- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:183.25-184.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过补足亚里士多德在181b35处的语句省略,注解者借由“凹”与“塌鼻”的例子证明谓词与主体结合时会获得确定含义,并通过澄清标点停顿以及被定义项的功能,解决了有关定义中重言反讽的诡辩难题。
" Ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις τοῦτο λεκτέον." Πρὸς τὴν ἀποδοθεῖσαν ἐξήγησιν τοῦ “οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἐστίν” ὑπηγάγετο1 τὸ εὐθὺς ἐπαχθὲν τὸ ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις καὶ τὰ ἑξῆς, λέγων κατηγορούμενα τὰ κοινότερα καὶ περιληπτικώτερα τῶν ὑπ’ αὐτά. ἔστι δὲ ἡ λέξις ἐλλιπής·2 τὸ δὲ πλῆρες τοιοῦτον· ἐν δὲ τοῖς κατηγορουμένοις καὶ ὑποκειμένοις, δι’ ὧν ὑποκειμένων δηλοῦνται, ἤτοι ὁρίζονται (ἡ γὰρ σιμότης διὰ τῆς ῥινὸς ὁρίζεται, ὥστε τὰ κατηγορούμενα διὰ τῶν ὑποκειμένων δηλοῦνται), ἐν δὴ τούτοις, φησί, ῥητέον ὅτι οὐ τὸ αὐτὸ δηλοῖ χωρὶς καὶ καθ’ αὑτὸ λεγόμενον καὶ ἐν τῷ λόγῳ, τουτέστι ‘καὶ ὅταν μετά τινος ὑποκειμένου συνδυασθὲν λόγῳ λέγηται καὶ μὴ ὀνόματι’. καὶ τοῦτο λίαν ἐναργῶς παρέστησε διὰ τοῦ κοίλου· καὶ γὰρ τὸ κοῖλον καθ’ αὑτὸ μὲν λεγόμενον συγκεχυμένως ἀμφοτέρων ἐστὶ δηλωτικόν, τοῦ τε σιμοῦ καὶ τοῦ ῥαιβοῦ· ὅταν δὲ προστεθῇ τινι, οὐ τὸ αὐτό· ὁ γὰρ εἰπὼν σκέλος κοῖλον ὡρισμένως δι’ αὐτοῦ τὸ ῥαιβὸν δηλοῖ, ὥσπερ καὶ ὁ εἰπὼν κοίλην ῥῖνα τὸ σιμόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδὲν κωλύει, τοῦ ‘ὡρισμένον τι ἀλλὰ μὴ συγκεχυμένον’. ὡς γοῦν ἐνταῦθα οὐ ταὐτόν ἐστιν εἰπεῖν κοῖλον καὶ κοίλην ῥῖνα, οὕτως οὐδὲ τὸ λέγειν διπλάσιον ταὐτὸν ἔσται τῷ λέγειν διπλάσιον ἡμίσεος. εἰ δὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔθ’ ὁ λέγων τὴν σιμότητα κοιλότητα ῥινὸς δὶς λέγει τὴν ῥῖνα, οὔθ’ ὁ λέγων τὸ διπλάσιον ἡμίσεος διπλάσιον δὶς λέγει τὸ ἥμισυ, ὥσπερ οἱ σοφισταὶ βούλονται. λαβόντες γὰρ παρὰ τῶν μὴ καλῶς ἀποκρινομένων, ὅτι τὸ διπλάσιον ταὐτόν ἐστι καὶ τὸ διπλάσιον ἡμίσεος, φασὶν ὅτι, ἐπεὶ ὁ διπλάσιον εἰπὼν ἥμισυ εἶπε, προσθεὶς [δὲ] πάλιν τὸ ἥμισυ δὶς εἶπε τὸ ἥμισυ, οἷον διπλάσιον ἡμίσεος ἡμίσεος. πάλιν σιμότητα εἰπὼν ῥῖνα εἶπεν, ὥστε, εἰ λέγοιμεν ὅτι σιμότης ἐστὶ κοίλη ῥίς, δὶς λέγομεν τὸ ῥίς· σιμότητα γὰρ εἰπόντες ῥῖνα εἴπομεν, προσθέντες δὲ καὶ τὴν ῥῖνα δὶς τὸ αὐτὸ εἰρήκαμεν, κοίλη ῥὶς ῥίς. λύονται δὲ ταῦτα, καθάπερ εἴπομεν, ὅτι οὐ ταὐτὸν σημαίνει χωρὶς καὶ συνημμένως λεγόμενον. ἔτι σαφέστερον εἰπεῖν τὸ ὥστ’ οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός τοιοῦτόν ἐστιν, ὅτι οὐδὲν ἄτοπον, εἴ τις ἐρωτηθείς, τί ἐστι ῥὶς σιμή, εἴπῃ ὅτι ῥίς ἐστιν ἡ ἔχουσα κοιλότητα ῥινός· ὥσπερ γάρ, ὅταν ἐρωτηθέντες περὶ ἀνθρώπου, τί ἐστιν ἄνθρωπος, εἴπωμεν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐ συμπαραλαμβάνομεν τὸν ἄνθρωπον, οὕτω γίνεται καὶ ἐπὶ τούτου. καὶ μή τις ὑπολάβοι ἄτοπόν τι λέγειν τὸν Ἀριστοτέλην ἐκ τούτου τοῦ ῥητοῦ ὁρμηθείς (ἔοικε γὰρ οὗτος ἐν τούτῳ τῷ ῥητῷ παραλαμβάνειν δὶς τὴν ῥῖνα) λέγοντα ὥστε οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς παραλαμβάνει τὸ ῥίς· ὑποστικτέον γὰρ εἰς τὸ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός·3 ὅταν γὰρ ἐρωτώμεθά τι, συμπαραλαμβάνομεν κἀκεῖνο, οὐχ ὡς μέρος ὂν τοῦ ὁρισμοῦ ἀλλ’ ὡς ἐρωτηθέν, οἷον ἐρωτώμενοι, τί ἐστι τόδε, λέγομεν ‘τόδε ἐστὶ τόδε καὶ τόδε’.
