- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:169.17-170.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《辨谬篇》第25章180a23–180a32,阐明了混淆无条件的判定与在特定方面、地点、方式下的判定所产生的谬误(如非存在之存在、守誓与背誓、对几何学家的顺从与不顺从等)的逻辑结构,并展示了通过区分二者来予以解决的方法。
" Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ." Τίνες εἰσὶν οἱ παρὰ τὸ κυρίως, ἐξηγήσατο διὰ τοῦ ἢ πῇ ἢ ποῦ ἢ πῶς· ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν.1 ἁπλῶς μὲν γὰρ τὸ αὐτὸ καὶ ἓν ἅμα λευκὸν εἶναι καὶ οὐ λευκὸν ἀδύνατον· πῇ δὲ οὐκ ἀδύνατον, ὥσπερ ὁ ὀφθαλμὸς πῇ μὲν λευκὸς πῇ δὲ οὐ λευκός. καὶ πρὸς μὲν τὸν τυμβωρύχον ἢ λῃστὴν ἀγαθὸν ἡ νόσος, ἁπλῶς δὲ οὐκ ἀγαθόν. καὶ πῶς μὲν τὸ μὴ ὂν ἔστιν· ἔστι γὰρ δοξαστόν· ἁπλῶς δὲ οὐκ ἔστι. τὸ δ’ ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος δύναται καὶ ἐπὶ τοῦ Αἰθίοπος ἀκούεσθαι· εἰ γὰρ ἁπλῶς μὲν κατὰ τὴν σαρκὸς ἐπιφάνειάν ἐστι μέλας, κατὰ δὲ τοὺς ὀδόντας ἐστὶ λευκός, ὁ συνάγων λευκὸν αὐτὸν καὶ οὐ λευκὸν οὐκ ἐλέγχει. δύναται δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς μὴ ὄντος· εἰ γὰρ ἁπλῶς μὲν ἔστι μὴ ὂν πῇ δὲ ὄν, ὡς δοξαστόν (ἔστι γὰρ αὐτοῦ δόξα οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν), ὁ συνάγων αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι οὐκ ἐλέγχει.
“关于因本真意义上的这、或在某种方面、或在某个地方而生的[谬误]。” [亚里士多德]通过“或在某种方面、或在某个地方、或以某种方式”解释了因本真意义而生者是何种谬误;因为凡是根据在某种方面、某个地方或以某种方式为真或不为真,而要求其无条件为真或为假、属于或不属于的人,都是违背本真表述而提出要求的。因为在无条件的前提下,同一且唯一的物不可能同时既是白又不是白;但若就某种方面而言则并非不可能,正如眼睛在某种方面是白,在某种方面不是白。又如疾病对于盗墓贼或强盗而言是善,但无条件地看则非善。又在某种方式上非存在是存在的,因为它是意见的对象;但无条件地看它并不存在。而“因此,如果这一项是无条件如此,而那一项是在某种方面如此,这还不是反驳”这一句,也可以理解为关于埃塞俄比亚人的例子;因为如果就其皮肤表面而言他无条件是黑的,但就牙齿而言是白的,那么推论出他既白又不白的人并没有构成反驳。这也同样可以理解为关于无条件非存在之物的例子;因为如果它无条件是非存在,但作为意见的对象在某种方面是存在的(因为关于它的意见并不是认为它存在,而是认为它不存在),那么推论出它既存在又不存在的人并没有构成反驳。
"Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες." Τὰ σοφίσματα τοιαῦτα. ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; οὔ· ἆρά γε τὸ μὴ ὂν δοξαστόν ἐστι; ναί· τὸ μὴ ὂν ἄρα ἔστι· τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον δοξαστόν’.2 πάλιν τὸ ὂν συνάγουσι μὴ εἶναι οὕτως· εἰ ἔστι τὸ ὄν, ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἢ βοῦς ἤ τι τῶν τοιούτων· οὐδὲν δὲ τούτων ἐστίν, ὥστε οὐδὲ ἔστιν· οὐκ ἄρα ἔστι τὸ ὄν. πάλιν ἆρα ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ὁ δὲ ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν, ὥστε εὐώρκησεν· ἠλήθευσε γὰρ πεποιηκὼς ὃ ποιεῖν ὤμοσεν· ὀμόσας γὰρ ἐπιορκήσειν ἐπιώρκησεν· ὁ αὐτὸς ἄρα ἅμα ἐπιορκεῖ καὶ εὐορκεῖ. πάλιν ἆρα τὸν αὐτὸν ἐγχωρεῖ ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔ· ἀλλὰ μὴν ὅδε πείθεται μὲν τῷ γεωμέτρῃ ἀσύμμετρον εἶναι τὴν πλευράν, ἀπειθεῖ δὲ σύμμετρον εἶναι, καὶ πείθεται μὲν μείζονα εἶναι τὸν ἥλιον τῆς γῆς, ἀπειθεῖ δὲ τῷ αὐτῷ ἐλάττονα εἶναι· ὁ αὐτὸς ἄρα τῷ αὐτῷ πείθεται καὶ ἀπειθεῖ. θεὶς δὲ τὰ σοφίσματα συντόμως λύει αὐτὰ λέγων ἢ οὔτε τὸ εἶναί τι ταὐτόν,3 τουτέστιν οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν ὅτι ἐστί τι, οἷον δοξαστόν, καὶ ἁπλῶς ὅτι ἔστιν· εἰ μὲν γὰρ τὸ τὶ ὂν ταὐτὸν ἦν τῷ ἁπλῶς ὄντι, ἦν ἂν τὸ μὴ ὂν ὄν· ἐπεὶ δὲ ἕτερον, οὐκ ἔσται τὸ μὴ ὂν ὄν. λύει δὲ σαφῶς καὶ τὸ τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν λέγων πλὴν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ, ὃ ἴσον ἐστὶ τῷ ‘ἁπλῶς μὲν οὐκ εὐορκεῖ, ἀλλὰ τοῦτο μόνον, ὅτι ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν’· ὥστε κατὰ τοῦτο μόνον, ἁπλῶς δὲ οὐκ εὐορκεῖ, ὥστε οὐχ ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ ἀλλὰ πῇ. οὐδ’ ὁ ἀπειθῶν ἁπλῶς πείθεται, ἀλλὰ τὶ πείθεται· ἁπλῶς γὰρ πειθόμενος τῷ ἀληθεῖ, ἐφ’ οὗ καὶ τὸ ‘πείθεται’ ἀληθῶς λέγεται (ὁ γὰρ τοῖς ἀληθέσι πιστεύων καὶ τούτοις πειθόμενος κυρίως πείθεται), ἀπειθεῖ [δὲ] τῷ ψεύδει· καὶ ἔστιν ἄλλο μὲν ᾧ πείθεται, ἄλλο δ’ ᾧ ἀπειθεῖ.
“而所有这类论证都具有这一特征。” 诡辩如下:“非存在有可能存在吗?”“不能。”“非存在是意见的对象吗?”“是的。”“因此非存在存在。”因为“但是非存在确实是某种东西”等同于“但是非存在是某种东西,例如是意见的对象”。他们又这样推论存在是不存在的:“如果存在是存在的,它将或者是人,或者是马,或者是牛,或者是此类事物中的某种;但它不是这些之中的任何一种,因此它甚至不存在;所以存在并不存在”。又如:“同一个人有可能同时守誓与背誓吗?”但发誓要背誓的人确实背了誓,所以他守了誓;因为他做了自己发誓要做的事,从而说了真话;因为他发誓要背誓,而确实背了誓;因此同一个人同时既背誓又守誓。又如:“同一个人有可能同时对同一个人既顺从又不顺从吗?”“不能。”“然而,此人顺从几何学家关于边不可通约的主张,但不顺从其可通约的主张,并且顺从其关于太阳大于地球的主张,但对同一个人却不顺从其关于较小的主张;因此同一个人对同一个人既顺从又不顺从”。[亚里士多德]在列举了这些诡辩之后简明地解决了它们,他说“或者,成为某种东西与[无条件存在]并非同一件事”;也就是说,说非存在是某种东西(例如是意见的对象),与说它无条件存在,并非同一件事;因为如果某种存在与无条件的存在是同一的,非存在就会是存在的了;但既然它们不同,非存在便不是存在的。对于同一个人同时背誓又守誓的[诡辩],他也清晰地解决道,说“除了仅仅在此点上之外,但他并不守誓”;这等同于“他并非无条件地守誓,而仅仅在此点上守誓,即他发誓要背誓而确实背了誓”;因此仅仅在此点上,但无条件地看他并没有守誓;所以背誓的人并不是无条件地守誓,而是在某种方面守誓。不顺从的人也不是无条件地顺从,而是在某种方面顺从;因为在无条件顺从真理时——在这点上说“他顺从”也是真正正确的(因为信任真理并顺从真理的人才是在本真意义上顺从)——他并不顺从虚假;并且,他所顺从的对象是一回事,他不顺从的对象则是另一回事。
- 1.143ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν.
第一个 παρὰ 表示谬误的起因或依据(“根据”),第二个 παρὰ 则意为“违背”。中性单数分词 ἀληθεῦον ἢ μὴ ἀληθεῦον 作名词化用法,受介词短语 παρὰ τὸ... 管辖;与主语分词 ἀξιοῦντες 对应的主动词是 ἀξιοῦσιν。
- 1.144τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον δοξαστόν’.
冠词 τό 将其后的整个命题“ἀλλὰ μήν ἐστι γέ τι μὴ ὄν”实质化为句子的主语,后续谓语 ἴσον ἐστὶ τῷ...(“等同于……”)。连词 ὡς 引导对这种等价理解的补充说明。
- 1.144ἢ οὔτε τὸ εἶναί τι ταὐτόν
此处引自亚里士多德原文(180a34),小辞 ἤ 具有引出替代性解决方案或反驳的功能。在 ταὐτόν 之后,省略了 καὶ εἶναι ἁπλῶς(“以及无条件存在”),后文的注解对此作了补足说明。
