← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§17.12-19.6

对话论辩的四种分类与教学式论辩的定位

解释者探讨了为何将教学式(证明性)论辩列入对话中论辩之四属的疑难,并阐明了这四类论辩(教学式、辩证式、检验式、争辩式)的定义与相互区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

" Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη." Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπαριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλογισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως,1 οἵτινές εἰσιν ἀποδεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν 〈τοῖς〉 μάλιστα γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται· τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει, οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων διὰ συντόμου λόγου διδάσκει διαφοράν, διδασκαλικοὶ μὲν φάσκων εἰσὶν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος γινόμενοι ἀλλ’ οὐχ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλογισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζόμενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἁπλῶς ἕκαστος ἐξ οἰκείας ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς ὁ οὕτω καὶ ἐκ τοιούτων συλλογιζόμενος, οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν. αἴτιον δὲ τούτου τὸ τὸν μανθάνοντα πιστεύειν,2 ὃ γίνεται, ὅταν ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ πράγματος ὁ διδάσκων ἀκολούθους ἔχῃ τοὺς οἰκείους λόγους· οὐ γὰρ ἂν μάθοι τις τὰ δεύτερα μὴ περὶ τῶν πρώτων πεπεισμένος. διαλεκτικοὶ δέ εἰσι συλλογισμοὶ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως· ἀεὶ γὰρ ὁ διαλεκτικὸς τὴν ἀντίφασιν πειρᾶται συλλογίζεσθαι τοῦ προβλήματος, καὶ γυμναστικός τις ὢν ἐπ’ ἀμφότερα ἐγχειρεῖ δι’ ἐνδόξων καὶ τῶν ἀντικειμένων ἐστὶ συλλογιστικός. τρίτον φησὶν εἶναι τὸν πειραστικὸν συλλογισμόν, ὅς ἐστι καὶ αὐτὸς διαλεκτικός· μέρος γὰρ τοῦ διαλεκτικοῦ. διαφέρει δὲ τοσοῦτον ἐκείνου, ὅτι μή ἐστιν ἐκ τῶν ἁπλῶς ἐνδόξων ἀλλὰ καὶ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ περὶ οὗ προσποιεῖται τὴν ἐπιστήμην ἔχειν. τούτῳ γὰρ διαφέρει, ὡς εἴρηται, ὁ πειραστικὸς τοῦ διαλεκτικοῦ καίτοι καὶ αὐτὸς διαλεκτικὸς ὤν, τῷ τὸν διαλεκτικὸν ἐκ τῶν ἁπλῶς ἐνδόξων συλλογίζεσθαι, ἅπερ ἐστὶ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, τὸν δὲ πειραστικὸν καὶ ἐκ τῶν ἁπλῶς ἐνδόξων καὶ ἐκ τῶν δοκούντων πᾶσι τοῖς προσποιουμένοις εἰδέναι τὴν ἐπιστήμην ἐκείνην καθ’ ἣν ἡ πεῖρα γίνεται, ἃ καὶ αὐτὰ ἔνδοξα, εἰ καὶ μὴ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐπιστήμην ἐκείνην. τὰ γὰρ ἐν ταῖς ψευδογραφίαις ταῖς κατὰ τὴν γεωμετρίαν λαμβανόμενα οὐκ ἐκ τῶν δοκούντων πᾶσίν εἰσιν ἀλλ’ ἐκ τῶν τοῖς γεωμέτραις, τῶν ἀναγκαίων παρ’ αὐτῶν ἐκείνων τῶν γεωμετρικῶν γινώσκεσθαι. γράφεται δὲ ἔν τισι καὶ ἀναγκαῖον διὰ τοῦ ο μικροῦ, καὶ εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι’.3 ἔν τισι μέντοι ἀντιγράφοις οὐ τέτταρα γένη ἀλλὰ τρία φέρεται, ἐπεὶ τοῦ πειραστικοῦ δοκεῖ ὡς μέρους τοῦ διαλεκτικοῦ μνημονεύειν προελθών. πολὺ δὲ καὶ τὸ τῆς πειραστικῆς εἶδος παρὰ Πλάτωνί ἐστιν εὑρεῖν ἔν τε τῷ Εὐθύφρονι καὶ ἐν ἅπασι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις. μνημονεύει δὲ τῶν πειραστικῶν καὶ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν, ἔνθα διέξεισι πρὸς τίνα χρήσιμός ἐστιν ἡ διαλεκτική· ἐκεῖνο γὰρ ᾐνίξατο διὰ τοῦ ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις. ἐριστικοὺς δὲ λέγει εἶναι τοὺς ἐκ τῶν φαινομένων μὲν ἐνδόξων μὴ ὄντων δὲ (οὗτοι δὲ εἰσιν οἱ τὸ σχῆμα ἔχοντες ὑγιές) καὶ τοὺς φαινομένους συλλογισμούς· οὗτοι δὲ πάλιν εἰσὶν οἱ κατὰ τὸ σχῆμα ἡμαρτημένοι. ἀγωνιστικοὺς δὲ καὶ ἐριστικοὺς τοὺς αὐτοὺς λέγει. περὶ μὲν οὖν τῶν ἄλλων, φησί, τῶν διδασκαλικῶν καὶ ἀποδεικτικῶν λόγων, ἐν τοῖς Ὑστέροις εἴρηται ἀναλυτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς Τοπικοῖς· περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λεκτέον.

