- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:171.22-172.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德的文本(180b17),注解阐明了“小偷欲求对己不利之恶”这一诡辩的构造与解决(指出人哪怕是追求恶也是作为善来欲求的,以及财物获取本身),并进而梳理了后续关于“不义受死”以及“本性正义与法定正义”的诸诡辩。
" Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος." Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν1 ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σοφισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ‘οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βούλεται, ἀλλ’ ὡς ἀγαθόν’· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ ἐφίεται, κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι’. ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς Τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν·2 ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε’. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον3 τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις’ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν’· ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρακατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον.
“关于小偷的论证也是相似的。” 首先应当陈明该诡辩的推导方式;因为这样一来,他自己[亚里士多德]所补充并概述的解决办法也会变得清楚。该谬误推理的推导方式如下:“有人会愿意要对自己不利的事物[恶]吗?”“不会。”“那么,偷窃是恶吗?”“是的。”“小偷愿意偷窃吗?”“是的。”“因此,他愿意要对自己不利的事物。”在他说“因为并不是说如果小偷是恶的,拿取也就是恶的”这处,“拿取”在此被用来代替“偷窃”。至于偷窃是恶,智者们是通过证明小偷是恶的来确立的。他们从小偷的定义——他自己称之为小偷的说明——出发来证明小偷是恶的;因为他们说:“如果小偷是愿意暗中拿取他人财物的人,而这是恶的,那么小偷也就是恶的;因此偷窃也就是恶的;因而小偷愿意要对自己不利的事物。”亚里士多德在解决这一问题时补充道,“因为并不是说如果小偷是恶的,拿取也就是恶的”,其潜在之意是说:“因为并不是说如果小偷是恶的,他就会把偷窃当作恶来欲求,而是当作善来欲求的”;因为凡人所追求的一切事物,即便它是恶的,人们也是作为善而追求它的;因此小偷也并不是作为恶、而是作为善来欲求偷窃的;所以他并没有欲求对自己不利的事物。而拿取他人的好财物对于拿取者而言并非恶事,他也不是把它们当作恶事竭力去拿取,而是当作属于自己的好处,亚里士多德通过摒除恶事论证了这一点,其潜在之意是说:“正如摒除疾病——尽管疾病是恶——并不是恶,同样,拿取属于他人的好财物对于拿取者而言也不是恶。”因为正如在《论题篇》中所说,凡是摒除它们乃是恶的事物,获取它们就是善;然而财物的丧失乃是恶;因此获取[财物]乃是善;所以偷窃乃是善。但对此应当回应说:“因而并非一切获取都是善,而是这种特定的获取[才是善]。”而接下来的诡辩是这样的:“如果不义地死去比正当地死去更值得选择”(正如苏格拉底对那个说“苏格拉底啊,你是不义地受死”的人所说的:“难道你希望我正当地死去吗?”;因为正当地死去的人是作为杀人犯或恶人而遭受此事的,而不义地受难的人则是正义的,正如苏格拉底一样);智者们说:“如果比起正当地[死],不义地死去更值得选择,那么不义的事也比正义的事更值得选择。”关于这一诡辩的解决办法,他将在稍后说明。至于得出同一事物既正义又不正义之结论的诡辩,我们稍后将清楚地陈明其推导方式。但为了所说内容的清晰,此前必须回想在《伦理学》第五卷中所说的话,即本性上正义是一回事,依裁定者的意见是另一回事,依法律的规定而确定下来的又是一回事。因此,同一事物有可能既是正义的又是不正义的;因为依法律正义的事物,并非必然就本性而言或在裁定者的意见中也是正义的,而是有可能相对于本性而言是不正义的,但就其按照法律所规定的方式发生而言,则是正义的。
- 1.146λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν.
主句的骨干是“λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται”(在此“拿取”被用来代替“偷窃”),介词短语“ἐν οἷς λέγει...”则引出了亚里士多德原文中的语句“οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν”,指明其所在之处。
- 1.146ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς Τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν
关系从句“ὧν ... ἡ ἀποβολὴ ... κακόν”先于主句的指示代词“τούτων”。属格关系代词 ὧν 修饰 ἀποβολή,意为“凡是其摒除/丧失乃是恶的(事物)”。
- 1.146εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν [...] εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον.
由于条件从句被关于苏格拉底的长插入语(“ὥσπερ καὶ ὁ Σωκράτης...”)所打断,因此用“εἰ οὖν ...”(复述性的 εἰ οὖν)重新恢复条件从句,进而引出后件主句“καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον”。
