- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:178.10-179.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德Bekker 181a31–181a36,阐明了针对以非原因为原因之谬误的化解方法(去除无关前提并申明同意的意图),并探讨了将多个问题合为一个的诡辩,指出尽管通常应当做出区分,但在某些多义或复合提问中给出单一回答亦可免于被反驳。
" Ὅσοι δὲ παρὰ τὸ προστιθέναι τι συλλογίζονται." Παρὰ τὸ προστιθέναι τι συλλογίζεσθαι λέγει τοὺς τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέντας, ὃς ἦν ἕκτος τρόπος τῶν ἔξω τῆς λέξεως παραλογισμῶν. πῶς δὲ ἀφαιρουμένου τοῦ παρ’ ὃ λέγουσι γίνεσθαι τὸ ἀδύνατον πάλιν οὐδὲν ἧττον τὸ ἀδύνατον μένει, εἴρηται πρότερον, ὅτε τὴν λέξιν ἐξηγούμεθα ἣν αὐτὸς τέθεικεν ἐν τῷ τοιούτῳ τῶν παραλογισμῶν εἴδει· ἔστι δὲ ἡ λέξις αὕτη “οἷον ὅτι οὐκ ἔστι ζωὴ καὶ ψυχὴ ταὐτόν· εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον” καὶ τὰ ἑξῆς τῆς λέξεως· καὶ οὐ δεόμεθα πάλιν δι’ ὑποδείγματος σαφηνίζειν. ὃ δὲ ἡμᾶς παραινεῖ, ἐστὶν ἀφαιρεῖν ἐκεῖνο παρ’ ὃ συμβαίνει τὸ ἀδύνατον καὶ ἐμφανίζειν ὅτι καὶ τούτου ἀναιρουμένου τὸ ἀδύνατον μένει, ὥστε οὐ παρὰ τοῦτο. καὶ ἐπίστησον ὅτι οὗτος ὁ τρόπος ὁ αὐτός ἐστι τῷ μὴ παρὰ τοῦτο. εἶπε δὲ περὶ τοῦ μὴ παρὰ τοῦτο ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν, ὥσπερ καὶ περὶ τοῦ 〈τὸ〉 ἐν ἀρχῇ αἰτεῖσθαι. εἰπὼν δὲ ὅτι ἐμφανιστέον ἐπήγαγε καὶ λεκτέον ὡς δέδωκα, οὐχ ὅτι μοι δοκεῖ, ἀλλὰ χάριν τοῦ λόγου, ἵνα μὴ δυσκολαίνειν ἢ ἐρίζειν δόξαιμι· εἰδὼς γὰρ αὐτὸ μηδαμῶς ὂν πρὸς τὸν λόγον μηδὲ αἴτιον αὐτοῦ δέδωκα, σὺ δὲ ἐχρήσω τούτῳ ὡς πρὸς τὸν λόγον ὄντι καὶ οἰκείῳ ὑπάρχοντι τῷ λόγῳ. τὸ δὲ πλῆρες τοῦ ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον τοιοῦτόν ἐστι·1 σὺ δὲ κέχρησαι πρὸς τὸν λόγον καὶ ὡς οἰκείῳ ὄντι τοῦ προβλήματος οὐδὲν ὄντι πρὸς τὸν λόγον.
