← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§176.23-178.9

乞求论题与后继谬误的破解

作者注疏了亚里士多德《辨谬篇》第27章(181a15–181a22),探讨了应对乞求初始论点之谬误的方法(拒绝明显的窃取论题、提防被普遍接受的前提、指出所给定的论题是作为问题而非推论前提),以及如何在论述本身中揭露因后继者产生的谬误(不当换位与错误的对偶,如麦里梭的论证)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.149

" Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ." Τοὺς παρὰ τὸ ἐν ἀρχῇ, φησίν, αἰτεῖσθαι καὶ λαμβάνειν, ἂν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ λαμβάνει (οὐ γὰρ ἀεὶ δῆλον, ὅταν μὴ αὐτόθεν αὐτὸ λαμβάνῃ· καὶ εἴρηται πότε ἐστὶ δῆλον καὶ πότε ἄδηλον ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν), ἂν δή, φησί, δῆλον ᾖ, οὐ δοτέον, ῥητέον δὲ ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖς. οὔτε οὖν οὕτω διδόναι δεῖ, οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές.1 εἴη δ’ ἂν λέγων· ὅταν σὺ ὁ ἀποκρινόμενος τἀληθὲς δῷς, ὁ δὲ ἐρωτῶν ἔνδοξον ἐρωτᾷ συντελοῦν αὐτῷ πρὸς τὸ δεῖξαι τὸ ἐναντίον τῆς σῆς ἀληθοῦς θέσεως (οὐδὲν γὰρ κωλύει διά τινων ἐνδόξων δεῖξαι τὸ μὴ ζῷον, οἷον τὸ βιβλίον, ἢ ἄλλο τι τοιοῦτον ζῷον), τὸ δὴ τοιοῦτον, εἰ καὶ ἔνδοξον, φησίν, ἐστίν, ὅμως οὐ δοτέον. ἢ εἴη ἂν λέγων διὰ τοῦ οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, ὅτι κἂν δοκῇ μὲν μὴ λαμβάνειν τὸ ἐν ἀρχῇ, τῇ δὲ ἀληθείᾳ τὸ ἐν ἀρχῇ αἰτῆται, οὐ δοτέον λέγοντα τἀληθές, τουτέστιν ἀλλὰ ῥητέον πρὸς αὐτὸν τἀληθές. ἔστι δὲ τὸ ἀληθὲς ὃ δεῖ πρὸς τὸν ἐρωτῶντα λέγειν, ὅτι φαίνῃ μὲν μὴ τὸ ἐν ἀρχῇ λαμβάνων, τῇ δὲ ἀληθείᾳ ὃ ἔδει συμπεράνασθαι αἰτεῖς. ὅτι δὲ δύναταί τις τὸ ἐν ἀρχῇ λαμβάνειν, μὴ δοκεῖν δὲ λαμβάνειν, ὅταν ἀντ’ ὀνόματος ὄνομα ἢ λόγον καὶ ἀντὶ λόγου ὄνομα λάβῃ, εἴρηται, καθάπερ εἶπον, ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς Τοπικοῖς. εἰ μὲν οὖν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖται, οὕτως ἀποκρίνεσθαι χρή. εἰ δὲ λανθάνει διὰ τὸ μοχθηρῶς ἐρωτᾶσθαι τοὺς τοιούτους λόγους, μετατρεπτέον τὴν ἁμαρτίαν εἰς τὸν ἐρωτῶντα λέγοντας αὐτὸν μὴ διειλέχθαι, μὴ διαλεχθεὶς δὲ δῆλον ὡς οὐδὲ ἤλεγξεν· ἔλεγχος γάρ ἐστιν, ὅταν συλλογισάμενος τὸ ἀντικείμενον δείξῃ μήτε τὸ ἐν ἀρχῇ αἰτήσας μήτε πρός τι μήτε πρὸς ἄλλο καὶ ὅσα ἄλλα περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. εἶτα, φησί, ῥητέον δεδόσθαι οὐχ ὡς χρησομένῳ τῷ δοθέντι σοι ὡς προτάσει,2 ἀλλὰ δέδοται ὡς πρόβλημα, ἵνα πρὸς τοῦτο συλλογιῇ, τουτέστιν ἵνα λαβὼν πρότασιν συλλογισάμενος δείξῃς τὸ ἐναντίον· σὺ δὲ ὡς προτάσει χρησάμενος συνελογίσω τὸ συμπερανθέν. εἰ γὰρ ἐδόθη αὐτῷ ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, αὐτὸς δὲ διὰ τούτου συνελογίσατο τὴν τῶν κιναίδων ἡδονὴν ἀγαθόν, χρὴ λέγειν ἡμᾶς μὴ ὡς πρότασιν δοῦναι τὸ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι ἀλλ’ ὡς πρόβλημα. καὶ ὅλως, φησί, δεῖ τοὺς ἀποκρινομένους τὸ ἐναντίον ποιεῖν τῶν παρεξελέγχων· ἐκεῖ γὰρ τεθέντων τινῶν καὶ ἐπαχθέντος τοῦ συμπεράσματος συγχωρεῖν μέν φασιν οὕτως ἔχειν, οὐ μὴν τοῦτο ἐβουλόμεθα δειχθῆναι ἀλλὰ δι’ αὐτοῦ ὡς διὰ προτάσεως ἄλλο τι· τοῦτο οὖν λαβὼν δεῖξον δι’ αὐτοῦ ἄλλο τι.

