← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§179.27-181.5

仅属于一方的宾词之应答与产生的反驳

注解亚里士多德《辨谬篇》181b6,阐明当所问的宾词属于主词之一而不属于另一(如勇敢与懦弱是善还是恶)时,若草率给出单纯的肯定或否定,就会陷入使同一事物与自身相异的智者反驳逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.153

" Ὅταν δὲ ᾖ τῷ μὲν τῷ δὲ μή." Ὅταν μέν, φησί, τὸ λευκὸν καὶ τὸ μουσικὸν ὑπάρχῃ τῷ Κορίσκῳ ἢ τὸ πλεῦσαι εἰς Ἴλιον τοῖς πολλοῖς, τότε ἢ καταφήσας ἢ ἀποφήσας τις οὐδαμῶς ἂν ἐλεγχθείη. ὅταν δέ, φησί, τῷ μὲν ᾖ τῷ δὲ μή, ὡς τῷ Αἴαντι τὸ μονομαχῆσαι Ἕκτορι, ἢ πολλὰ κατὰ πλειόνων, ὡς τὸ ἀλλοιοῦσθαι κατὰ κυνός (πολλὰ γὰρ καὶ τὸ ἀλλοιοῦσθαι δηλοῖ καθάπερ καὶ τὸ ὁ κύων), ἐν τούτοις εὐλαβεῖσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ. αὐτὸς δὲ πλείω κατὰ πλειόνων νῦν οὐ τοῦτο λέγει,1 ἀλλ’ ὃ λέγει ἔσται δῆλον ὧδε· τῇ μὲν ἀνδρείᾳ ὑπάρχει τὸ ἀγαθόν, τῇ δὲ δειλίᾳ τὸ κακόν, πλείω κατὰ πλειόνων, τὸ ἀγαθὸν καὶ κακὸν κατὰ ἀνδρείας καὶ δειλίας. ἐνταῦθα δὴ εἴ τις ἔροιτο ‘ἆρά γε ἡ δειλία καὶ ἡ ἀνδρεία ἀγαθόν ἐστιν ἢ οὔ;’, οὐ δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ· ψεῦδος γὰρ καὶ τὸ ἀποφῆσαι καὶ τὸ καταφῆσαι· ἐφ’ ὧν γὰρ ἀληθὲς ὁμοῦ τὸ λέγειν καὶ ἀγαθὰ καὶ κακὰ καὶ οὔτε ἀγαθὰ οὔτε κακά, πῶς οἷόν τε ἐπὶ τούτων χωρὶς λέγειν τὸ ἢ ἀγαθὰ ἢ κακά; εἰ μὲν γὰρ ἦν, φησί, τὸ ἀγαθὸν κακὸν ἢ τὸ κακὸν ἀγαθόν, τουτέστιν εἰ μὲν ἦν ἡ ἀνδρεία δειλία ἢ ἡ δειλία ἀνδρεία, ἔδει ἐρωτωμένους, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθόν ἐστιν ἢ οὔ, διδόναι ἁπλῶς ἢ ἀπαρνεῖσθαι· ἐπεὶ δὲ ἕτερα, ἀδύνατον. ταῦτα εἰπὼν ὑπογράφει καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς ἁπλῶς ἐπὶ τούτων λέγουσι τὸ ναὶ ἢ τὸ οὔ, μᾶλλον δὲ καὶ αὐτὸν τὸν παραλογισμὸν ὃν συνῆγον οἱ σοφισταὶ κατὰ τῶν ἀπερισκέπτως τὸ ναὶ ἢ τὸ μὴ λεγόντων. ὑπογράφει δὲ ταῦτα διὰ τοῦ ὥστε ταὐτὸν ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν, δυνάμει λέγων· εἴ τις ἐρωτηθείς, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθὸν ἢ κακόν, φήσει ὅτι ἀγαθόν, ἔσται ἡ δειλία ἀγαθὸν καὶ κακόν, κακὸν μέν, ὅτι καὶ κακὸν ἔστιν, ἀγαθὸν δέ, καθὸ δέδωκεν αὐτὴν ἀγαθὸν εἶναι· εἰ δ’ ἀποφήσει, πάλιν ἔσται ἡ ἀνδρεία ἀγαθὸν καὶ κακόν· καθὸ μὲν εἶπεν αὐτὴν μὴ εἶναι ἀγαθόν, ἔσται κακόν, ᾗ δὲ πάλιν ἀγαθόν ἐστιν, ἔσται ἀγαθόν· ὥστε ἔσται τὸ αὐτὸ καὶ ἕν, οἷον ἡ ἀνδρεία, ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτὸν μέν ἐστιν ἄλλου δὲ ἕτερον (ὁ γὰρ Σωκράτης αὐτὸς μὲν ἑαυτῷ ὁ αὐτός ἐστι, Πλάτωνος δὲ ἕτερος), ἐπεὶ οὖν ἕκαστον αὐτὸ ἑαυτῷ ταὐτόν ἐστι, κεῖται δὲ τὴν ἀνδρείαν ἀγαθὸν εἶναι καὶ κακόν, τὸ δὲ ἀγαθὸν καὶ κακὸν ἕτερα, καὶ ἡ ἀνδρεία ἔσται αὐτὴ ἑαυτῆς ἑτέρα καὶ ἡ αὐτή· ὁμοίως δὲ καὶ ἡ δειλία· ὥστε ἔσονται τὰ αὐτά, οἷον ἡ δειλία καὶ ἡ ἀνδρεία, τὰ αὐτὰ ἑαυτοῖς καὶ ἕτερα. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ οὐκ ἄλλοις τὰ αὐτὰ ἀλλ’ αὐτοῖς2 ἐλλιπέστερον ἀπήγγελται· εἴη δὲ ἂν τὸ πλῆρες τοιοῦτον· ἐπεὶ δὲ οὐκ ἄλλοις μέν εἰσι τὰ αὐτὰ καὶ ἕτερα, ἀλλὰ ἑαυτοῖς εἰσι τὰ αὐτὰ καὶ ἕτερα ἑαυτῶν, συμβαίνει τὰ αὐτὰ καὶ ἕτερα εἶναι ἑαυτῶν καὶ τὰ αὐτὰ ἑαυτοῖς. ἔτι, φησίν, ἐπειδὴ συμβαίνει ἐκ τῆς τοιαύτης ἀποκρίσεως τὴν ἀνδρείαν, ἥ ἐστιν ἀγαθόν, γίνεσθαι κακὸν καὶ τὴν δειλίαν, τὸ κακόν, γίνεσθαι πάλιν ἀγαθόν, δύο γένοιντ’ ἄν. ὥστε ἔσται ἡ δειλία δύο, ἀγαθὸν καὶ κακόν, καὶ ἕτερον ἑαυτῆς· τὸ γὰρ ἀγαθὸν καὶ ἕτερον τοῦ κακοῦ. ὁμοίως καὶ ἡ ἀνδρεία.

