- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:186.10-187.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《辨谬篇》(182a21–182b6)。他阐释了粗言破格的成立需以应答者的承认为条件、格不一致导致推论落空的结构,以及同一类谬误推论在识别其受骗因由上的难易差别与表象欺骗性。
" Οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη." Εἰπὼν ὅτι ὥσπερ ὁ λέγων “ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος;” οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων “ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;” (εἰ γάρ τις ἑλληνίζειν αὐτοὺς λέγει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι), ἐπάγει τὸ οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη. ἐκ περιουσίας δέ ἐστι τὸ ἐπιχείρημα. τὸ δὲ διὰ τούτου λεγόμενον τοιοῦτόν ἐστι· κἂν δοίημεν τὸν Κορίσκον καὶ θηλυκῶς λέγεσθαι, οἷον καὶ οὗτος καὶ αὕτη, μὴ δοίη δὲ τοῦτο ὁ ἀποκρινόμενος, οὐ συλλελόγισται τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον. καὶ εἰ δίδωσι μὲν οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτε λέγεται μήτε δίδωσι, οὔθ’ ἁπλῶς γίνεται οὔτε πρὸς τὸν ἀποκρινόμενον. ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἂν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι’ τὸν λίθον σημαίνειν οὗτος.1 ἀνόμοιον δὲ πτῶσιν λέγει τὴν εὐθεῖαν πρὸς τὴν αἰτιατικήν, ὡς δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει.
“即使‘科里斯库斯’所表示的与‘这个女人’相同,也不是。” 在说过正如说“你说存在的她,是这个男人吗?”的人不会是在讲正确的希腊语,说“你真实述说的他,是这位吗?”的人同样也不会之后(因为如果有人说他们是在讲正确的希腊语,同一事物就将既按阴性、又按阳性、且按中性来述说了),他接着补上“即使‘科里斯库斯’所表示的与‘这个女人’相同,也不是”。这一论证是出于绰有余裕的。通过这句话所说的乃是这样:即使我们容许科里斯库斯也可以在阴性中被述说,例如既被称为“这个男人”又被称为“这个女人”,但若应答者不承认这一点,他就并没有推论出粗言破格,而是必须去向应答者提问。如果他承认但实际上并不这样述说,虽然发生了粗言破格,但不是无条件地发生,而是相对于应答者发生;如果既不这样述说他也不承认,则无论无条件地还是相对于应答者都不会发生。而在“因此在那边同样必须……”这句话中,所省略的大约是“被追加提问他是否承认”石头表示“这个男人”。他所说的“不相似的格”是指主格相对于宾格,正如他通过接着补上的话所表明的那样。随后的内容他表达得很明白。
"Ἀλλ’ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος." Ἐν τῇ πρώτῃ, φησίν, ἐρωτήσει τῇ ἆρα ἐπίστασαι τοῦτο; τὸ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ἐν δὲ τῇ δευτέρᾳ ὡς ταὐτὸν τῷ οὗτος· ἀνόμοιος δὲ πτῶσις τὸ οὗτος καὶ τὸ τοῦτον· ὥστε οὐ συλλελόγισται. ἀλλὰ καὶ ἐν τῷ ἑξῆς σοφίσματι τῷ ἆρ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; τὸ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται. ἐδόθη δ’, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο· τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται, ὥστε ἐπίστασαι τὸν λίθον.