“对于那些因乞求并获取初始论点而产生的[谬误推理]。” 他说,对于因乞求并获取初始论点而产生的[谬误推理],如果显然他在获取初始论点(因为当他不是直接按其本身获取它时,并不总是显然的;至于何时显然、何时不显然,已在《前分析篇》第二卷和《论题篇》第八卷中论述过),他说,如果确实显然,人们就不应当同意,而应当说“你是在乞求初始论点”。因此,既不应当这样同意,在[前提]被普遍接受时,也不应当在言说真实的同时[表示同意]。他[亚里士多德]的意思可能是:当你这位应答者给出真实的主张,而提问者提出一个有助于他证明与你的真实论题相反之事的普遍接受的前提时(因为绝不妨碍通过某些普遍接受的前提来证明非动物,比如一本书,或其他诸如此类的事物是动物),这样一类的前提,他说,即便它是被普遍接受的,也同样不应当同意。或者,他通过“在被普遍接受时,也不应当在言说真实的同时[表示同意]”所要表达的可能是:即使看起来似乎并没有获取初始论点,但在真实中初始论点正被乞求,人们就不应当同意,而应当言说真实,即应当对他说出真实。而应当对提问者说出的真实乃是:“你看起来虽然没有获取初始论点,但在真实中你是在乞求本应当被推导出的结论”。至于某人能够在获取初始论点的同时显得没有获取它,乃是在用名称或说明代替名称、以及用名称代替说明的时候,正如我说过的,这已在《分析篇》和《论题篇》中论述过了。那么,如果初始论点正被乞求是显然的,就应当这样回答。但如果因为这类论证是以不良方式提问而未能被察觉,就必须将过错转嫁给提问者,说他并没有进行论辩,而既然没有进行论辩,显而易见他也并没有进行反驳;因为反驳乃是:在进行了推论之后证明了相反之事,既没有乞求初始论点,也不是相对而言,也不是相对于别的事物,并且符合关于反驳定义的其他一切规定。接着,他说,应当声明所给出的东西,并不是作为供你将给你的东西用作前提而给出的,而是作为论题给出的,以便你针对这一点进行推论,即以便你拿到前提、通过推论证明相反之事;而你却将其用作前提,推论出了所得出的结论。因为如果给予他的是“快乐顺应本性”,而他自己借此推论出“被动同性恋者的快乐是善”,我们应当说,我们并不是将“快乐顺应本性”作为前提给出的,而是作为论题给出的。他说,总的说来,应答者应当采取与〔在〕伪反驳〔中〕相反的做法;因为在那些场合,当某些论点被确立并且得出了结论时,他们声称承认事情确实如此,然而我们并不希望这被证明,而是希望借由它作为前提来证明另一件事;因此,“请你拿去这个,并借由它来证明另一件事”。

