← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§184.33-186.9

代词的性与格引起的语法破格及其解决

亚历山大阐明了亚里士多德关于粗言破格的成因与解决方式的论述,对比了在主格与宾格中同形的中性代词与具有性别的阳性、阴性代词,并论及了广义上的粗言破格(不当使用名称)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.157

" Περὶ δὲ τῶν σολοικισμῶν, παρ’ ὅ τι μὲν φαίνονται." Περὶ τῶν σολοικισμῶν, παρὰ τί μὲν φαίνονται συμβαίνειν, εἴρηται πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο συμβαίνουσι· τὸ γὰρ τόδε ἐπὶ τῶν οὐδετέρων λεγόμενον λαμβάνεται καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ αἰτιατικῆς, καὶ λαμβανόμενον παρὰ τοῦ σοφιστοῦ τὸ τόδε ὡς σημαῖνον εὐθεῖαν, εἶτα προσφέροντος1 τοῦ σοφιστοῦ παρὰ τὸ τόδε αἰτιατικὴν σημαῖνον συμβαίνει ἀπάγεσθαι τὸν ἀποκρινόμενον εἰς σολοικισμόν. ἐπ’ αὐτῶν δὲ τῶν συλλογισμῶν ἐστι, φησί, φανερὸν πῶς λυτέον, οἷον ὡς ἐπὶ τοῦδε τοῦ λόγου· ἆρ’ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο; ἐνταῦθα μὲν ὡς ἐπ’ εὐθείας ἐρωτηθὲν τὸ τοῦτο καὶ οὕτως παρὰ τοῦ ἀποκρινομένου συγχωρηθὲν συμπεραίνει ἐπὶ αἰτιατικῆς, λέγων φῂς δ’ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν εὐθεῖαν, ὅπερ εἶπεν αὐτὸς ὅ, ἀλλ’ αἰτιατικήν, ὅπερ ἐδήλωσεν αὐτὸς διὰ τοῦ ὅν.

“但是关于粗言破格,因何而显得[发生]。” 关于粗言破格,它们因何而显得发生,前文已经论述过;因为它们是由于“这个”和“这个”而发生的;因为在用于中性事物时所说的“这个”既可取为主格也可取为宾格,当诡辩家将“这个”取为表示主格,随后诡辩家又在“这个”之外引入表示宾格之物时,应答者便会陷入粗言破格。但是他说,在这些推论本身中,应当如何解决是显而易见的,例如在下面这个论证中:“你真实地述说的那事物,这也就是它吗?”在此,“这”作为主格被提问并因此被应答者所承认,然而他却在宾格中得出结论,说:“但你主张某物是石头;因此有某物是石头。”或者说,说“石头”并非说主格——这正是他自己用“哪个”所指的——而是说宾格,这正是他自己通过“哪位”所表明的。

§1.158

"Εἰ οὖν ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις." Ὥσπερ, φησίν, εἰ ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, τὸν τοιοῦτον οὐκ ἄν τις φαίη ἑλληνίζειν ἀλλὰ σολοικίζειν, ὥσπερ καὶ ἐπὶ τοῦ ‘ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; ξύλον δ’ εἶπε ταύτην οὗτος· ἔστιν ἄρα ξύλον ταύτην’, οὕτως καὶ ἐπ’ ἐκείνων γίνεται· τὸ γὰρ τοῦτο συγχωρηθὲν καὶ ἐπ’ εὐθείας λεγόμενον ἐκεῖνος λαμβάνει ὡς ἐπὶ αἰτιατικῆς. διὸ καὶ ἐπὶ τούτων μόνων γίνονται οἱ σολοικισμοί, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ὡς τὸ ‘αὕτη τόδε ἐστίν, οἷον ἡ οὐσία ζῷον’. ἁρμόζει δὲ καὶ κατ’ εὐθεῖαν καὶ αἰτιατικὴν φερόμενον. ἀλλ’ ἴδωμεν αὖθις τὸ ἆρ’ ἣν λέγεις, ἔστιν οὗτος; ὥσπερ, φησίν, ὁ λέγων ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον; τὸ δὲ ξύλον δ’ εἶπεν οὗτος ἐπήγαγεν, ὡς εἰ ἔλεγεν ‘εἰ ἑλληνίζειν τις τοὺς οὕτω λέγοντας φήσει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι’. εἰ γὰρ ἣν λέγεις, ἔστιν οὗτος, εἶπε δὲ οὗτος αὐτὴν ξύλον, ἔσται αὕτη ξύλον οὗτος καὶ οὗτος τοῦτο αὕτη καὶ τοῦτο αὕτη οὗτος.2 ἐπὶ μὲν οὖν τῶν ἀρσενικῶν ἢ θηλυκῶν πάμπολυ διέστηκε τὸ ὃ τοῦ αὕτη ἢ οὗτος, ὁμοίως δὲ καὶ τὸ τοῦτο, ἐπὶ δὲ τῶν οὐδετέρων, ἃ εἶπεν αὐτὸς ἢ ὅσα μήτε θῆλυ μήτε ἄρρεν σημαίνει, τὸ ὃ καὶ τὸ τοῦτο οὐδὲν διαφέρει. διὸ καὶ οὐ γίνονται σολοικισμοί· ἐνταῦθα γὰρ διὰ τοῦ τόδε σημαίνοντος καὶ εὐθεῖαν καὶ αἰτιατικὴν οὐ συμβήσεται σολοικισμός. οἷον εἰ ἔροιτό τις ἆρ’ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι τοῦτο· ἔστιν ἄρα ξύλον· ἐνταῦθα γὰρ ἐπὶ τοῦ ξύλου οὐδετέρου ὄντος καὶ τοῦ τοῦτο ἁρμόζοντος τῷ ξύλῳ καὶ ἐπὶ εὐθείας καὶ ἐπὶ αἰτιατικῆς λεγομένῳ, ὥσπερ καὶ αὐτοῦ τοῦ τόδε, οὐ γίνονται σολοικισμοί. ἐπὶ δὲ τοῦ ἆρα οὗτός ἐστιν αὕτη; τί δέ, οὐχ οὗτος Κορίσκος; καὶ συμπεραινομένου ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελογίσθαι φησὶ σολοικισμόν, καθὸ μὴ τὴν αἰτιατικὴν δοτικὴν ἢ εὐθεῖαν συνελογίσατο· εἶπε γὰρ ‘αὕτη οὗτος, οὗτος Κορίσκος, αὕτη ἄρα Κορίσκος’. ὁρᾷς πῶς οὐ σολοικίζει ἐν πτώσεσιν· ἔστι δὲ τοῦτο σολοικισμός. φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ Περὶ μνήμης καὶ ἀναμνήσεως ὡς ὁ μὴ τὰ πράγματα οἰκείοις ὀνόμασιν ὀνομάζων σολοικίζει· τὸν γὰρ μέλλοντα εἰπεῖν Λεωσθένην, εἶτα Λεωδάμαντα εἰπόντα σόλοικον ὠνόμασεν ὡς ἄλλο ἀντὶ ἄλλου εἰπόντα.

