← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§182.5-183.24

解决重言谬误与关系词的意义区分

本节依据亚里士多德《辨谬篇》第31章(181b25),讨论了针对导致重言(同语反复)谬误的解决办法,指出孤立使用的关系词与带有修饰语的复合使用在意义上有所不同,并阐明了肯定与否定、属与种之间明说与蕴含的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.155

" Περὶ δὲ τῶν ἀπαγόντων εἰς τὸ αὐτό." Πληρώσας τὰς λύσεις τῶν σοφισμάτων, νῦν λύει καὶ τοὺς εἰς τὸ λέγειν τὸ αὐτὸ πολλάκις ἀπάγοντας παραλογισμούς. καὶ φησὶν ὅτι περὶ τῶν ἀπαγόντων σοφισμάτων εἰς τὸ λέγειν πολλάκις τὸ αὐτὸ δεῖ μὴ διδόναι τὰς κατηγορίας, ἤγουν τὰ ὀνόματα τῶν πρός τι λεγομένων αὐτὰ καθ’ ἑαυτὰ καὶ χωρὶς λεγόμενα σημαίνειν τι, ἤγουν σύνθετον·1 οἷον εἰ διπλάσιον λέγεται αὐτὸ καθ’ αὑτό, οὐκ ἔστι σύνθετον οὐδὲ σημαίνει τι καὶ ἕτερον, οἷον τὸ ἡμίσεος, διότι ἐμφαίνεται ἐν αὐτῷ. περὶ τούτου οὖν διδάσκει ἡμᾶς καὶ παραινεῖ, εἰ ἐρωτώμεθα πότερον τὸ διπλάσιον καθ’ αὑτὸ λεγόμενον καὶ μετὰ τοῦ ἡμίσεος ταὐτόν ἐστι καὶ τὸ αὐτὸ σημαίνει ἢ οὔ, μὴ διδόναι ἀλλὰ φάσκειν ὅτι ἄλλο μέν ἐστι τὸ εἰπεῖν διπλάσιον καὶ ἄλλο τὸ διπλάσιον ἡμίσεος· εἰ γὰρ καὶ ἐμφαίνεται καὶ συνεπινοεῖται ἐν τῷ εἰπεῖν διπλάσιον τὸ ἡμίσεος, ἀλλ’ οὖν ἄλλο ἐστὶ τὸ εἰπεῖν καὶ τὸ ἡμίσεος καὶ ἄλλο τὸ μὴ εἰπεῖν. καὶ συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα, τουτέστι ‘καὶ γὰρ τὰ δέκα ἐμφαίνεται ἐν τοῖς παρὰ μονάδα δέκα’· παρὰ μονάδα δὲ δέκα ἐστὶ τὰ ἐννέα· τοῖς γὰρ ἐννέα εἰ προστεθείη μονάς, δέκα ἐστί. τὰ γοῦν ἐννέα λέγοντες οὐ δέκα, ἐν ὅσῳ ταῦτα οὐ δέκα φαμέν, συνεμφαίνομεν ἐν τούτοις καὶ δέκα· ὡς γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ δέδεικται, αἱ καταφάσεις ἐμφαίνονται ἐν ταῖς οἰκείαις ἀποφάσεσιν. ὁ γὰρ λέγων ὅτι τόδε οὐκ ἄνθρωπος τοῦτο αὐτό φησιν, ὅτι τοῦτο ἄνθρωπος οὐκ ἔστιν, ὥστε ἐν τῷ μὴ ἀνθρώπῳ συνθεωρεῖται καὶ συννοεῖται ὁ ἄνθρωπος. ὁμοίως καὶ ἐν τῷ λέγειν ὅτι οὐ ποιεῖ ἐμφαίνεται τὸ ποιεῖν· τὸ γὰρ μὴ ποιεῖν αὐτὸ τοῦτο τοῦ ποιεῖν ἐστι στέρησις. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ὥσπερ ὁ λέγων οὐ λευκὸν οὐκ ἐξ ἀνάγκης λευκὸν λέγει, κἂν ἐν τῷ μὴ λευκῷ ἐμφαίνηται τὸ λευκόν, ὁμοίως καὶ ὁ λέγων οὐ δέκα οὐκ ἐξ ἀνάγκης καὶ δέκα λέγει καίτοι τῶν δέκα ἐμφαινομένων ἐν τοῖς οὐ δέκα, οὕτως καὶ ὁ λέγων οὐ διπλάσιον οὐκ ἐξ ἀνάγκης διπλάσιον λέγει, κἂν ἐν τῷ μὴ διπλασίῳ ἐμφαίνηται τὸ διπλάσιον. εἰ δὲ τοῦτο, καὶ ἀντιστρέψαντας ῥητέον· ὥσπερ ὁ λέγων λευκὸν οὐ λέγει καὶ μὴ λευκὸν καὶ ὁ δέκα οὐχὶ καὶ μὴ δέκα, οὕτως καὶ ὁ διπλάσιον λέγων οὐκ ἐξ ἀνάγκης καὶ οὐ διπλάσιον λέγει, ὅπερ ἐστὶν ἥμισυ· τὸ γὰρ ἥμισυ οὐ διπλάσιον. καὶ τὸ μὲν διπλάσιον, φησίν, οὐδὲ σημαίνει οὐδὲν ἴσως, τουτέστιν ἴσως οὐδὲ σημαίνει τὸ ἥμισυ· τὸ δὲ ἴσως πρόσκειται, ὅτι δυνάμει, ἐνεργείᾳ δὲ οὔ. εἰ δέ γε καὶ σημαίνει, ἀλλ’ οὐ ταὐτὸ διῃρημένως καὶ συνηνωμένως· τὸ δὲ διῃρημένως ἴσον ἐστὶ τῷ καθ’ αὑτό, τὸ δὲ συνημμένως τῷ μετὰ τοῦ ἡμίσεος. τὸ δὲ οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ σημαίνεται ἡ ἐπιστήμη διὰ τοῦ εἴδους καίτοι ἐν τοῖς εἴδεσιν οὖσα’.2 οἷον εἰ ἔστιν ἡ ἰατρικὴ εἶδος τῆς ἐπιστήμης (τούτου γάρ ἐστι δηλωτικὸν τὸ οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη, ὅπερ τὸ κοινόν), δῆλον ὅτι ἔνεστιν ἐν τῇ ἰατρικῇ· πλὴν εἰ καὶ ἐν αὐτῇ ἐστιν, οὐ σημαίνεται δι’ αὐτῆς· ὁ γὰρ εἰπὼν ἰατρικὴν οὐ λέγει ἐπιστήμην. καὶ τὴν αἰτίαν τούτου ταχέως ἐπήγαγε διὰ τοῦ ἐκεῖνο δὲ ἦν ἡ ἐπιστήμη ἐπιστητοῦ, δυνάμει λέγων ὅτι ἡ ἐπιστήμη λέγεται ἐπιστητοῦ, ἡ δὲ ἰατρικὴ οὐ λέγεταί τινος· οὔτε γὰρ ἡ γραμματική τινος λέγεται γραμματικὴ οὔτε ἄλλη τῶν κατὰ μέρος οὐδεμία, ὡς ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν. εἰ οὖν ὁ ἐπιστήμην εἰπὼν τινὸς εἶπεν ἐπιστήμην, ὁ δὲ ἰατρικὴν εἰπὼν οὐ τινὸς λέγει, δῆλον ὅτι οὐ συσσημαίνεται τῷ εἴδει τὸ γένος. ἢ μᾶλλον τὸ οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ ἐν τῇ ἐπιστήμῃ ἐμφαίνεται τὸ εἶδος’· καὶ σύνηθες αὐτῷ τοιαύταις χρᾶσθαι ἑρμηνείαις. ὥσπερ οὖν ὁ ἐπιστήμην εἰπὼν οὐ λέγει ἰατρικὴν καίτοι οὖσαν ὑπὸ τὴν ἐπιστήμην, οὕτως καὶ ὁ διπλάσιον εἰπὼν οὐ λέγει ἥμισυ.

