- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:173.28-174.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了关于“是否应当给言说不义之事者定罪”这一诡辩的结构,进而通过区分无条件值得欲求与在特定情况下值得欲求,以及区分法律上的正义与本性上的正义,解释了亚里士多德所提出的解决方案。
πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι”. ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;’ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν1 καὶ καταδίκῃ ὑποβάλλειν. τίνα γάρ, φασί, δεῖ καταδίκης ἀξιοῦν, τὸν τὰ δίκαια λέγοντα ἢ τὰ ἄδικα; εἰπόντος δὲ τοῦ ἀποκρινομένου ὅτι τὸν τὰ ἄδικα λέγοντα καταδικάζειν δεῖ, ἐπῆγον περὶ τοῦ ἀδικηθέντος λέγοντες· ὅδε δὲ ἄδικα λέγει· ἃ γὰρ ἔπαθεν, ἐκεῖνα καὶ διηγεῖται καὶ λέγει· ἔπαθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει· ὥστε εἰ τὸν τὰ ἄδικα λέγοντα κρίνειν δεῖ καὶ καταδικάζειν, οὗτος δὲ ἄδικα λέγει, τοῦτον ἄρα δεῖ καταδικάζειν· οὗτος δέ ἐστιν ὁ ἀδικηθείς· δεῖ ἄρα τὸν ἀδικηθέντα καταδικάζειν, δικαιοῦν δὲ τὸν ἄδικον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν ὡς αἰτία ἐπῆκται τοῦ ἄδικα λέγειν τὸν ἀδικηθέντα· δίκαιον γάρ, φασὶν οἱ σοφισταί, λέγειν τὸν ἀδικηθέντα ἃ πέπονθε· πέπονθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει. μέχρι μὲν τούτου ἐτίθει μόνα αὐτὰ τὰ σοφίσματα· τὸ δὲ ἐντεῦθεν τὰς λύσεις αὐτῶν ἐπάγει. ἔστι δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος2 ‘εἰ τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερόν ἐστι τοῦ δικαίως, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον’. ἔστι δὲ ὃ λέγει· οὐ γάρ, εἰ τὸ ἀποθανεῖν ἀδίκως ἢ ὅλως παθεῖν τι ἀδίκως αἱρετόν, καὶ ἁπλῶς τὸ ἀδίκως τοῦ δικαίως αἱρετώτερον, ἀλλ’ ἁπλῶς μὲν αἱρετώτερόν ἐστι τὸ δικαίως καὶ τὸ δίκαιον, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως,3 τουτέστιν ἐνταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως· οὐ γάρ, εἰ τί ποτέ ἐστιν αἱρετώτερον ἢ πρός τι, καὶ ἁπλῶς τὸ οὕτως λεγόμενον αἱρετώτερόν ἐστι. τὸ δὲ καὶ τὸ ἔχειν τὰ ἑαυτοῦ δίκαιον, τὰ δὲ ἀλλότρια οὐ δίκαιον λύσις ἐστὶ τοῦ σοφίσματος τοῦ τὰ ἑαυτοῦ ἔχειν ἕκαστον δίκαιον εἶναι ἀξιοῦντος. λέγει δὲ ἀληθὲς μὲν εἶναι τὸ δίκαιον λέγειν τὰ ἑαυτοῦ ἔχειν, ἄδικον δὲ τὸ τὰ ἀλλότρια· κρίσιν μέντοι τοιαύτην, εἰ καὶ ψευδής ἐστι, τουτέστιν εἰ καὶ ἡμαρτημένη ἐστὶ τῷ πρὸς τὸ φύσει δίκαιον βλέποντι, ὅμως οὐδὲν κωλύει λέγειν δικαίαν εἶναι, ἐπειδὴ κατὰ τὴν τῶν νόμων πρόσταξιν πεπέρασται, καὶ πολλὰ μέν εἰσιν ἃ φαίνεται ἄδικα μὲν διὰ τὸ μὴ κατὰ νόμους προβῆναι, δίκαια δὲ ὅμως ὄντα φύσει, καὶ πολλὰ ἔμπαλιν δίκαια διὰ τὸ νομίμως πεπεράνθαι, ἄδικα δὲ φύσει. οὐ γάρ, εἰ δίκαιον, φησί, τὸ τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον, τουτέστιν οὐ γάρ, εἰ ὁ νόμος δίκαιον μὲν λέγει τοδί, τοὐναντίον δὲ ἔκρινεν ὁ δικαστὴς πρὸς τὸ φύσει δίκαιον ἀποβλέψας, καὶ ἁπλῶς τὸ μὲν παρὰ τοῦ νόμου λεγόμενον δίκαιόν ἐστι, τὸ δὲ κατὰ τὴν δόξαν τοῦ κριτοῦ ἄδικον, ἀλλ’ ἐνδέχεται καὶ ἔμπαλιν.
