- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:16.1-17.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德关于问答中“一一对应的职分”提出了两种解释,阐明了哲学家研究智者式反驳的必要性,随后推进至智者式论辩的分类及对智者术性质的界定。
" Ἔστι δ’ ὡς ἓν πρὸς ἕν." Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοῦ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι1 τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστημόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι καὶ τὸ ἐρωτᾶν. Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφισταὶ τὴν προαίρεσιν ἔχοντες.2 συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπιστημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία· ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων.
“而一一对应地说。” 如果把两者的职分一一对应地概括来说,善于提问者的职分是获取本真且无歧义的前提,而回答者的职分则是能够反驳言说虚假的提问者。能够反驳言说虚假者,源于知晓同名异义的事物、歧义的事物,以及提问者企图借以欺骗的其他事物。因此,“一一对应地”或者应当这样来理解,或者也应当如下来理解:“既然你想要向我提问,要知道,如果你想不被误导,就应当恰当且真实地提问——这正是以知识方式提问者的职分;并且要努力通过我们谈及的那些手段反驳言说虚假者——这正是以知识方式回答者的固有职分”。因此,“一一对应地”或者应当按照第一种解释来理解,或者按照第二种来理解;因为在此情形下它也保全了[原意],因为他谈到了两件事,即应当如何回答以及如何提问。在谈了这些之后,他使我们想起他所论证过的事情:因为存在着这样一种智者们所追求的论辩种类,这一点他在举出同名异义的地方已经加以确立,并补充了他们为何追求这种论辩能力的原因(即因其省力而容易),以及争辩的这种能力造就了显现的智者(智者们恰恰以成为显现的智者为选择目标)。亚里士多德通过这些在某种程度上确立了:对于哲学家来说,真正且以知识方式知晓智者们极力追求的这一类论辩也是必不可少的。因为不被知晓的事物怎能被反驳呢?显然只有被知晓的事物才能[被反驳]。因为如果对这类论辩的缺乏经验和无知是虚妄表象的原因,那么显然对它们的认识伴随着这种认识本身也就是反驳。在指明了这些之后,他接下来打算谈论当前论著所关涉的主题:即关于智者式的反驳,它们如何产生以及通过什么产生。
"Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν." Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ πρότερον πόσα εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λόγων καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ τοῦ ‘τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων’, ἅπερ εἰσὶ δύο, τὰ παρὰ τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ πόσων δὲ ἀντὶ τοῦ ‘πόσα μέρη ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν’· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις τῶν εἰδῶν λέγει. δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται’·3 οὐ γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ’ ὀλίγον ἐρεῖ. δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ’ ἐπιστήμη· περὶ τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς ποιητική” καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι.
“而智者式论辩有几种。” 他现在进入关于智者式反驳的教学,并首先探究智者术的论辩有几种,以及施展诡辩是由多少项构成的。“有几种论辩以及在数目上由多少项构成”,或者是指并列的说法,或者“几种”是代替“智者式反驳的种类是什么”(它们有两种:依赖于词句的和词句之外的),而“由多少项”则是代替“此类各品种有多少个部分”;因为他把种的细分称为种的部分。也可以理解为他说“论著碰巧有多少个部分”等同于“智者们瞄准多少项目标”;因为他们不仅瞄准显得在反驳,还瞄准他稍后将要谈到的其他若干目标。他把智者术称为“能力”,或者是因为它既不是技术也不是知识——因为这两者各自都关涉真实之物,技术是“伴随真实言理的制作品质”,知识则是“关涉总是处于同一状态之物的证明品质”;或者是因为他宽泛地且从属类上(即潜在地)把智者术称为技术,因为他也以更宽泛的方式使用技术的名称而称其为技术。
- 1.8γίνεται παρὰ τὸ εἰδέναι
前置词 παρά 接宾格冠词不定式(τὸ εἰδέναι),构成表示原因或根据的结构(“源于知晓”)。其后的 δι' ὧν 则表示提问者施展欺骗所借助的手段。
- 1.8δι’ οὗ τυγχάνουσιν οἱ σοφισταὶ τὴν προαίρεσιν ἔχοντες
关系代词 δι' οὗ 的先行词是前文的 τὸν φαινόμενον σοφόν(或成为显现的智者这一状态)。动词 τυγχάνουσιν 连同补充现在分词 ἔχοντες 构成表语结构,意为“恰好以……为选择的目标”。
- 1.9δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται’
δύναται 与不定式连用,表示“可以理解为[他]说……”。带冠词的引语 τὸ καὶ πόσα μέρη τῆς πραγματείας τυγχάνει 作 λέγειν 的宾语,ὡς ἴσον τῷ 则引导与其对等的解释性谓语短语。