“关于导致同语反复的谬误。” 在完成了诡辩的诸种解决之后,他现在也解决了导致反复说同一事物[重言]的诸种谬推。并且他说,关于导致多次说同一事物的诡辩,绝不能承认关系词的诸谓词、也就是诸名称,当孤立地且分别地被述说时,表达了某种事物、即复合的事物;例如如果“两倍”孤立地被述说,它不是复合的,也不会仅仅因为“一半的”蕴含在其中,就表达某种另类的事物(例如“一半的”)。因此关于这一点他教导并告诫我们:如果我们被问及孤立述说的“两倍”与带有“一半的”[的两倍]是否同一且是否表达同一事物,不要承认,而应当主张说“两倍”是一回事,而说“一半的两倍”是另一回事;因为即使在说“两倍”时“一半的”被蕴含并一同被想到,但也说出“一半的”与不说出它毕竟是两回事。并且他通过归纳确立了这一点,说“因为十也在缺一的十中”,也就是“因为十也蕴含在少一单位的十中”;而少一单位的十就是九;因为如果向九加上一个单位,就是十。无论如何,当我们说九“不是十”时,只要我们说这些不是十,我们就在它们之中同时蕴含了“十”;因为正如在《形而上学》中所证明的那样,肯定判断蕴含在其固有的否定判断之中。因为说“这个不是人”的人说的正是这一点,即“这不是人”,因此在“非人”中,“人”被同时考察并一同理解。同样,在说“没有作为”中,“作为”也是蕴含着的;因为不作为本身就是作为的匮乏。因此,如果这些情况确实如此,那么正如说“非白”的人并不必然说“白”,即使在“非白”中蕴含着白,同样说“非十”的人也并不必然说“十”,虽然十蕴含在“非十”中,所以说“非两倍”的人也并不必然说“两倍”,即使在“非两倍”中蕴含着两倍。而如果这一点成立,换位之后也应当这样说:正如说“白”的人并不也说“非白”,说“十”的人并不也说“非十”,同样说“两倍”的人也并不必然说“非两倍”,也就是一半;因为一半不是两倍。并且他说,“两倍或许甚至什么都不表达”,也就是或许甚至不表达“一半”;而添加“或许”,是因为它在潜能上表达,而在现实中并不表达。然而,即使它确实表达,分立与结合也并非同一回事;“分立”等同于“自身独立”,“结合”等同于“带有‘一半的’”。而“知识也不在种中”等同于“知识虽然存在于各物种中,但也并不通过种被表达”。例如,如果医学是知识的一个种(因为“例如若医学是知识,即那个共通的东西”指的就是这一点),显然它存在于医学之中;然而即使它存在于其中,也并不通过它被表达;因为说了“医学”的人并没有说“知识”。并且他通过“但那个知识是可知之物的知识”紧接着补充了这一原因,实际上是说知识被称为可知之物的[知识],而医学并不被称为某个事物的[医学];因为正如我们在《范畴篇》中所学到的那样,文法学并不被称为某个事物的文法学,个别的[各门知识]中没有一门是这样称呼的。因此,如果说“知识”的人说的是某个事物的知识,而说“医学”的人并不是在说某个事物的〔医学〕,显然属并没有与种一同被表达。或者倒不如说,“知识也不在种中”等同于“种也并不蕴含在知识中”;而使用这样的表达方式对他来说是习惯性的。因此,正如说“知识”的人虽然[医学]属于知识之下却并没有说“医学”,同样说“两倍”的人也没有说“一半”。

