← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§172.26-173.28

正义的三重划分与关于判决所有权的诡辩

作者展示了由于混淆正义的三重划分(依本性、司法裁判者的意见、法律)而产生的诡辩推导过程,并通过一个诬告者藉由判决取得财产的例子,解释了判决如何在法律上是正义的而在本性上是不义的,以及关于司法判决之法定效力的规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.146#2

ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ πρὸς τὸν Σωκράτην λέγει ὅτι, ἄν τις τὸ κατὰ νόμους εἴπῃ, σὺ μεταλαμβάνων τὸ κατὰ φύσιν, εἰ δέ τις τὸ κατὰ φύσιν, σὺ τὸ κατὰ νόμους ἐπιφέρων κυκᾷς καὶ συγχεῖς τὰς διαλέξεις. οὕτως οὖν τοῦ δικαίου τριχῇ διαιρουμένου ἀφορμαὶ πολλαὶ παραλογισμῶν ἐντεῦθεν τοῖς σοφιστεύουσι δέδονται, ὡς καὶ ἐπὶ τοῦ παρόντος· ἔλεγον γάρ· ἆρα δίκαιόν ἐστι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ, ἄδικον δὲ τὸ τὰ ἀλλότρια; ἢ οὕτως· πότερόν ποτέ φαμεν εἶναι δίκαιον καὶ κρίσιν δικαίαν (τὸ γὰρ δίκαιον ἀντὶ τοῦ * * δικαίου εἴληπται ὡς μηδὲν διαφέρον) οὐχὶ τὸ ἕκαστον τῶν κρινομένων ἔχειν τὰ ἑαυτοῦ καὶ ἃ δεῖ ἔχειν αὐτόν; ναί· ἄδικον δὲ καὶ κρίσιν ἄδικον οὐχὶ τὴν κυρώσασαν τὰ ἀλλότρια ἔχειν τὸν μὴ κύριον; ναί. εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὅδε ἔχει τὰ χρήματα τούτου λαβών· καὶ ᾗ μὲν ἐκ τοῦ νόμου ἢ καὶ τῆς δόξης τοῦ κριτοῦ ἔλαβε (τοῦτο γὰρ λείπει), ᾗ μὲν οὖν ἐκ τούτων ἔλαβε, τὰ ἑαυτοῦ ἔχει· τὸ δὲ τὰ ἑαυτοῦ ἔχειν κεῖται δίκαιον εἶναι· εἰ δὲ δικαίως ἔχει, δικαία ἡ κρίσις· κατὰ νόμους γὰρ ἔχει· ᾗ δὲ πάλιν τοῦ ἀποστερηθέντος ἦσαν, ἄδικος ἡ κρίσις· ἡ αὐτὴ ἄρα δικαία καὶ ἄδικος. οἷον εἴ τις συκοφάντης ἔλεγε τὴν οἰκίαν ἢ τὸν ἀγρὸν τοῦ Πλάτωνος, ἃ κατεῖχε μίσθωμα καὶ φόρους τελῶν τῷ Πλάτωνι, μὴ τοῦ Πλάτωνος εἶναι ἀλλ’ οἰκεῖα, ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ ἢ τῆς οἰκίας,1 ὁ δὲ Πλάτων διὰ τὴν περὶ τὸν ὅρκον εὐλάβειαν τὸν συκοφάντην εἴασεν ἔχειν τὰ ἑαυτοῦ, οὕτως ὁ συκοφάντης τὰ μὲν ἑαυτοῦ ἔχει· ἃ γὰρ ἀπὸ νόμου τις ἔσχεν, ὡς ἴδια ἔλαβε· τὸ δὲ τὰ ἴδια ἔχειν κεῖται δίκαιον εἶναι· ὥστε δικαία ἡ κρίσις. ἄδικος δὲ τῇ φύσει· τῇ γὰρ φύσει δίκαιον [εἶναι] μὴ πρὸς ὅρκους ἀφιέναι τὸν Πλάτωνα, ἀλλ’ ἐκεῖνον μὲν ἀπορρῖψαι ὡς βδελυρὸν καὶ συκοφάντην, ἀποδοῦναι δὲ τῷ Πλάτωνι τὰ ἑαυτοῦ. ἡ αὐτὴ ἄρα κρίσις δικαία καὶ ἄδικος, καὶ τὸ αὐτὸ δίκαιόν ἐστι καὶ ἄδικον. ἡ μὲν παραγωγὴ τοῦ σοφίσματος αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου 〈τὸ ἐκ τοῦ νόμου〉 πρόσκειται,2 ὅτι νόμος ἦν τὴν τῶν δικαστῶν κρίσιν εἶναι κυρίαν. ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ᾖ ψευδής, κυρία ἐστὶν ἐκ τοῦ νόμου· κἂν γὰρ ἄδικός ἐστιν ἡ κρίσις, κατὰ μέντοι γε τὸ δόξαν αὐτῷ δίκαιον ἔκρινε, κυρίαν εἶναι τήνδε τὴν κρίσιν λέγει ὁ νόμος. τὴν μὲν οὖν τοῦ σοφίσματος παραγωγὴν καὶ λύσιν εἴπομεν. ἃ δὲ λέγει διὰ τῆς λέξεώς ἐστιν· ὅσα ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ψευδὴς κἂν ἄδικος ἡ κρίσις ἐστί, κυρία ἐστὶν ἐκ τοῦ νόμου· νόμος γὰρ ἦν Ἀθηναίοις τὰς δικασθείσας δίκας κυρίας εἶναι. καὶ τοῦτο δῆλον πεποίηκεν καὶ ἐν τῷ Κρίτωνι τοῦ Πλάτωνος Σωκράτης· λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης “τί ἐροῦμεν πρὸς ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα τοιαῦτα;

