- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:181.6-182.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德提出的两肘与三肘的例子,解释了对复合问题作简单回答如何导致荒谬结论,指出该诡辩可归入复合问题谬误或歧义的解决之中,并以两种方式阐明构成真正反驳的条件。
" Δυοῖν τε καὶ ἀνίσοιν ἑκάτερον αὐτὸ ἑαυτῷ ἴσον." Καὶ διὰ τούτου τὸ συμβαῖνον ἄτοπον λέγει τοῖς ἁπλῶς ἢ τὸ ναὶ ἢ τὸ οὒ λέγουσιν, ὅταν ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς λέγηται. ἡ δὲ παραγωγὴ τοιαύτη. εἰ δύο εἴη τινὰ ἄνισα, δίπηχυ φέρε εἰπεῖν καὶ τρίπηχυ, ὅτι μὲν αὐτὸ ἑαυτῷ ἴσον ἐστί (τὸ γὰρ δίπηχυ αὐτὸ ἑαυτῷ ἴσον· ὁμοίως καὶ τὸ τρίπηχυ αὐτὸ ἑαυτῷ ἴσον), δῆλον. εἰ οὖν τις ἡμᾶς ἔροιτο, πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ οὔ, φήσομεν δὲ ἢ ναὶ ἢ οὔ,1 συμβήσεται ἴσα καὶ ἄνισα εἶναι αὐτὰ ἑαυτοῖς· εἰ γὰρ ἴσον τὸ δίπηχυ τῷ τριπήχει, ἔσται τὸ δίπηχυ τρίπηχυ, ὥστε καὶ ἄνισον αὐτὸ ἑαυτῷ καὶ μεῖζον καὶ ἔλαττον, εἴπερ τὸ τρίπηχυ μεῖζον τοῦ διπήχεος. ἔστι δὲ ἡ λύσις τοῦ σοφίσματος παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. λέγει δὲ ἐμπίπτειν τούτους καὶ εἰς ἄλλας λύσεις, οἷον εἰς τὴν ἀμφιβολίαν· τὸ γὰρ ἐρωτᾶν, πότερον ἄμφω ταῦτα ἢ πάντα ταῦτα ἴσα ἐστὶν ἢ ἄνισα, καὶ ἀμφίβολόν ἐστι. δύναται γάρ τις ἀκούειν τοῦ ἐρωτήματος ἢ ὡς λέγοντος ‘ἆρά γε ἴσα ἀλλήλοις ἐστίν;’ ἢ ὡς ‘ἴσα αὐτὰ ἑαυτοῖς;’· ὁμοίως δὲ καὶ ‘ἆρά γε ἄνισα ἑαυτοῖς εἰσιν;’ ἢ ‘ἄνισα πρὸς ἄλληλα;’. οὔκουν, φησίν, ἐπὶ τῶν ἀμφιβόλων ἢ ἐπὶ τῶν πλείω ἐρωτώντων ταὐτόν, τουτέστι τὸ αὐτὸ πρᾶγμα φάσκει καὶ ἀποφάσκει,2 ἀλλὰ τὸ αὐτὸ ὄνομα κατ’ ἄλλου καὶ ἀπ’ ἄλλου τῶν ὑπὸ τὸ ὄνομα. τοῦτο δὲ οὐκ ἔλεγχος· ὁ γὰρ ἔλεγχος γίνεται, ὅταν συμβαίνῃ τὸ αὐτὸ πρᾶγμα κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος ἅμα λέγεσθαι καὶ μὴ λέγεσθαι ἐκ τῆς τοῦ ἀποκρινομένου θέσεως. τὸ δὲ ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως3 καὶ τὰ ἑξῆς τοιοῦτόν ἐστιν, ὅτι οὐ μὴ συμβήσεται τὸ ἀδύνατον, ἤγουν ὁ ἔλεγχος, ἂν μὴ ποιήσῃ τις τὰ πολλὰ μίαν ἐρώτησιν ἀλλ’ ἓν καθ’ ἑνὸς εἴπῃ, ἤγουν 〈ἓν〉κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου· εἰ γὰρ ἓν καθ’ ἑνὸς εἴπῃ, οὐ μὴ δυνήσεται ἐλέγξαι τὸν ἀποκρινόμενον ὁ σοφιστής. ἢ καὶ οὕτως· φανερόν, φησίν, ὅτι μὴ μιᾶς ἐρωτήσεως γινομένης κατὰ τῶν πολλῶν ἀλλ’ ἑνὸς πράγματος καθ’ ἑνὸς ἐρωτηθέντος, οὐ γίνεται ἔλεγχος· ὅταν γάρ τις τὰ πολλὰ ὡς ἓν ἐρωτηθῇ, ἢ τὸ ναὶ ἢ τὸ οὒ δοὺς οὐκ ἂν ἐλεγχθείη ἀληθῶς ἀλλὰ μόνον φαινομένως· ὅταν δὲ ἓν καθ’ ἑνὸς φήσῃ, εἰ μὲν ἀληθῶς φήσει, οὐκ ἔσται ἔλεγχος, εἰ δὲ ψευδῶς, ἔλεγχος, καὶ ἔλεγχος οὐ φαινόμενος ἀλλ’ ἀληθής.