语法注2 条
  1. 1.155δεῖ μὴ διδόναι τὰς κατηγορίας, ἤγουν τὰ ὀνόματα τῶν πρός τι λεγομένων αὐτὰ καθ’ ἑαυτὰ καὶ χωρὶς λεγόμενα σημαίνειν τι, ἤγουν σύνθετον

    非人称动词 δεῖ 支配不定式 μὴ διδόναι(不应承认),后者进一步引导“宾格加不定式”结构(τὰς κατηγορίας ... σημαίνειν τι)。其中 τὰς κατηγορίας 是不定式 σημαίνειν 的逻辑主语,并由同位语 ἤγουν τὰ ὀνόματα τῶν πρός τι λεγομένων(即关系词的名称)加以释义。句末的 ἤγουν σύνθετον 则是对不定式的宾语 τι 的同位语补充(“某种事物,即复合的事物”)。

  2. 1.155τὸ δὲ οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ σημαίνεται ἡ ἐπιστήμη διὰ τοῦ εἴδους καίτοι ἐν τοῖς εἴδεσιν οὖσα’

    引用的文句 τὸ ... οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει(“知识也不在种中”)作主语,后接表语 ἴσον ἐστὶ τῷ(等同于……),其后支配一个由与格引导的实体化解释从句。注解者将亚里士多德紧缩的用语 ἐν τῷ εἴδει(在种中)从表意作用的角度(διὰ τοῦ εἴδους σημαίνεται,通过种被表达)进行阐发,并补充了让步分词 οὖσα(尽管存在于……),以理清属与种之间的逻辑涵义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:182.5-183.24