← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§174.33-176.22

诉说不义之事与违背反驳定义的谬误

注疏者阐明了亚里士多德在《辨谬篇》第26章(180b34–181a1)中对受害者陈述不义遭遇这一诡辩的解决方案,剖析了文句中的倒装结构,并注解了违背反驳定义的谬误的应对方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.147

" Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν." Τοῦτο λύσις ἐστὶ τοῦ τελευταίου σοφίσματος τοῦ λέγοντος “πότερον δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;”. ἔστι δὲ τοιαύτη· οὐδέν, φησί, κωλύει ἄδικα ὄντα τὰ λεγόμενα δίκαιον εἶναι λέγειν αὐτά. τὸ δὲ οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι ἐναντίως ἔχειν μοι δοκεῖ τοῖς εἰρημένοις·1 ἔδει γάρ, ὡς οἶμαι, οὕτως εἰπεῖν· οὐ γὰρ ἀνάγκη ἄδικα εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· ἃ γὰρ πέπονθέ τις ἀδίκως, λέγει, καὶ οὐκ ἀνάγκη ἄδικα λέγειν. ἢ εἴη ἂν λέγων ὅτι οὐκ ἀνάγκη τὸν τὰ ἄδικα λέγοντα κατακρίνειν· οὐ γάρ, εἰ δίκαιόν ἐστι τὸ λέγειν ἅ τις πέπονθεν, ἀνάγκη καὶ τὰ λεγόμενα δίκαια εἶναι· πῶς γάρ, ἐπειδὴ ἀδίκων εἰσὶ μηνυτικά; ἔστι γοῦν, ἵνα σαφέστερον εἴπωμεν, ὃ λέγει τοιοῦτον, ὅτι οὐκ ἀνάγκη δίκαια εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· ἃ γὰρ πέπονθεν ἄδικα, ἐκεῖνα λέγει, καὶ δίκαιά ἐστι λέγεσθαι ταῦτα· ὥστε οὐ δεῖ τὸν ἀδικηθέντα κατακρίνειν, ἐπειδὴ λέγει ἅ ἐστι δίκαια λέγεσθαι, ἄδικα δὲ καθὸ πέπονθε ταῦτα. ὥσπερ οὐδ’ εἰ ὠφέλιμά εἰσι λέγεσθαι τὰ θανάσιμα ἢ βλαβερὰ διὰ τὸ τὸν ἄνθρωπον ταῦτα φεύγειν, ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα·2 ταῦτα μὲν γὰρ φύσει βλαβερὰ καὶ θανάσιμα καὶ ἀνωφελῆ, ὠφέλιμα δ’ εἰσὶ λέγεσθαι. ὥσπερ καὶ ἐπὶ τῶν δικαίων· οὐ γάρ, εἰ τόδε ἐστὶ δίκαιον λέγεσθαι, ἀνάγκη καὶ δίκαιον εἶναι. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθείς, δίκαιά ἐστι λέγεσθαι καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται. ἐκ τούτου δὲ φανερόν ἐστι καὶ τὸ μὴ πάντα τὸν λέγοντα τὰ ἄδικα νικᾶν, ἀλλὰ τὸν λέγοντα ἃ πέπονθεν ἄδικα δίκαια ὄντα λέγεσθαι. τοῦτο γὰρ συνῆγον οἱ σοφισταὶ ἐρωτῶντες οὕτως· ἆρα τὸν τὰ ἄδικα λέγοντα δεῖ κατακρίνειν ἢ τὸν τὰ δίκαια; καὶ λαμβάνοντες ἐκ τοῦ ἀποκρινομένου τὸν τὰ ἄδικα, εἰσάγοντες δὲ καί τινα ἀδικηθέντα καὶ λέγοντες ‘ἀλλὰ μὴν καὶ οὗτος ἄδικα λέγει· ἃ γὰρ πέπονθε, λέγει’ συνῆγον ‘καὶ λοιπὸν ἔστι τὸν ἀδικηθέντα κατακρίνειν’· ἃ γὰρ ἄδικα πέπονθε, λέγει. ἀλλὰ μὴν καὶ δίκαια λέγειν· δίκαια γάρ ἐστι λέγεσθαι· ἔστιν ἄρα τὸν τὰ ἄδικα λέγοντα νικᾶν. πρὸς ὃ ἀπαντῶν ὁ Ἀριστοτέλης φησὶν ὥστε οὐκ εἰ τὰ λεγόμενα ἄδικά ἐστι, καὶ πᾶς ὁ λέγων τὰ ἄδικα νικᾶν λέγεται, ἀλλ’ ὁ λέγων ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα· λοιπὸν καὶ τόνδε ἄδικα λέγοντα δίκαια λέγεσθαι ὄντα οὐκ ἔστι κατακρίνειν· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, παθεῖν δὲ ἄδικα. ἴσον οὖν ἐστι τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων τῷ ὁμοίως δὲ οὐδέ, εἰ λέγει τις δίκαια, ἀνάγκη δίκαια λέγειν’· οὐ γάρ, εἰ ὁ ὑβρισθεὶς λέγων ὅτι ὑβρίσθη ἄδικα λέγει (ἃ γὰρ πέπονθεν ἄδικα ὄντα, λέγει), ὁ ὑβρίσας, δηλονότι λέγων μὴ ὑβρικέναι, τὰ δίκαια λέγει. τὸ γὰρ μὴ ὑβρίζειν δίκαιον· τοῦτο δὲ λέγει· τὸ δίκαιον ἄρα λέγει· ἀλλ’ οὐχί, εἰ τὰ δίκαια λέγει, καὶ ἁπλῶς δίκαιά ἐστιν ἃ λέγει· ψευδῆ γάρ ἐστιν. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθεὶς δίκαιά ἐστι λέγεσθαι καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται· δίκαιον γάρ ἐστι λέγειν ἃ λέγει. καὶ ᾗ μὲν δίκαιά ἐστι λέγεσθαι, δίκαιά ἐστιν, ἄλλως δὲ ἄδικα· μηνυτικὰ γὰρ ἀδίκων.