“并且在两个不相等的事物中,各自与自身相等。” 通过这个例子,他也指出了当一个事物述说于多个事物、或多个事物述说于一个事物时,对于那些简单地说“是”或“否”的人所导致的荒谬。其推导如下:如果有两个不相等的事物,比方说两肘和三肘,那么[各自]与自身相等(因为两肘与自身相等,同样三肘也与自身相等)是显然的。因此,如果有人问我们两肘与三肘究竟是相等还是不相等,而我们回答“是”或“否”,就会得出它们与自身既相等又不相等;因为如果两肘与三肘相等,两肘就会是三肘,以致它既与自身不相等,又既更大且更小,要是三肘确实大于两肘的话。而该诡辩的解决取决于把多个问题当作一个。他说,这些情况也会落入其他解决方式中,例如落入歧义中;因为询问“这两个或者所有这些到底是相等还是不相等”,这也是有歧义的。因为有人可以把这个问题理解为是问“它们彼此相等吗?”,或者理解为“它们与自身相等吗?”;同样也可以理解为“它们与自身不相等吗?”,或者理解为“它们彼此不相等吗?”。因此他说,在有歧义的情形下,或者在询问多个事物的情形下,人们所肯定和否定的并不是同一件事物,也就是并非同一个实在,而是把同一个名称述说于该名称下的这一事物,并从另一事物上[予以否定]。但这并不是反驳;因为反驳是在从回答者的论位出发、导致同一件事物同时被述说和不被述说于同一个且单一的事物时才产生的。而“但显然,若不是一个问题”等等这一文句的意思是:如果有人不把多个[问题]当作一个问题,而是单对单地述说,也就是把单个述词述说于单个主体,不可能的后果即反驳就决不会发生;因为如果他单对单地述说,智者就决不可能反驳回答者。或者也可以这样[解释]:他说,显然,当不是针对多个事物提出一个问题、而是单对单地询问一件事物时,反驳就不会产生;因为当多个事物被当作一个事物向某人询问时,给出了“是”或“否”的人并不会真正受到反驳,而只是貌似受到反驳;但当他单对单地陈述时,如果他说得真实,就不会有反驳,而如果说得虚假,就会有反驳,并且不是貌似的反驳,而是真正的反驳。
- 1.154φήσομεν δὲ ἢ ναὶ ἢ οὔ
在条件句“εἰ οὖν τις ἡμᾶς ἔροιτο ... φήσομεν δέ”中,连词 δέ 并非置于归结从句开头的归结性 δέ(apodotic δέ),而是将附加条件(直陈式将来时 φήσομεν,“且如果我们回答”)与前面的希求法条件从句(ἔροιτο,“如果有人问”)并列连接,共同构成主句 συμβήσεται 的前件复合条件。
- 1.154οὔκουν, φησίν, ἐπὶ τῶν ἀμφιβόλων ἢ ἐπὶ τῶν πλείω ἐρωτώντων ταὐτόν, τουτέστι τὸ αὐτὸ πρᾶγμα φάσκει καὶ ἀποφάσκει
动词 φάσκει καὶ ἀποφάσκει 在形式上未出现明确的主语,而是指代语境中一般的回答者或立论者。否定推论小词 οὔκουν 引导逻辑归结并否定全句(“因此人们并非肯定并否定同一件事物”),与后文的 ἀλλὰ τὸ αὐτὸ ὄνομα ... 形成对比。
- 1.154ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως
此处引自亚里士多德原文(181b24)。引文以“等等”(καὶ τὰ ἑξῆς)节略了原文的属格独立结构(μὴ μιᾶς ἐρωτήσεως τὰ πλείω γινομένης),注解者对此提供了两种句法阐释方案(分别由 τοιοῦτόν ἐστιν, ὅτι 与 ἢ καὶ οὕτως 引入):(1) 从回答者的防卫视角,解释为“除非提问者把多个问题合为一个,否则反驳绝不成立(οὐ μὴ συμβήσεται)”;(2) 从反驳成立的事实分类出发,说明单独提问时如何区分真正反驳与貌似反驳。