因为任何人,尤其是演说家,为了这项正遭毁坏的、规定审结的诉讼具有效力的法律,都可以说出许多话来”。 而在“应当裁决言说正义之事者,还是裁决言说不义之事者?”这一问中,“裁决”等同于“定罪”以及“处以刑罚”。因为他们说:“应当认定谁应受定罪,是言说正义之事者还是言说不义之事者?”当应答者说应当给言说不义之事者定罪时,他们便就受害者补充说道:“然而此人正在言说不义之事;因为凡是他所遭受的,他就叙述并言说那些事;而他所遭受的是不义之事;因此他言说的是不义之事;所以,如果应当裁决并定罪于言说不义之事者,而此人言说的是不义之事,那么就应当给此人定罪;而此人正是受害者;因此应当给受害者定罪,而宣判不义者为正当。”至于“然而受害者充分言说自己所遭受的事也是正义的”这一分句,是作为受害者言说不义之事的理由而被引入的;因为诡辩家们主张,受害者言说自己所遭受的事是正义的;而他所遭受的是不义之事;因此他言说的是不义之事。到目前为止,他[亚里士多德]仅仅列出了这些诡辩本身;而从这里开始,他引入了它们的解决方案。他现在在“因为并非如果非正义地遭受某事是值得欲求的,非正义地[遭受]就比正当地[遭受]更值得欲求”这句话中所陈述的,就是对那条声称“如果非正义地死去比正当地死去更值得欲求,那么不义之事也比正义之事更值得欲求”的诡辩的解决方案。他所说的意思是:因为并非如果非正义地死去或一般而言非正义地遭受某事是值得欲求的,非正义地[遭受]在无条件上也比正当地[遭受]更值得欲求,而是在无条件上,正当地[遭受]以及正义之事更为值得欲求,然而在个别情况下,并不妨碍非正义地而非正当地[更为值得欲求],也就是说,在此处并不妨碍非正义地死去比正当地死去更值得欲求;因为并非如果在某个时候或就某物而言某事是更值得欲求的,这样被述说的东西在无条件上也更值得欲求。而“拥有属于自己的东西是正义的,拥有他人的东西是不正义的”这一句,则是对主张各人拥有属于自己的东西是正义的那条诡辩的解决方案。他说,虽然说拥有属于自己的东西是正义的、拥有他人的东西是不义的是真实的;然而这样一种审判,哪怕是不实的,也就是说哪怕对于着眼于本性上的正义的人而言是错误的,但也绝不妨碍称它是正义的,因为它是依据法律的规定而审结的;并且有许多事情一方面由于未依法进行而显得是不义的,但本性上却依然是正义的,反过来也有许多事情由于合法审结而显得是正义的,但本性上却是不义的。因为他说,并非如果这件事情〔是正义的〕,或者以这种方式是正义的,它在无条件上就是正义的;也就是说,并非如果法律称这件事情是正义的,而法官着眼于本性上的正义判决了相反的情况,法律所规定的就无条件是正义的而符合法官意见的就无条件是不义的,而是相反的情况同样是可能的。
- 1.146ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;’ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν
动词 κρίνειν 在此并非在“审判”或“判定”的中立意义上使用,而是特指“定罪”或“判处刑罚”,注者紧接着用 τῷ κατακρίνειν καὶ καταδίκῃ ὑποβάλλειν 对其语义进行了明确限定。
- 1.146ἔστι δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος
该句的骨干结构为 ἔστι δὲ [αὕτη], ἣν νῦν λέγει ... λύσις τοῦ λέγοντος σοφίσματος。作为关系代词 ἣν 先行词的表语名词 λύσις 被置于引文之后,构成省略主语的系表结构句。
- 1.146τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως
亚里士多德原文中高度紧缩的省略表达。用于比较的谓词(αἱρετώτερον εἶναι)被省略,亚历山大紧接着在 τουτέστιν 之后补充说明为 ἐνταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως。