“同样,即使是不义之事,也绝不妨碍言说它们。” 这是对最后一条声称“应当给言说正义之事者定罪,还是给言说不义之事者[定罪]?”的诡辩的解决方案。而这[解决方案]是这样的:他说,即使所说之事是不义的,也绝不妨碍言说它们是正当的。然而“因为并非如果言说是正当的,[所言说之事]就必然是正义的”这一句,在我看来似乎与前面所说的相反;因为正如我认为的那样,本应当这样说:“因为既然言说它们是正当的,〔它们〕就不必然是不义之事;因为某人非正义地遭受了什么,他就在言说什么,而他并非必然在言说不义之事”。或者他[亚里士多德]的意思可能是:并不必然给言说不义之事者定罪;因为并非如果言说某人所遭受的事是正当的,所说之事也就必然是正义的;因为既然它们是指明不义之事的,又怎么可能是[正义的]呢?无论如何,为了让我们说得更清楚,他所说的乃是这样的意思:并非由于言说它们是正当的,[所言说之事]就必然是正义的;因为他遭受了哪些不义之事,他就在言说那些事,而这些事被言说是正当的;因此不应当给受害者定罪,因为他言说的是应当被言说的事,尽管就他遭受了这些事而言是不义的。正如即使由于人要逃避致命或有害之事而使言说这些事是有益的,这类事物本身也不会因此就是有益的;因为这些事物就本性而言是有害、致命且无益的,但被言说却是有益的。在正义之事上也是同样的情况;因为并非如果这件事情被言说是正当的,它也就必然是一件正义的事。所以,如果受害者所说的事虽然是不义的,但被言说是正当的,他就将赢得胜诉。由此也清楚显明:并非每个言说不义之事的人都会胜诉,而是言说自己所遭受的不义之事且这些事应当被言说的人[才会胜诉]。因为诡辩家们正是这样发问来推论这一点的:“究竟应当给言说不义之事者定罪,还是给言说正义之事者[定罪]?”并且在从应答者那里得到“言说不义之事者”之后,又引入某个受害者并说道:“然而此人也在言说不义之事;因为凡是他遭受的,他就在言说”,进而推论出:“因而接下来可以给受害者定罪”;因为他所遭受的不义之事,他正在言说。然而他也在言说正义之事;因为它们被言说是正当的;因此言说不义之事者是可能胜诉的。针对这一点,亚里士多德回应说,因此并非如果所说之事是不义的,每一个言说不义之事的人就被说成会胜诉,而是言说那些应当被言说、但无条件地以及就遭受而言是不义之事的人[才被说成会胜诉];因此,如今绝不可给这位言说应当被言说的不义之事的人定罪;因为他言说的是应当被言说、但就遭受而言是不义的事。因此,“同样在正义之事上”等同于“同样,并非如果某人言说正义之事,他就必然在[无条件地]言说正义之事”;因为并非如果受侮辱者说自己受到了侮辱是在言说不义之事(因为他所遭受的不义之事,他正在言说),显然称自己没有侮辱的侮辱他人者也就是在言说正义之事。因为不侮辱人是正义的;而他所言说的正是这一点;因此他言说的是正义的事;但并非如果他言说正义之事,他所说的事在无条件上也就是正义的;因为它们是不实的。所以,如果受害者所说的事虽然是不义的,但被言说是正当的,他就将赢得胜诉;因为言说他所言说的事是正当的。而且只要它们被言说是正当的,它们就是正义的,在其他方面则是不义的;因为它们指明了不义之事。

