ ἀλλὰ συνδέσμου τὸ σόφισμά ἐστιν. ἢ καὶ οὕτως· ἆρ’ Εὔαρχος; οὐ δῆτα· ἀλλ’ Ἀπολλωνίδης; ναί· ὁ Εὔαρχος ἄρα Ἀπολλωνίδης ἐστί. τὸ δὲ παρὸν σόφισμα ἠρωτᾶτο πρὸς τὸν ἀδελφὸν τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε Εὔαρχος καὶ ὁ ἀδελφὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλωνίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀδελφὸν Εὐάρχου οὕτως· ἆρά γε Εὔαρχος σός ἐστι; ναί· τί δέ, οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι; ναί· σὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν· ἀλλὰ μὴν καὶ οὐ πατήρ· ἀδελφὸς γὰρ σοῦ ἐστιν. ἡ μὲν οὖν ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη. ὁ δὲ Ἀριστοτέλης διά τινα βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ δι’ ἄλλων ὀνομάτων ἐκθέσθαι τὴν μίαν πρότασιν θεὶς καὶ ταύτην ἐλλιπῆ τἆλλα παρῆκεν. ἦν γὰρ ἂν πλῆρες, εἰ οὕτως εἶχεν· ἆρά γε Εὔαρχος σός ἐστι; τέθεικε δὲ αὐτὸς ἐλλιπῆ διὰ τὸ δύνασθαι τὸ ‘ἆρά γε Εὔαρχος;’ ποτὲ μὲν συμπλέκεσθαι τῷ † σοφίσματί ἐστι, ποτὲ δὲ τῷ ‘πατήρ ἐστι’. τὸ δὲ οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων ‘οὐκ ἔστι μοι ὁ Εὔαρχος πατὴρ ἀλλὰ ὁ Ἀπολλωνίδης’. δύναται τὸ Εὔαρχος καὶ ὡς παράδειγμα τῶν ὁμωνύμων νοεῖσθαι· τὸ γὰρ Εὔαρχος διττόν· ἢ ὁ εὖ τὴν ἀρχὴν διέπων ἢ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχὴν οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἂν καὶ οὕτως ἠρωτᾶτο· ἆρ’ Εὔαρχος ὅδε; ναί· τί δέ, ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχῃ, διάλογός ἐστιν; ὅτι δὲ καὶ τὸ ὂν καὶ τὸ ἓν οἱ μὲν ὁμώνυμα καὶ πολλαχῶς λέγεσθαί φασιν, οὐκ ἄδηλον· Παρμενίδης γὰρ ἓν τὸ ὄν φησι, Πλάτων δὲ τὸ ἓν μοναχῶς λέγεσθαι, ὁ δὲ Ἀριστοτέλης ἀμφότερα πολλαχῶς. τὸν Ζήνωνος δὲ λόγον καὶ Παρμενίδου λύειν λέγει οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν·2 οὗτος γὰρ κυρίως λέλυκε τοὺς Παρμενίδου καὶ Μελίσσου λόγους ἐν τοῖς Φυσικοῖς, τοὺς δὲ Πλάτωνος ἐν τοῖς Μετὰ τὰ φυσικά. ὥσπερ δέ, φησίν, ἐπί τινων τῶν προειρημένων λόγων δυσχερῶς ἔστι κατιδεῖν πῶς λύονται (οἱ μὲν γὰρ ῥᾷον ἐπιγινώσκονται, οἱ δὲ χαλεπώτερον), ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ συμβεβηκὸς ἐλέγχων· τούτων γὰρ οἱ μὲν ῥᾴους εἰσὶν ὀφθῆναι, ὅτε παρὰ τὸ συμβεβηκός εἰσιν, οἱ δὲ δυσφώρατοι τυγχάνουσιν, εἰ παρὰ τοῦτο γεγόνασιν.
