← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§170.28-171.21

同时说真话与说谎的诡辩及说谎者悖论的解法

注解亚里士多德《辨谬篇》180b2,阐明同一个人同时说真话与说谎这一诡辩的结构和解决方法,区分了无条件的真假与有限定的真假,并论及著名的“说谎者悖论”表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.145

" Ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτόν." Τὸ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν σόφισμα καὶ ἠρωτᾶτο καὶ συνεπεραίνετο ἐπ’ ἐκείνων οἷς ὁμοίως ὑπῆρχε τὰ ἀντικείμενα· ταῦτα δέ ἐστιν ὧν ἐστι τὸ μὲν ἥμισυ λευκὸν τὸ δὲ ἥμισυ μέλαν, ὥσπερ ἐπὶ τοῦ ὀφθαλμοῦ ἔχειν θεωροῦμεν. ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὁ εἰπὼν τὸν ὀφθαλμὸν λευκὸν ψεύδεται· ἀλλὰ καὶ ἀληθεύει· ἅμα γάρ ἐστι λευκὸς καὶ οὐ λευκός. λέγει δὲ καὶ τούτου τὴν αὐτὴν εἶναι λύσιν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, πότερον δεῖ φάσκειν, ἆρα τὸ ἀληθεύειν ἢ τὸ ψεύδεσθαι,1 τὴν δυσκολίαν παρέχεται. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν ἁπλῶς μὲν εἶναι ἀληθῆ πῇ δὲ ψευδῆ, ὡς ἐπὶ τοῦ Αἰθίοπος καὶ τοῦ μὴ ὄντος· ὁ γὰρ τὸν Αἰθίοπα μέλανα λέγων ἁπλῶς μέν ἐστιν ἀληθής, πῇ δὲ ψευδής· ὁ δὲ λέγων αὐτὸν λευκὸν ἁπλῶς μὲν ψευδής, πῇ δὲ ἀληθής. τὸ δὲ ἢ τινὸς λέγοι ἂν ἐφ’ οὗ2 τὸ ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ λευκόν· οὗτος γὰρ οὔτε ἁπλῶς ἐστιν ἀληθὴς πῇ δὲ ψευδής, οὔτε ἔμπαλιν ἁπλῶς μὲν ψευδὴς πῇ δὲ ἀληθής, ἀλλὰ τινός, ἤτοι ἐπίσης καὶ ψευδὴς καὶ ἀληθής. δύναται καὶ ἐκ παραλλήλου τὸ τινὸς κεῖσθαι· ὁ γὰρ πῇ ψευδόμενος ἢ ἀληθεύων κατά τι ψεύδεται ἢ ἀληθεύει καὶ οὐχ ἁπλῶς. τὸ δὲ καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή ἴσον ἐστὶ τῷ ‘εἶναι κατά τι μὲν ἀληθῆ, ἁπλῶς δὲ μὴ ἀληθῆ’· ὁ γὰρ κατά τι ἀληθεύων ἐπί τι ἀληθὴς καὶ οὐχ ἁπλῶς ἀληθής ἐστι. δύναται δέ τις καὶ ὡς οὕτως ἐρωτωμένου τοῦ σοφίσματος ἀκούειν·3 ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· ἀλλὰ μὴν ὁ λέγων ‘ἐγὼ ψεύδομαι’ ἅμα καὶ ψεύδεται καὶ ἀληθεύει· ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν καὶ ψεύδεσθαι’. τὰ δὲ ἐφεξῆς κείμενα σοφίσματα σαφῆ εἰσι, καὶ πλεῖστα τούτων τὰ παραδείγματα καὶ ἐν τοῖς Τοπικοῖς.

“关于同一个人说谎,论证也是相似的。” 关于同一个人同时说谎又说真话的诡辩,是就那些对立属性同等属于的对象而被提问并推导结论的;而这些对象是指一半是白、一半是黑的事物,正如我们在眼睛上所观察到的那样。该诡辩的推导方式如下:“同一个人有可能同时说谎又说真话吗?”“不能。”然后他们推出:“然而,说眼睛是白的人在说谎;但他也在说真话;因为眼睛同时既是白的又不是白的。”[亚里士多德]说对此问题的解决也是相同的,但是由于不容易看清——特别是在对立属性同等属于的事例中——究竟应当断定哪一种,究竟是说真话还是说谎,因而造成了困难。然而,没有什么妨碍同一个人在无条件的前提下是真实的,而在某种方面是虚假的,正如在埃塞俄比亚人和非存在的事例中那样;因为说埃塞俄比亚人是黑的人无条件是真实的,但在某种方面是虚假的;而说他是白的人无条件是虚假的,但在某种方面是真实的。至于“或者是某种对象的[真或假]”这一短语,他大概是针对一半是白、一半不是白的事例而言的;因为此说话者既不是无条件真实而在某种方面虚假,也不是相反地无条件虚假而在某种方面真实,而是某种对象的,亦即同等地既是虚假又是真实。也可以认为“某种对象的”是平行并列使用的;因为在某种方面说谎或说真话的人,是就某事而言说谎或说真话,而非无条件如此。而“并且就某种对象而言是真实的,但并不是真实的”这句,等同于“就某事而言是真实的,但无条件地看并不是真实的”;因为就某事而言说真话的人,是关于某事为真,而非无条件为真。人也可以将该诡辩理解为是这样被提问的:“同一个人有可能同时既说谎又说真话吗?”“不能。”“然而,说‘我说谎’的人同时既在说谎又在说真话;因此,‘同一个人不可能同时既说真话又说谎’这一主张是假的。”而后继的诸诡辩是清楚明白的,其中大多数例子在《论题篇》中也可见到。

语法注3 条
  1. 1.145πότερον δεῖ φάσκειν, ἆρα τὸ ἀληθεύειν ἢ τὸ ψεύδεσθαι

    由 πότερον 引导的间接疑问句,后接带有选择疑问小词 ἆρα ... ἤ 的并列结构,用以具体说明两者择一的内容(是说真话还是说谎)。整个结构充当先行短语 τὸ μὴ εἶναι εὐθεώρητον 的内容说明。

  2. 1.145τὸ δὲ ἢ τινὸς λέγοι ἂν ἐφ’ οὗ

    潜在希求法 λέγοι ἄν 表示注疏者对亚里士多德原意的推测(“他大概指的是……”)。其未明言的主语依语境为亚里士多德,带定冠词的中性短语 τὸ ... ἢ τινός(引用亚里士多德 180b7 的文句)作为直接宾语。

  3. 1.145ὡς οὕτως ἐρωτωμένου τοῦ σοφίσματος ἀκούειν

    由 ὡς 引导的属格绝对结构(ἐρωτωμένου τοῦ σοφίσματος)修饰动词 ἀκούειν(“理解、解释”),构成“将该诡辩理解为是依此种方式被提问的”这一句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:170.28-171.21