“因此如果有人问:‘你真实地述说的那位……’” 他说,正如如果有人问:“你真实述说的那位,是这位吗?”,任何人都会说这样的人不是在讲正确的希腊语,而是在犯粗言破格,正如在“你说存在的那个女人,是这个男人吗?而这个男人称她为木材;因此木材是她”的情况中一样,在那些情况中也是如此发生的;因为被承认且在主格中述说的那个“这个”,那个人却当作在宾格中那样来接受。因此粗言破格仅发生在这些事物上,即发生在阳性与阴性事物上,如“这个女人是这个东西,例如实体是动物”。而且无论在主格还是宾格中表述,都是适用的。但让我们再次来看“你说的那个女人,是这个男人吗?”他说,正如说“你说存在的那个女人,是这个男人吗?”的人不会是在讲正确的希腊语,说“你真实述说的那位,是这位吗?”的人同样也不会。而他补上的“而这个男人说了木材”,就好像在说:“如果有人主张这样说话的人是在讲正确的希腊语,那么同一事物就将既按阴性、又按阳性、且按中性来述说了。”因为如果“你说的那个女人,是这个男人”,而“这个男人称她为木材”,那么就会变成:这个女人是木材这个男人,这个男人是这个东西这个女人,以及这个东西是这个女人这个男人。因此在阳性或阴性的情况下,“哪个”与“这个女人”或“这个男人”相去甚远,“这个东西”也是如此;但在中性的情况下——即他自己所说的“或者凡是不表示雌性也不表示雄性的东西”——“哪个”与“这个东西”毫无分别。因此不会发生粗言破格;因为在这里,通过既表示主格又表示宾格的“这个”,不会导致粗言破格。例如如果有人问:“你说存在的那事物,是这个东西吗?而你说这个东西是木材;因此它是木材。”因为在这里,由于木材是中性的,且“这个东西”适用于木材,并在主格和宾格中都被述说,正如“这个”本身一样,所以不会发生粗言破格。但是在“这个男人是这个女人吗?又怎么了,这个男人不是科里斯库斯吗?”并得出结论“因此这个男人是这个女人”的情况中,他说这并没有推论出一个粗言破格,因为他没有把宾格推论为与格或主格;因为他说的是“这个女人是这个男人,这个男人是科里斯库斯,因此这个女人是科里斯库斯”。你看到他在格上并没有犯粗言破格;但这却是一个粗言破格。因为哲学家在《论记忆与回忆》中说,不用事物固有的名称来命名事物的人就是在犯粗言破格;因为他将本想说莱奥斯提尼却说了莱奥达马斯的人称为犯了粗言破格者,因为他说出了另一物来代替此物。

语法注2 条
  1. 1.157λαμβανόμενον ... προσφέροντος

    此处出现句式断配(anacoluthon):中性宾格或主格分词 λαμβανόμενον 与属格独立结构 προσφέροντος τοῦ σοφιστοῦ 通过 εἶτα 相连。开头的松散分词结构(或宾格绝对结构)转入了属格独立结构,并最终连接到主句的非人称动词 συμβαίνει。

  2. 1.158ἔσται αὕτη ξύλον οὗτος καὶ οὗτος τοῦτο αὕτη καὶ τοῦτο αὕτη οὗτος

    阴性主格(αὕτη)、中性主格(ξύλον, τοῦτο)与阳性主格(οὗτος)在同一主述结构中直接并置,打破了语法性的一致规则。这种故意破坏句法结构的并置方式,揭示了如果承认论敌的前提(即语法性别可任意等同置换)必然导致的荒谬同一性结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:184.33-186.9