“但是在借以表明它们的诸谓词中,必须说明这一点。” 紧接着对“知识也不在种中”所给出的解释,他顺次引出了紧接着引入的“但是在借以表明它们的诸谓词中”及接下来的文句,将那些比其统属之物更具普遍性和涵盖性的东西称为“谓词”。但是这一语句是省略的;其完整的表述是这样的:“但是在被述说之物与主体中,借由这些主体〔被述说之物〕得以表明、即被定义(因为塌鼻是通过鼻子被定义的,从而诸谓词是通过主体被表明的),在这些东西中,”他说,“必须说明,当分别地且自身独立地被述说时,与在说明[定义式]中——也就是〈当与某个主体相结合、在说明中被述说而非通过单个名辞述说时〉——并不表明同一事物。”并且他通过“凹的”极其明白地展示了这一点;因为“凹的”孤立述说时,是将塌鼻与罗圈腿两者混同地表明的;然而当它被附加于某物时,则并不相同;因为说了“凹腿”的人通过它确定地表明了“罗圈腿”,正如说了“凹鼻”的人表明了“塌鼻”一样;因为“毫无妨碍”所表明的正是这一点,即表明“某种确定的而非混同的东西”。无论如何,正如在这里说“凹的”与“凹鼻”并非同一回事,同样说“两倍”也不会与说“一半的两倍”是同一回事。 因此,如果这些情况是这样,那么正如诡辩家们所意图的那样,既不是说塌鼻是“鼻之凹”的人两次说了“鼻”,也不是说两倍是“一半的两倍”的人两次说了“一半”。因为他们从回答不妥当的人那里得到“两倍”与“一半的两倍”是同一回事〔的承认〕,便声称:既然说了“两倍”的人已经说了“一半”,那么再次加上“一半”的人就两次说了“一半”,例如“一半的一半的两倍”。同样,说了“塌鼻”的人已经说了“鼻”,因此如果我们说塌鼻是“凹鼻”,我们就两次说了“鼻”;因为说了“塌鼻”我们就说了“鼻”,而再加上“鼻”,我们就两次说了同一事物,即“凹鼻鼻”。但是正如我们所说,这些是借由在分别述说与结合述说时并不表达同一事物而得以解决的。 为了说得更明白,“因此,如果塌鼻是具有鼻之凹的鼻,并无不合理之处”是这样的:如果有人被问及“什么是塌鼻”,而回答说“是具有鼻之凹的鼻”,并无任何不合理之处;因为正如当关于人被问及“什么是人”时,我们说“人是理性的动物”,我们并未将人包含[在定义式之内]一样,在这一情况中也是如此。并且谁也不应从这段文字出发,以为亚里士多德在说某种荒谬之事(因为他在这一语句中似乎两次包含了“鼻”),即他说“因此,如果塌鼻是具有鼻之凹的鼻,并无不合理之处”;因为他并未两次包含“鼻”;因为应当在“是具有鼻之凹的鼻”处点断;因为每当我们被问及某物时,我们也会将那个被问及之物本身包含进来,但不是作为定义的一部分,而是作为被问及之物,例如当被问及“这是什么”时,我们说“这是如此这般的东西”。
- 1.156ὑπηγάγετο
主语为亚里士多德。此处中动相表示在承接前文观点(关于知识与其种关系的解释)的基础上,将后文文句(181b35)作为论证的下阶段内容“顺次引入”或“附加上去”。
- 1.156ἔστι δὲ ἡ λέξις ἐλλιπής
引文中的词组(ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις)结构紧缩且存在省略,注解者将其补足并梳理为 κατηγορουμένοις καὶ ὑποκειμένοις, δι’ ὧν ὑποκειμένων δηλοῦνται,用以说明谓词是通过其所在的主体而得以被界定并表明的。
- 1.156ὑποστικτέον γὰρ εἰς τὸ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός
标点句读指示。为了避免在亚里士多德的文句中看似在定义本身内重复了“鼻”,动词性形容词指明应当在主语(被定义项,即 ἡ ῥὶς ἡ σιμή)之后、定义谓语部分“ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός”之前进行停顿。从句法上讲,主语中的“鼻”仅是对被问事物的复述,并不构成定义项内部的重言。