正如卡利克勒在柏拉图的《高尔吉亚篇》中对苏格拉底所说的那样:“如果有人说符合法律的事,你就转取符合本性的事;如果有人说符合本性的事,你就引入符合法律的事,从而搅乱和混淆论谈。”既然正义依此被划分为三种,那么这就为施展诡辩者提供了许多产生谬误推理的契机,正如在目前这处一样。因为他们曾说:“各人拥有属于自己的东西是正义的,而[拥有]属于他人的东西是不义的吗?”或者这样说:“我们所说的正义之事以及正义的审判,难道不正是(因为‘正义之事’在此被用来代替[……]正义,视为毫无区别)受审判的各人拥有属于自己的、并且是他所应当拥有的东西吗?”“是的。”“而不义之事以及不义的审判,难道不正是确认了非所有人拥有他人财物的审判吗?”“是的。”接着他们补充道:“然而此人确实从彼人那里拿取并拥有着财物;就他从法律或法官的意见中获得财物而言(因为这里缺少了这一点),既然他是从这些途径获得的,他拥有的就是属于自己的东西;而拥有属于自己的东西被设定为是正义的;如果他正当地拥有,那么这一审判就是正义的;因为他是依法律而拥有的;但就这些财物原本属于被剥夺者而言,这一审判又是不义的;因此同一审判既是正义的又是不义的。”比如,若某个诬告者主张柏拉图的房屋或田地——他是通过向柏拉图缴纳租金和赋税而占有的——并非柏拉图所有,而是他自己的,而法官判定柏拉图应当起誓并成为该田地或房屋的主人,但柏拉图出于对誓言的敬畏,任由诬告者拥有属于自己的东西;这样一来诬告者所拥有的就是属于他自己的东西;因为某人依据法律所得之物,乃是作为己物而获取的;而拥有己物被设定为是正义的;因此审判是正义的。但在本性上它却是不义的;因为在本性上正义的是不把柏拉图打发去发誓,而是把那个家伙作为可恶的诬告者驱逐出去,并将属于柏拉图的东西归还给柏拉图。因此,同一审判既是正义的又是不义的,同一事物既是正义的又是不义的。这就是该诡辩的推导方式。 在“依据法律具有效力”这句措辞中,之所以加上“依据法律”,是因为法律规定法官们的判决具有效力。无论某人根据自己的意见做出何种判决,即便该判决是不实的,依据法律它也具有效力;因为即便审判是不义的,只要他是按照在他看来正义的意见做出的判决,法律就规定这一判决具有效力。因此,我们已经陈明了该诡辩的推导和解决。而他借由该措辞所说的是:无论某人根据自己的意见做出何种判决,即便该审判是不实的或不义的,依据法律它都具有效力;因为对雅典人而言,法律规定审结的诉讼具有效力。苏格拉底在柏拉图的《克力同篇》中也阐明了这一点;因为苏格拉底在那些地方说道:“对此我们该说什么呢,克力同?以及对其他诸如此类的事呢?”

语法注2 条
  1. 1.146ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ ἢ τῆς οἰκίας

    在由动词 ἔκρινε(法官判决)统辖的带宾格的不定式结构中,τὸν Πλάτωνα 同时是完成时不定式 ὀμωμοκέναι 与不定过去时不定式 γενέσθαι 的逻辑主语。完成时 ὀμωμοκέναι 表示誓言的宣立(条件的完成),其后的 γενέσθαι 则表示由此确立其所有权。

  2. 1.146κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου 〈τὸ ἐκ τοῦ νόμου〉 πρόσκειται

    介词短语 κατὰ δὲ τὴν λέξιν 引出所讨论的原文章句。补入的 〈τὸ ἐκ τοῦ νόμου〉 作为被动语态动词 πρόσκειται(被添加)的主语,其添加的缘由则由紧随其后的 ὅτι 从句阐明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:172.26-173.28