“对于那些因添加了某物而进行推论的人。” 因添加了某物而进行推论,他是指那些将非原因作为原因确立的人,这是言辞之外的谬误推理的第六种方式。至于当被他们声称导致不可能结论的事物被去除时,不可能结论何以仍然照样存在,这在早先我们解释他自己在该类谬误推理中给出的文句时已经讲过了;而这句文句是“例如生命与灵魂并非同一事物;因为如果生成与消灭相反”以及接下来的文句;我们不需要再次借由范例予以阐明。而他劝导我们做的是:去除导致不可能结论的那件事物,并表明即使这一点被取消,不可能结论依然存在,因而并非因这一点而产生。请注意,这种方式与“非因这一点”是相同的。关于“非因这一点”,他[亚里士多德]在《前分析篇》第二卷中论述过,正如关于乞求初始论点一样。在说了必须予以表明之后,他又补充道,还应当说:“我同意它并不是因为我觉得如此,而是为了论辩的缘故,以免我显得难缠或好争;因为我明知它绝非关涉论辩,也非其原因,但我同意了,而你却将它用作关涉论辩且属于论辩固有的东西。” 而“但他却丝毫无涉于论辩地加以使用”的完整表述乃是如此:“你将它当作关涉论辩之物、且作为该论题固有的东西加以使用了,尽管它丝毫无涉于论辩。”
"Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας." Πρὸς τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας παραλογισμοὺς φησὶ δεῖν εὐθὺς ἐν ἀρχῇ διορίζειν καὶ ἀπαντᾶν λέγοντας ὅτι πλείω τὰ ἠρωτημένα, καὶ οὐ δεῖ ἢ διδόναι ἢ ἀπαρνεῖσθαι ἀλλ’ αὐτὸ τοῦτο δῆλον ποιεῖν, ὅτι τὰ πολλὰ ἐρωτήματα ὡς ἓν προτείνουσιν, ὅπερ οὐκ ἔστι τεχνικόν· ἐρώτησις γὰρ ἐκείνη ἐστὶν ἀρίστη, ἥτις μία οὖσα καὶ μιᾶς ἀποκρίσεώς ἐστιν αἴτησις. νῦν δὲ δι’ ὧν ἐπάγει τοῦτο λέγει, ὅτι πολλάκις δὲ μὴ ἁπλῆς οὔσης τῆς ἐρωτήσεως δόντα τινὰ ἁπλῆν τὴν ἀπόκρισιν οὐδὲν συμβαίνει αὐτὸν ἁμαρτάνειν·2 ὥσπερ γάρ, φησίν, ἐπὶ τῶν ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δὲ οὐδετέρῳ ὑπάρχει. τῶν γὰρ Αἰάντων ὁμωνύμων ὄντων ἀμφοῖν μὲν ὑπάρχει τὸ εἰς Ἴλιον ἀπελθεῖν, οὐδετέρῳ δὲ τὸ τῷ Θερσίτῃ μονομαχῆσαι· ὥστε ἐπὶ τούτων καίτοι ὁμωνύμων ὄντων δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ. οἷον πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσε; ναί· ἁρμόζει γὰρ καὶ τοῖς δυσί· πότερον Θερσίτῃ ἐμονομάχησεν; οὔ· οὐδεὶς γὰρ τούτων τῷ Θερσίτῃ συνημιλλήθη. ἀλλὰ πῶς οὐ μαχόμενα ταῦτα τοῖς πρότερον εἰρημένοις, ὅτε ἔλεγεν ὅτι κἂν ἀληθὴς ἡ ἐρώτησις ᾖ, ὑπάρχῃ δὲ τῶν πολλαχῶς λεγομένων, οὐ δοτέον τὸ ναὶ ἢ τὸ οὔ; ἢ οὐ μαχόμενα ταῦτα ἐκείνοις· ἔστι γὰρ ὃ νῦν λέγει, ὅτι κἂν δῶ κἂν μὴ δῶ ἐπὶ τῶν πολλαχῶς λεγομένων ἐρωτημάτων, οὐδὲν συμβαίνει ἐλέγχεσθαι. ἐπειδὴ γὰρ τὸ εἰς Ἴλιον ἀπελθεῖν ἐπ’ ἀμφοῖν τοῖν Αἰάντοιν ἀληθεύεται, εἴ τις ἡμᾶς ἔροιτο πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσεν, εἰ φήσομεν ὅτι ναί, οὐδὲν ἂν ἐλεγχθείημεν· ὁμοίως πότερον Θερσίτῃ ἐμονομάχησεν, εἴπερ εἴπωμεν οὐ δῆτα, οὐδὲν ἂν δεινὸν πεισόμεθα. καὶ ὅτι τοῦτό ἐστιν ὃ λέγει, δῆλον πεποίηκε διὰ τῶν ἐφεξῆς εἰπὼν ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ. ἓν μὲν τοῖς πολλοῖς τὸ εἰς Ἴλιον ἀπελθεῖν ὑπάρχει τῷ Αἴαντι, μᾶλλον δὲ τοῖς Αἴασι· πλείω δὲ τῷ ἑνί, ὡς τῷ Κορίσκῳ τὸ λευκὸν καὶ τὸ μουσικόν. εἰ οὖν τις ἔροιτο πότερον ὁ Κορίσκος μουσικὸς καὶ λευκός ἐστιν, ὁ εἰπὼν ὅτι ναὶ οὐδαμῶς ἂν ἐλεγχθείη καίτοι ἡμαρτημένως τὸ ναὶ δούς·3 οὐ γὰρ δεῖ ἐπὶ τῶν πολλαχῶς ἁπλῶς φάσκειν ἢ ἀποφάσκειν.