“以及‘你们前往何处?’‘去往桁端。’” “你们前往何处?去往桁端”这一诡辩的展开大约是这样的:“你们前往何处?”“去往桁端”。但是前往即是被派遣;因此“你们被派遣去往桁端”。前往具有双重含义:既指出于自身并出于自己的抉择,且总的来说指行进,正如用“我前往了这条道路”代替“我行进了”;也指被其他人或被另一个人派遣,正如用“希腊的男人们,国王派遣了我们”。因此,在“你们前往何处”这一问中,那些人是在行进的意义上承认了前往;而诡辩家却是在被派遣的意义上接受的。这个诡辩也可以是由于同名异义而产生的。但它最可能应当是由于歧义而产生的;因为这既是指“你们行进到何处?”,也是指“你们被他人派遣到何处?”。不过或许它也可能是由于表达形式而产生的,因为诡辩家们用受动态代替主动态,把“你们前往”当作“你们派遣”来接受。而“在前方”一方面表示时间副词“较早”,另一方面也表示动物的“前部”。此外,“纯净的”一方面表示“健康的”——因为健康的北风被称为纯净的——,另一方面也表示“未受污染的、无瑕的”;以至于如果一人在健康的意义上给出前提,而另一人却在无瑕的意义上得出结论,他就没有构成推论。而“那么是欧阿尔科斯吗?绝非如此,而是阿波罗尼德”则是如下这样由于结合而产生的:“那么是欧阿尔科斯吗?绝非如此而是阿波罗尼德吗?”“是的”。“那么是欧阿尔科斯,但绝非阿波罗尼德”;因为这个诡辩是由于连词“但是”的结合而产生的。或者也可以是这样:“那么是欧阿尔科斯吗?”“绝非如此”。“但是阿波罗尼德吗?” “是的”。“那么欧阿尔科斯就是阿波罗尼德”。眼前的这个诡辩是对欧阿尔科斯的兄弟提问的;欧阿尔科斯和他的兄弟都是阿波罗尼德的儿子;而欧阿尔科斯也是一位父亲。因此他们这样向欧阿尔科斯的兄弟提问:“那么欧阿尔科斯是你的吗?”“是的”。“那么,欧阿尔科斯不是父亲吗?”“是的”。“因此欧阿尔科斯是你的父亲;然而他也不是你的父亲;因为他是你的兄弟”。因此诡辩的展开就是这样的。但是亚里士多德由于某种简略,并且由于已经通过其他的名称也预先陈述过那些由于偶性而产生的诡辩——眼前的诡辩也属于此类——,在给出了一个前提且使其不完整之后,便省略了其余的部分。因为如果表述成这样,它就是完整的:“那么欧阿尔科斯是你的吗?”但他自己之所以将其置于不完整的形式,是因为“那么是欧阿尔科斯吗?”有时能与诡辩结合,有时又能与“是父亲”结合。而“绝非如此,而是阿波罗尼德”乃是诡辩的破解,其实际意思是说:“欧阿尔科斯对我而言不是父亲,而是阿波罗尼德[是父亲]”。“欧阿尔科斯”也可以被理解为同名异义项的范例;因为“欧阿尔科斯”具有双重含义:既指善于执掌统治的人,也指拥有良好统治权的人。或许这个论证是针对拥有良好统治权却没有良好治理它的阿波罗尼德而提问的。或许也可以这样提问:“那么这是欧阿尔科斯吗?”“是的”。“那么,比方说,这是柏拉图的对话录吗?”。至于有人说“存在”和“一”也是同名异义的并以多种方式被述说,这是显而易见的;因为巴门尼德说存在是一,柏拉图说一是以单一方式述说的,而亚里士多德则说二者都是以多种方式述说的。并且他说解开芝诺和巴门尼德的论证的不是别人,正是他自己;因为正是他在《物理学》中严格地解开了巴门尼德和墨利索斯的论证,在《形而上学》中解开了柏拉图的论证。他说,正如在前面提到的一些论证中难以看清它们是如何被破解的(因为有些较容易被辨识,有些则较困难),在由于偶性而产生的反驳中情况也是类似的;因为在这些反驳中,有些在它们由于偶性而产生时较容易被看出,有些是否是由于这一点而产生的,则难以被察觉。
- 1.163τὸ στέλλεσθε ἀντὶ τοῦ ‘πέμπετε’ τῶν σοφιστῶν λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ
在独立属格结构(τῶν σοφιστῶν λαμβανόντων)内部,注解者指出了诡辩家将中动/被动态的 στέλλεσθε(“你们前往”/“你们被派遣”)偷换为主动态的 πέμπετε(“你们派遣”)的句法过程。τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ 则是对其语态替换的同位语式说明。
- 1.163τὸν Ζήνωνος δὲ λόγον καὶ Παρμενίδου λύειν λέγει οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν
由主动词 λέγει(主语为亚里士多德)支配的“带不定式的宾格”结构。不定式 λύειν 的逻辑主语为宾格短语 οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν(“不是别人正是他自己”),而 τὸν Ζήνωνος δὲ λόγον καὶ Παρμενίδου 则是 λύειν 的直接宾语。