“在对话中的论辩有四个属。” 他首先通论推论的所有种类并一一列举它们,然后才选取出与自己的论著相关的推论种类,展开关于它的教学。然而值得疑难的是:他既然说对话中的论辩有四个属,为何首要地引出了教学式的论辩,而这类论辩是证明性的?因为证明性论辩并非出于公认见解,既非出于所有人都认可的事项,亦非出于绝大多数人,亦非出于智者——无论是由所有智者还是绝大多数智者抑或在哲学上最为闻名者所认可——且它们并非就一切提出的论题进行推论。因为正如辩证术的主旨所表明的,出于这些前提进行推论并不属于证明和证明性论辩,而属于辩证术。或者在此应当将“进行对话”理解为“进行推论”;因为进行证明者并非进行对话,而是进行推论,正如在几何学及某些其他领域的情形一样。在列出这四个属是什么之后,他又用简要的言论阐明了它们相互之间的区别:他主张,教学式论辩是出于各学科固有的本原产生,而非出于回答者所认可的前提;也就是说,它们是证明性的推论,例如就数目而言通过离散量进行推论的,以及几何学中通过连续量进行推论的,简言之,即各自从固有的专门知识和固有的底层题材获得本原,而证明性的正是以此种方式且出于此类本原进行推论者,而非出于回答者的意见。之所以如此,原因在于学习者必须确信,而这发生在教师拥有与事物的固有本原相承接的固有言说之时;因为如果不确信于第一本原,人就不可能学得第二位的事项。而辩证的推论是出于公认见解推论出矛盾者;因为辩证家总是试图推论出论题的矛盾,且作为练习者,他通过公认见解对正反两面都发起探讨,并能够推论出对立的主张。他说第三类是检验式推论,它本身也是辩证的,因为它是辩证推论的一部分。但它与前者的不同仅仅在于:它不是出于单纯的公认见解,而是也出于回答者就其假装拥有专门知识的题材所持有的意见。因为正如所说,检验式推论尽管自身亦是辩证的,但它与辩证推论的区别在于:辩证家出于单纯的公认见解进行推论(即所有人都认可、或者绝大多数人认可、或者智者认可的事项),而检验者不仅出于单纯的公认见解,也出于所有假装懂得进行检验所关涉的那门专门知识的人所认可的事项进行推论——这些事项即便不是单纯的公认见解,但在那门专门知识中也是公认的。因为在几何学的伪证明中被采纳的前提,并非出于所有人认可的事项,而是出于几何学者所认可的事项,即由那些几何学者自身必然应当知晓的事项。不过在某些抄本中,“必然的”写作带奥密克戎的形式,这构成了省略,以至于需要从外部补足“假装知晓者必然拥有关于它们的专门知识”这一文句。然而在某些抄本中,记载的不是四个属而是三个属,因为随着论述的推进,他似乎把检验式言论作为辩证言论的一部分来提及。检验式的种类在柏拉图那里也可以大量找到,不仅在《尤梯弗罗篇》中,而且几乎在他所有的对话录中。〔亚里士多德〕在《论题篇》第一卷讨论辩证术对什么有用时,也提到了检验式的论辩;因为通过“其方式已在别处确定”这句话,他所暗示的正是那一层意思。他说,争辩性的论辩是出于表面是公认见解而实际并非如此的前提的论辩(这些是格式健全的),以及表面上的推论(这些则是格式上有错误的)。他把求胜式和争辩式称为同一种论辩。他说,关于其他论辩,即教学式和证明性的论辩,已在《后分析篇》中讨论过,关于辩证式和检验式的论辩,已在《论题篇》中讨论过;而关于求胜式和争辩式的论辩,现在必须加以论述。

语法注3 条
  1. 1.10ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως

    πῶς 引导依赖于 ἀπορῆσαι ἄξιον 的间接疑问从句。分词 εἰπών 带有让步意味(“尽管说过……”),修饰从句的主要动词 ἐπήνεγκε,后者的省略主语根据上下文为亚里士多德。

  2. 1.10αἴτιον δὲ τούτου τὸ τὸν μανθάνοντα πιστεύειν

    带冠词的宾格不定式结构(τὸ τὸν μανθάνοντα πιστεύειν)充当表语名词,系动词(ἐστί)被省略:“此事的理由是学习者去确信”。

  3. 1.10γράφεται δὲ ἔν τισι καὶ ἀναγκαῖον διὰ τοῦ ο μικροῦ, καὶ εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι’

    注疏者指出一个文本异读,即将属格复数 ἀναγκαίων 读作中性单数 ἀναγκαῖον。在此读法下,句法上存在脱落,因此他解释称该句将是省略性的(ἐλλειπτικόν),必须从文外补足“假装知晓者必然拥有关于它们的专门知识”这一从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:17.12-19.6