← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§187.24-189.2

沿阶梯之人的诡辩与表达形式

亚历山大指出了亚里士多德对谬误推论之区分的后件,继而多角度考察了“一人沿着阶梯被搬运一把座椅”这一诡辩究竟是由于表达形式、歧义还是结合所产生,并根据一种异文提出了更为简明的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.162

" Ὥσπερ οὖν ἐν τῷ παρὰ τὴν ὁμωνυμίαν." Ἡ ἀπόδοσις τοῦ μερισμοῦ τοῦ τὰ μὲν τοῖς τυχοῦσίν ἐστιν δῆλα κατωτέρω ἐστὶν ἐν οἷς λέγει, ἐν τῷ τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει. τῶν δὲ παρὰ τὴν λέξιν σοφισμάτων ἓξ ὄντων, ὁμωνυμίας, ἀμφιβολίας, συνθέσεως, διαιρέσεως, προσῳδίας, σχήματος λέξεως, τὸ παρὸν σόφισμα τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὸ σχῆμα τῆς λέξεώς ἐστι· τὸ γὰρ ἄρρεν, τὸν ἄνδρα, οὐδετέρως ἑρμηνεύει· λέγει γὰρ τὸν ἄνδρα δίφρον ὑπάρχοντα φέρεσθαι κατὰ κλίμακος, τὸ ἀρρενικῶς λεγόμενον οὐδετέρως ἑρμηνεύων· οὐ γάρ ἐστιν ἡ ὀρθὴ πτῶσις τὸ δίφρον οὐδετέρως, ἀλλ’ ὁ δίφρος. ἔστι γοῦν παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύει, οἷον τὸ ἄρρεν οὐδέτερον λέγει καὶ τὸ οὐδέτερον ἄρρεν. ἔστι δὲ καὶ παρὰ τὴν ἀμφιβολίαν. καὶ εἴη ἂν τὸ σόφισμα τοιοῦτον· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ὁ ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο ἅρμα· ὥστε ὁ ἀνὴρ ἅρμα ὢν κατὰ τῆς κλίμακος ἐφέρετο. καὶ ὅτι οὕτως ἐγένετο ἡ ἀγωγὴ τοῦ λόγου, δῆλον ἀπὸ τοῦ κατὰ προσῳδίαν τούτου τοῦ σοφίσματος· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”·1 Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι. ἔστιν οὖν τῆς τῶν σοφισμάτων ἀγωγῆς ἡ ὁμοιότης τοιαύτη· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ἀνὴρ ἄρα ἐφέρετο κατὰ κλίμακος ἅρμα. δύναται τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον καὶ παρὰ τὴν ἀμφιβολίαν εἶναι· ἢ γὰρ ὅτι ἀνὴρ ἔφερεν ἐπὶ τοῦ ὤμου δίφρον κατὰ κλίμακος φερόμενος, ἢ ὅτι ὁ ἀνὴρ δίφρον ὢν καὶ ἅρμα κατὰ κλίμακος ἐφέρετο. ὅτι μὲν οὖν τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὴν λέξιν ἐστί, δῆλον. ἔστι δὲ ἁπλούστερον οὕτω συνάγειν· οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον·2 ἀλλὰ μὴν οὐκ ἔφερε δίφρον, ἀλλ’ ἐφέρετο ὑπὸ τοῦ δίφρου. ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπί τινος ἐπὶ δίφρου κατὰ κλίμακος φερομένου. ἢ κἂν μὴ ἐπὶ δίφρου κατήρχετό τις κατὰ τῆς κλίμακος, ἀλλὰ πρῶτον μὲν ὁ ἀνὴρ αὐτὸς καθ’ αὑτόν, ὕστερον δὲ ὁ δίφρος, οὐδὲν ἧττον χώραν ἔχει τὸ σόφισμα. κἂν γὰρ ὁ ἀνὴρ ἐν τῇ πρώτῃ, εἰ τύχῃ, ὥρᾳ τῆς ἡμέρας, ὁ δὲ δίφρος ἐν τῇ τετάρτῃ κατὰ τῆς κλίμακος ἐφέρετο, οὐδὲν ἧττον τὸ σόφισμα δύναται οὕτως ἐρωτᾶσθαι· ἆρ’ οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· τί δέ, οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· ἔδει γὰρ οὕτως συμπεράνασθαι· ὁ ἀνὴρ ἄρα καὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο· τοῦτο δὲ ἀληθές. ὅτι δὲ τὸ παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν παρὰ τὴν λέξιν ἐστί, δῆλον. εὕρηται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀνὴρ ἐφέρετο κατὰ κλίμακος διάφορον. καὶ εἴη ἂν τὸ λεγόμενον διὰ ταύτης τοιοῦτον· εἰπὼν καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοί εἰσι πάντες παρὰ τὴν λέξιν ἐπάγει τούτων ὑπόδειγμα, δυνάμει λέγων· τὸ γὰρ ‘ἀνὴρ κατὰ κλίμακος ἐφέρετο’ οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ διάφορον καὶ ἀμφίβολον· τοῦτο δὲ παρὰ τὴν λέξιν. ὅτι δὲ διάφορόν ἐστι καὶ ἀμφίβολον, δῆλον· ἢ γὰρ ὅτι ἀνὴρ κατὰ κλίμακος ἐφέρετο, ἢ ὅτι αὐτὸς ἔφερέ τι. καὶ μήποτε ἁπλουστέρα αὕτη ἡ γραφή.3