§1.148

"Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γενομένοις τοῦ ἐλέγχου." Τίς μὲν ἐστιν ὁ ὁρισμὸς τοῦ ἐλέγχου, καὶ τί ἐστιν ἕκαστον τῶν ἐν αὐτῷ κειμένων, καὶ τίνες οἱ παρὰ τὸν τοῦ ἐλέγχου ὁρισμὸν γινόμενοι παραλογισμοί, ἔφη τε καὶ αὐτὸς ὁ Ἀριστοτέλης καλλίστως ἐν τῇ ἀρχῇ τοῦ προκειμένου συντάγματος παραδούς, καὶ ἡμεῖς ἀρκούντως εἰρήκαμεν ἓν ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ αὐτοῦ ἐμφερομένων διευκρινοῦντες καὶ σαφηνίζοντες, καὶ περιττὸν πάλιν περὶ τὰ αὐτὰ ἀνακυκλοῦντας τὰ αὐτὰ λέγειν. λοιπὸν οὖν ἐκεῖνο τὸ μέρος ἐνταυθοῖ καταθρήσωμεν, ὃ ἡμῖν μὴ ἐξήτασται· ἔστι δὲ τὸ ἐὰν δὲ ἐν ἀρχῇ προσέρηται. ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον.3 εἰ γοῦν οὕτως εἴληπτο, ἦν ἂν σαφὲς τὸ λεγόμενον· καὶ ἐὰν ἐν ἀρχῇ τις προσέρηται, ὡς ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’, οὐχ ὁμολογητέον. ἔστι δὲ τοιοῦτον· ἐάν, φησίν, ἔρηταί τις ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’, μὴ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ φατέον τὸ ναί, μὴ μέντοι ὡδί, τουτέστι πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος), ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· τὰ γὰρ τέσσαρα καὶ διπλάσιά εἰσι πρὸς τὰ δύο καὶ οὐ διπλάσια πρὸς τὰ τρία. τὰ δὲ κείμενα σοφίσματα σαφῆ εἰσι καὶ οὐδεμιᾶς θεωρίας δέονται.

“对于那些违背反驳的定义而产生的[谬误推理]。” 什么是反驳的定义,置于其中的各项规定各是什么,以及违背反驳的定义而产生的谬误推理有哪些,亚里士多德本人在当前著作的开头就已经极为出色地传授并阐述过了,而我们也已充分地对它的定义中所包含的每一项进行了厘清和阐明,因此再围绕相同的主题翻来覆去说相同的话是多余的。那么,接下来就让我们在此考察那部分尚未被我们探讨的内容;这就是“如果他在一开始进一步提问”这一句。因此,这一文句是倒装的,并未按直接语序放置。无论如何,如果这样理解,所说的话就会是清楚的:“并且如果某人在一开始进一步提问,例如‘难道同一事物不可能既是双倍又不是双倍吗?’,人们不应当表示同意”。而其[含义]乃是这样的:他说,如果某人问“难道同一事物不可能既是双倍又不是双倍吗?”,人们不应当表示同意说这是不可能的,而应当回答“是的”,但不要以这种方式,即针对同一事物(因为这才是严格意义上的反驳),而是针对不同事物[表示肯定];因为四相对于二而言既是双倍,相对于三而言又不是双倍。至于文中所列出的诡辩,它们是清晰明白的,不需要任何理论探讨。

语法注3 条
  1. 1.147τὸ δὲ οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι ἐναντίως ἔχειν μοι δοκεῖ τοῖς εἰρημένοις

    主语是由中性单数定冠词 τό 引导的亚里士多德原文引句“οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι”,主动词为 δοκεῖ,不定式 ἔχειν 作补足成分。亚历山大指出此处的理解难点:上下文原应推论“既然言说它们是正当的,所说之事就不必然是不义之事”,而原文在字面上却表述为“所说之事未必是正义之事”。

  2. 1.147ὥσπερ οὐδ’ εἰ ὠφέλιμά εἰσι λέγεσθαι τὰ θανάσιμα ἢ βλαβερὰ διὰ τὸ τὸν ἄνθρωπον ταῦτα φεύγειν, ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα

    在条件从句 εἰ ὠφέλιμά εἰσι λέγεσθαι... 中,被动不定式 λέγεσθαι 作为解释性不定式修饰表语形容词 ὠφέλιμα(意为“在被言说方面是有益的”)。归结句 ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα 中的 καί 修饰 ὠφέλιμα,用以对比“被言说是有益的”(ὠφέλιμα λέγεσθαι)与“事物本身无条件地是有益的”。

  3. 1.148ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον

    亚历山大指出亚里士多德在 181a1–3 附近的句式包含了词序倒装(hyperbaton),并未依照直接顺畅的语序(κατ’ εὐθεῖαν)排列。随后的 εἰ γοῦν οὕτως εἴληπτο... 句则重构了符合逻辑顺序的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:174.33-176.22