“但是在前一个[提问]中是‘这位[宾格]’,而在后一个中则是‘这位[主格]’。” 他说,在第一个提问即“你知道这个吗?”中,“这个”被给予为等同于“这位[宾格]”,而在第二个提问中则被给予为与“这位[主格]”相同;但“这位[主格]”与“这位[宾格]”是不相似的格;因此并没有被推论出来。但在接下来的诡辩即“你具有其知识的那事物,你知道这个吗?”中,“这个”同样被给予为等同于“这位[宾格]”。而所承认的是:对于你具有其知识的那事物,知道的不是关于这个[的知识],而是这个;然而“这个”被给予为等同于“这位[宾格]”,因此“你知道石头”。
"Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων." Δεῖ, φησί, σκοπεῖν καὶ ἐξακριβοῦν ὡς οἱ μὲν τῶν παραλογισμῶν ῥᾴους εἰσὶν εἰς τὸ γνωσθῆναι τὰ δι’ ὧν ἐλέγχονται σοφιστικῶς προαγόμενοι, τοὺς δὲ οὐ ῥᾴδιον ἐπιγνῶναι, παρὰ τί παραλογίζεται ὁ ἀκούων, καίτοι πολλάκις τοὺς αὐτοὺς ὄντας τοῖς εὐκόλως ἐπιγινωσκομένοις.2 τὸ γὰρ πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες τοιοῦτόν ἐστιν· οἱ αὐτοὶ ἀλλήλοις εἰσὶ πάντες οἱ παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ καὶ οἱ παρὰ τὴν ἀμφιβολίαν πᾶσι τοῖς παρὰ τὴν ἀμφιβολίαν καὶ οἱ παρὰ τὸ συμβεβηκὸς πᾶσι τοῖς παρὰ τὸ συμβεβηκός. ὃ δὲ λέγει ἐστίν, ὅτι τινὲς μὲν ὄντες παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι καὶ φαίνονται ὅτι παρὰ τὴν ὁμωνυμίαν εἰσί, τινὲς δὲ εἰσὶ μὲν παρὰ τὴν ὁμωνυμίαν, οὐ φαίνονται δὲ ὄντες παρὰ τὴν ὁμωνυμίαν· οὕτως καὶ οἱ παρὰ τὸ συμβεβηκός. ὅμως, φησί, τοὺς παρὰ τὸ συμβεβηκὸς πάντας τοὺς αὐτοὺς δεῖ καλεῖν, τουτέστι παρὰ τὸ συμβεβηκὸς δεῖ λέγειν εἶναι, κἂν μὴ φαίνωνται ὄντες παρὰ τὸ συμβεβηκός. ὅτι δέ εἰσι παραλογισμοὶ παρ’ ἄλλο μέν, φαινόμενοι δὲ εἶναι παρ’ ἄλλο, εἴρηται πρὸ ὀλίγου, ὁπηνίκα μὴ ἀπεδέχετο τοὺς μὴ καλῶς λύοντας μηδὲ λέγοντας τὸ αἴτιον παρ’ ὃ γέγονεν ὁ παραλογισμός. μεταφερόμενον δὲ λέγοι ἂν τὸ ἐπαγόμενον, ὥσπερ καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’ καὶ ‘ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες’· τοῦτο γὰρ κατὰ μὲν τὰ ἠρωτημένα δοκεῖ παρὰ τὴν ἀμφιβολίαν εἶναι, κατὰ δὲ τὸ ἐπαχθὲν παρὰ τὴν σύνθεσιν.
“但也必须认识到,在所有论证中……” 他说,必须考察并精确探究:在谬误推论中,有些在认识其用于诡辩式反驳的依据上较为容易,而有些则不容易觉察听者究竟是因何而受骗陷入谬误的,尽管它们往往与那些容易被觉察的谬误属于同类。因为“往往与那些相同”的意思是这样:所有由于同名异义而产生的谬误彼此都是同类的,正如由于语句歧义而产生的谬误相对于所有由于语句歧义而产生的谬误、由于偶性而产生的谬误相对于所有由于偶性而产生的谬误一样。而他所说的意思是:某些由于同名异义而产生的反驳确实也显得是由于同名异义而产生,而某些虽然是由于同名异义而产生,却不显得是由于同名异义而产生;由于偶性而产生的反驳也是如此。然而他说,必须将所有由于偶性而产生的反驳都称为相同的,也就是必须说它们是由于偶性而产生的,即使它们看起来不像是由于偶性而产生的。至于存在着由于一因产生却看似由于另一因产生的谬误推论,前不久已经论述过,即当他不赞同那些未能恰当解决亦未指出谬误推论因何而发生之人的时候。而所说的“转移”大约是指附加的推论,正如在“你看到这人被用其击打的那个东西,这人就是被它击打的吗?”和“用其被击打的那个东西,你就用它看到了”中一样。因为根据所提问的前提,这看起来是由于歧义,而根据附加的结论,则看起来是由于结合。
- 1.159ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἂν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι’ τὸν λίθον σημαίνειν οὗτος.
带定冠词的不定式短语 τὸ προσερωτηθῆναι(“被追加提问”)作为潜在祈愿势动词 λείποι ἂν 的主语,其后引导间接疑问句 εἰ δίδωσι(“是否承认”)及其宾语不定式短语 τὸν λίθον σημαίνειν οὗτος(“石头表示‘这个男人’”)。注释家在此指明了亚里士多德简省原文在逻辑上应补充的前提。
- 1.161καίτοι πολλάκις τοὺς αὐτοὺς ὄντας τοῖς εὐκόλως ἐπιγινωσκομένοις.
在连词 καίτοι 之后使用了宾格分词短语 τοὺς αὐτοὺς ὄντας。该分词短语在格上与前文由 οὐ ῥᾴδιον 所引导的宾格成分 τοὺς δέ [paralogismous](“另一些谬误推论”)保持一致,表达让步意义:“尽管它们往往与那些易于识别的谬误相同”。