“但当它属于其一而不属于另一时。” 他说,当白与懂音乐属于科里斯库,或航行去伊利昂属于多数人时,那么无论是肯定还是否定的人都决不会受到反驳。但他说,当它属于其一而不属于另一时,例如与赫克托耳单挑属于埃阿斯[只属于其中一位而不属于另一位],或者多个事物被用来述说多个事物时,例如受变异被用来述说狗(因为“受变异”与“狗”一样都表示多种事物),在这些情形中就应当警惕给出“是”或“否”。但他自己现在并不是在这个意义上说“多个事物被述说于多个事物”,而他所指的是什么,将由下文阐明:勇敢具有善,而懦弱具有恶,这就是多个事物述说于多个事物,即善与恶述说于勇敢与懦弱。在此处,如果有人问:“究竟懦弱与勇敢是善,还是不是?”,就不应当给出“是”或“否”中的任何一个;因为无论是否定还是肯定都是假的。因为在那些一同说是善也是恶、并且既非善又非恶方属真实的事物上,怎能在这些事物上分别地说它们要么是善要么是恶呢?他说,因为如果善是恶或者恶是善,也就是说,如果勇敢是懦弱或者懦弱是勇敢,被问及勇敢与懦弱究竟是善还是不是的人,就应当简单地同意或者否定;但既然它们各不相同,这就绝不可能。在说了这些之后,他描绘了那些对这些问题简单地说“是”或“否”的人所遭遇的荒谬,或者更确切地说,描绘了智者们用来针对那些轻率说“是”或“不”的人所推出的谬误推理本身。他通过“以致同一事物既是善又是恶,并且既非善又非恶”这句话来描绘这些,实际上是说:如果某人在被问及勇敢与懦弱究竟是善还是恶时回答“善”,懦弱就会既是善又是恶:说是恶,是因为它确实也是恶;说是善,是因为他同意了它是善;而如果他否定,反过来勇敢就会既是善又是恶:按照他说它不是善而言,它将是恶;而按照它又是善而言,它将是善;以致同一且单一的事物,例如勇敢,将既是善又是恶,并且既非善又非恶。但如果这样,既然每一个存在物对于自身而言都是同一的,而与另一事物相异(因为苏格拉底自身与自身是同一的,但与柏拉图相异),因此,既然每一事物自身与自身是同一的,而假定勇敢既是善又是恶,且善与恶是相异的,那么勇敢自身也将与自身相异且与自身同一;懦弱也是同样;以致相同的事物,例如懦弱与勇敢,将既与自身同一又与自身相异。而“但既然它们并非对其他事物而言相同,而是对它们自身而言”这一文句的表述显得有些残缺;其完整形式应是如此:“但既然它们并非是对其他事物而言相同且相异,而是对自身而言相同且与自身相异,其归结便是相同的事物与自身相异且与自身同一。”他说,此外,既然从这样的回答中归结出是善的勇敢变成了恶,而是恶的懦弱反过来变成了善,它们就会变成两个。因此懦弱将是两个,即善与恶,并且与自身相异;因为善与恶是相异的。勇敢亦复如是。

语法注2 条
  1. 1.153αὐτὸς δὲ πλείω κατὰ πλειόνων νῦν οὐ τοῦτο λέγει

    对亚里士多德“多个事物述说于多个事物”(πλείω κατὰ πλειόνων)一语的句法含义的界定。注疏者澄清,此处指的并不是前文所举的语言学上的多义性(如“狗”与“受变异”都具有多重含义),而是指将两个各不相同的宾词(善、恶)分别对应于两个相异的主词(勇敢、懦弱)进行提问。

  2. 1.153ἐπεὶ δὲ οὐκ ἄλλοις τὰ αὐτὰ ἀλλ’ αὐτοῖς

    注疏者对亚里士多德原文(181b15–16)极其简略的省略句所作的补充。注疏者指出此处表述“有些残缺”(ἐλλιπέστερον ἀπήγγελται),并通过补出被省略的对照短语(“并非对其他事物而言相同且相异,而是对自身而言相同且与自身相异”)来复原其完整的脉络含义(τὸ πλῆρες)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:179.27-181.5