§1.150

"Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις." Τοὺς διὰ τοῦ παρεπομένου συλλογισμοὺς τοὺς παρὰ τὸ ἑπόμενον λέγει συμβαίνοντας. φησὶν οὖν ὡς ἐπ’ αὐτοῦ τοῦ λόγου, τουτέστι τοῦ συλλογισμοῦ, δεικτέον ὅτι τὸ σόφισμα παρὰ τὸ ἑπόμενον συμβέβηκεν, ἤτοι παρὰ τὸ μὴ ἀντιστρέφειν. οὐ γάρ, εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἀνάγκη ἕπεσθαι· οὐ γάρ, εἰ τὸ μέλι ξανθόν, καὶ τὸ ξανθὸν μέλι· καθόλου γὰρ εἶπε τὸ ἑπόμενον, οἷον τὸ ξανθόν, ἐν μέρει δὲ ᾧ ἕπεται τὸ ἑπόμενον, οἷον τῷ μέλιτι. γίνεται δὲ τὸ παρὰ τὸ ἑπόμενον σόφισμα καὶ ἐν τοῖς κατὰ ἀντίθεσιν λαμβανομένοις· οὐ γάρ, εἰ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον,3 καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. παρ’ ὃ γέγονε καὶ τὸ τοῦ Μελίσσου σόφισμα, ὅτι εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ μὴ γεγονός, ὅπερ ἀγένητον εἶπεν, ἀρχὴν οὐκ ἔχει. ἐγένετο οὖν τὸ σόφισμα, ὅτι οὐκ ἀκριβής ἐστιν ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ἔδει γὰρ οὕτως εἰπεῖν· εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε. περὶ τῆς ἀντιστροφῆς ταυτησὶ πολλὰ μὲν καὶ ἐν τοῖς εἰς τὰ Φυσικὰ ἡμετέροις εἰρήκαμεν θεωρήμασιν, ἀλλὰ καὶ τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξετάζοντες οὐκ ὀλίγα, καὶ περιττὸν αὖθις ταυτολογεῖν.

“而对于那些通过后继者进行推论的人,必须在论述本身中予以指明。而后继者的随从关系有两种。” 通过后继者进行的推论,他[亚里士多德]是指因后继者而产生的推论。因此他说,在论述本身中,也就是在推论中,必须指明这一诡辩是因后继者而产生的,即因未能换位而产生的。因为并非如果这随从那,那也就必然随从这;因为并非如果蜂蜜是黄色的,黄色的东西就是蜂蜜;因为他将后继者全称地表述了(例如黄色),而将后继者所随从的对象特称地表述了(例如蜂蜜)。此外,因后继者而产生的诡辩也出现在按对立所取的事物中;因为并非如果对立者随从对立者,对立者也就[反过来]随从对立者。麦里梭的诡辩也正是因此而产生的,即如果生成之物具有始原,那么非生成之物,即他所谓的未生成之物,也就没有始原。因此,这一诡辩的产生是由于伴随对立的换位并不精确;因为本应当这样说:如果生成之物具有始原,那么不具有始原之物就没有生成。关于这种换位,我们在自己对《自然学》的探讨中已经论述了许多,而且在开头考察这种方式时也论述了不少,因此再次重复相同的话是多余的。

语法注3 条
  1. 1.149οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές

    宾格分词 λέγοντα 与非人称结构(οὔτε οὕτω διδόναι δεῖ)中不定式所隐含的主语(泛指的人)一致。亚历山大对此句给出了两种句法与语境解释:(1) 当应答者坚持/给出真理时(τἀληθὲς δῷς),提问者提出一个看似合理的前提;(2) 将分词作伴随状语理解(“在言说真实的同时”),即必须向提问者说出真相(ἀλλὰ ῥητέον πρὸς αὐτὸν τἀληθές),指出他实际上是在乞求论题从而拒绝给予同意。

  2. 1.149δεδόσθαι οὐχ ὡς χρησομένῳ τῷ δοθέντι σοι ὡς προτάσει

    与格将来时分词 χρησομένῳ 与代词 σοι(“给你”)在性、数、格上一致,与 ὡς 连用表示目的或预期:“并不是作为供你将给你的东西用作前提”。

  3. 1.150οὐ γάρ, εἰ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον

    条件从句和主句中均省略了动词 ἕπεται(“因为并非如果对立者随从对立者,对立者也就随从对立者”)。这是一种高度紧缩的惯用省略句式,用以表达对偶推论的不成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:176.23-178.9