“而对于那些将多个问题合为一个的人。” 对于将多个问题合为一个的谬误推理,他说应当立即在开端处做出区分,并通过指出所提的问题是多个来应对,既不应当同意也不应当否定,而是要表明这一点本身,即他们把多个问题当作一个提出来,这并不是符合技艺的;因为最好的提问乃是:本身是单一的,且要求一个单一的回答。但现在,通过他接下来说的话,他的意思是:常常在提问并非单一时,某人给出了单一的回答,也并未导致他犯错;他说,因为就像在同音异义词的情形中一样,有时属于两者,有时则不属于两者中的任何一个。因为当名为埃阿斯的人们同音异义时,前往伊利昂属于两人,但与忒耳西忒斯单挑则不属于两人中的任何一个;因此在这些情形中,尽管它们是同音异义的,仍应当给出“是”或“否”。例如:“埃阿斯远征伊利昂了吗?”“是的”,因为这对两人都适用;“他与忒耳西忒斯单挑了吗?”“没有”,因为他们中没有人和忒耳西忒斯争斗过。但是,这些说法怎会不与早先所说的话相冲突呢——当时他说,即便提问是真实的,如果它属于以多种方式言说的事物,也不应当给出“是”或“否”?或者说,这些与那些并不冲突;因为他现在指的是,在以多种方式言说的问题上,无论我同意还是不同意,都绝不会导致被反驳。因为既然前往伊利昂对两位埃阿斯而言都属实,如果有人问我们埃阿斯是否远征伊利昂,如果我们说“是的”,我们绝不会受到反驳;同样,“他是否与忒耳西忒斯单挑了”,如果我们说“绝没有”,我们也不会遭受什么可怕的结果。他之所以是指这一点,通过下文说“因此,当多个事物属于一个,或一个事物属于多个时”已经阐明了。一个事物属于多个,例如前往伊利昂属于埃阿斯,不如说属于两位埃阿斯;而多个事物属于一个,正如对科里斯库而言属于白与懂音乐。因此,如果有人问科里斯库是否懂音乐且是白的,说了“是的”的人绝不会被反驳,尽管他是错误地给出了“是的”;因为在以多种方式言说的事物上,不应当简单地肯定或否定。
- 1.151τὸ δὲ πλῆρες τοῦ ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον τοιοῦτόν ἐστι
短语 ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον 是对亚里士多德原文(181a35附近)的引用,而名词化结构 τὸ δὲ πλῆρες τοῦ... 构成一个名词短语,意为“……这一句的完整表达(或完整句法结构)是”。
- 1.152δόντα τινὰ ἁπλῆν τὴν ἀπόκρισιν οὐδὲν συμβαίνει αὐτὸν ἁμαρτάνειν
非人称动词 συμβαίνει 支配不定式 ἁμαρτάνειν 作为主语,宾格代词 αὐτόν 作为不定式的逻辑主语。δόντα 是与 τινά 保持一致的宾格分词,整体构成“某人给出了单一回答,却丝毫不导致他犯错”的句法结构。
- 1.152καίτοι ἡμαρτημένως τὸ ναὶ δούς
καίτοι 与表让步的分词 δούς 连用,构成让步从属成分(“尽管他是错误地给出了‘是的’”),对前面的主句(ὁ εἰπὼν ὅτι ναὶ οὐδαμῶς ἂν ἐλεγχθείη)起到限定和让步补充的作用。