“因此,正如在由于同名异义而产生者中那样。” “有些对普通人而言是明显的”这一区分的后件,见于他在后文所说的话中,即“而有些甚至逃过了更有经验者的注意”这一句中。在由于表达而产生的六种诡辩——同名异义、歧义、结合、分割、音调、表达形式——之中,眼前的诡辩“一人沿着阶梯被搬运一把座椅”是由于表达形式而产生的。因为他将阳性事物即“男人”以中性方式表达出来;因为他一边以中性方式表达按阳性述说的事物,一边说这个男人作为一把座椅而沿着阶梯被搬运;因为正格不是作为中性的“座椅”,而是阳性的“座椅”。总之,它是由于表达形式产生的;因为他将不相同的事物以相同的方式表达出来,例如把阳性说成中性,把中性说成阳性。它也是由于歧义而产生的。该诡辩大约是这样的:“战车表示座椅;而一人沿着阶梯被搬运一把座椅;因此这个人沿着阶梯被搬运一辆战车;以至于这个人作为一辆战车沿着阶梯被搬运。”而论证的展开方式是如此进行的,从下面这个由于音调而产生的诡辩中也是清楚的:“‘心’表示灵魂;而对阿伽门农而言,作战‘显得是毁灭’;因此对阿伽门农而言,作战显得是灵魂。”因此,诸诡辩的展开方式的相似性是这样的:“‘心’表示灵魂;而对阿伽门农而言,作战‘显得是毁灭’;因此对阿伽门农而言,作战显得是灵魂;‘战车’表示座椅;而一人沿着阶梯被搬运一把座椅;因此一人沿着阶梯被搬运一辆战车。”“一人沿着阶梯被搬运一把座椅”也可以是由于歧义产生的;因为这既可以指一人走下阶梯时肩上扛着一把座椅,也可以指这个人本身作为一把座椅和一辆战车而沿着阶梯被搬运。因此,“一人沿着阶梯被搬运一把座椅”是由于表达而产生的,这一点显而易见。但这样推论更为简单:“这个人不是沿着阶梯被搬运吗?”“是的。”“这把座椅不是沿着阶梯被搬运吗?”“是的。” “因此一人沿着阶梯被搬运一把座椅。”然而他实际上并不是在搬运座椅,而是被座椅所搬运。而这一诡辩是针对某人坐在一把座椅上沿着阶梯被搬运的情况而提问的。或者即使某人并非坐在一把座椅上沿着阶梯走下,而是先是这个人自己单独走下,随后是座椅,这一诡辩也同样成立。因为即便这个人假定是在一天中的第一个时辰,而座椅是在第四个时辰沿着阶梯被搬运,这一诡辩也同样可以这样被提问:“这个人不是沿着阶梯被搬运吗?”“是的。”“那么,座椅不是沿着阶梯被搬运吗?”“是的。”“因此一人沿着阶梯被搬运一把座椅。”这一诡辩是由于结合而产生的;因为原本应当这样得出结论:“因此这个人与这把座椅沿着阶梯被搬运”;而这是真实的。至于由于结合或分割而产生的诡辩是由于表达而产生的,则是显而易见的。还发现有另一种异文作这样的表述:“一人沿着阶梯多义地被搬运”。通过该异文所表达的涵义大约是这样的:在说过“事实上几乎所有引人发笑的论证都是由于表达而产生的”之后,他引出了这些论证的一个范例,其实际意思是说:“因为‘一人沿着阶梯被搬运’并非单纯的,而是相异的且模棱两可的;而这是由于表达而产生的。”至于它是相异的且模棱两可的,则很明显:因为这既是指一人沿着阶梯被搬运,也是指他自己正在搬运某物。而或许这种异文更为单纯。

语法注3 条
  1. 1.162Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”

    句法骨架由表示关系者的与格 Ἀγαμέμνονι、表示视象的动词 εἴδετο(ὁράω 的中间态未完成时,“显得……”)、作主语的带冠词不定词 τὸ πολεμεῖν,以及带有谓语名词 κήρ(或 κῆρ)的补充不定词 εἶναι 构成。声调的改变导致了在 κήρ(“毁灭/死运”)与 κῆρ(“心/灵魂”)之间的词义偷换。

  2. 1.162ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον

    动词 ἐφέρετο 既可理解为中间态(“[自己]搬运”),也可理解为被动态(“被搬运”);宾格 δίφρον 则既可作为直接宾语(配合中间态作“搬运一把座椅”),也可作为谓语同位语(配合被动态作“[作为]一把座椅被搬运”)。注解者正是利用这一句法歧义来分析该诡辩究竟是由于表达形式、歧义还是结合而产生的。

  3. 1.162καὶ μήποτε ἁπλουστέρα αὕτη ἡ γραφή

    连词 μήποτε 在此处并不引导顾虑从句或否定目的从句,而是一种后古典及希腊化时期的惯用表达,伴随着系词 ἐστί 的省略,用于表达谨慎的肯定论断(“或许……是……”)。主语为 αὕτη ἡ γραφή,谓语形容词为比较级 ἁπλουστέρα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:187.24-189.2