- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:168.5-169.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德在《诡辩驳斥篇》第22章(180a18)中关于属格表达(“这属于这”)多义性的讨论,并通过对文本句法结构的梳理证明:当某个事物自相被确定且为人熟知时(例如“一行诗的一半”或父子关系),便不会产生双重含义。
" Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς." Θεὶς πάνυ ἀσαφῶς τὰς αἰτίας καθ’ ἃς οὐ καλῶς φαίνονται λέγοντες διττὸν τὸ τούτου τοῦτο, πάλιν τὸ αὐτὸ ἐκτίθεται, καί φησιν οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς,1 ὥσπερ οὐδὲ τὸ τὸν ἀγαθὸν δοῦλον πονηροῦ· οὐ γάρ, εἴ ποτέ τι, φησί, σημαίνομεν ἀφελόντες τούτου, ἐκεῖνο πολλαχῶς λέγεται. ἔστι δὲ ὃ λέγει· οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον ὂν καὶ τούτου λεγόμενον πολλαχῶς λέγεται. οὐ γάρ, εἰ συμβέβηκε τούτῳ σῷ εἶναι καὶ τέκνῳ εἶναι, σόν ἐστι τέκνον· οὐ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα καὶ ἀλλήλοις τὰ αὐτά· οὐ γάρ, εἰ ὁ Κορίσκος καὶ μουσικὸς καὶ λευκός, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν ταὐτόν. εἰ μὲν γὰρ πάντα τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα τοῦ αὐτοῦ τινος καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ ἦν ταὐτά, τότε ἂν καὶ τὸ ‘οὗτος σός’ ἦν διττὸν καὶ τὸ ‘οὗτος τούτου’. οὐδὲν γὰρ διέφερε τὸ σὸς ἐπὶ τέκνου ἢ δούλου εἰπεῖν, ἐπειδὴ τὸ τέκνον καὶ τὸ δοῦλον κατὰ τοῦ αὐτοῦ λεγόμενα τὰ αὐτά ἐστιν. ἐπεὶ δὲ οὐ ταὐτὰ ἀλλ’ ἕτερα, πῶς οἷόν τε λέγειν ὅτι πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν ὡς τούτου μόνου δηλωτικὸν διττόν; εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ μῆνιν ἄειδε θεά ἀφελόντες ὡρισμένως οἴδαμεν ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, διττὸς ἂν ἦν· ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν τὸ μῆνιν ἄειδε θεά δῆλον γέγονε τίνος ἐστὶν ἥμισυ. ὥστε καὶ ὁ τοῦτο σημαίνων λόγος οὐ διττός. εἰ δὲ τοῦτο, οὐδὲ ὁ λέγων ‘ἆρα ὅδε σός;’ διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν. ὥστε οὐ λέγεται πολλαχῶς τὸ τούτου τοῦτο, ὅταν ἀφελόντες τι γνώριμον ὂν τί ἐστι ταύτῃ τῇ προσηγορίᾳ ὀνομάζωμεν· λέγω δὲ προσηγορίαν τὸ τούτου τοῦτο. ὁ γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν2 καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;’ ταὐτὸν λέγει τῷ ‘ἆρα ὁ Πλάτων υἱός ἐστιν Ἀρίστωνος;’. καὶ οὐ διττὸν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν πῶς ἀλλήλων εἰσίν. ἔτι τὸ οὐδὲ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες τοιοῦτόν ἐστι· οὐ γὰρ τὸ τούτου τοῦτο λέγεται πολλαχῶς, εἴ ποτέ 〈τί〉 τινος ἀφελόντες σημαίνομεν τῇ προσηγορίᾳ τῇ τούτου τοῦτο. καὶ γὰρ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ μῆνιν ἄειδε θεά, δυνάμει τῇ προσηγορίᾳ σημαίνομεν τῇ τούτου τοῦτο· λέγομεν γὰρ ὅτι δός μοι τούτου τοῦτο, ἤγουν τοῦ στίχου τὸ ἥμισυ, καὶ οὐκ ἔστι διττὸν 〈τὸ〉 τούτου τοῦτο. εἰ γὰρ ἦν διττόν (τοῦτο γὰρ δεῖ προσυπακούειν), εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, σημαίνομεν τὴν Ἰλιάδα, ἤγουν σημαίνομεν ὅτι δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος· ἀλλ’ οὐ τοῦτο σημαίνομεν. ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον·3 καὶ γὰρ τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, εἰπόντες Ἰλιάδα σημαίνομεν. λέγοι δ’ ἄν δι’ αὐτοῦ· εἰ πᾶν τὸ τούτου τοῦτο διττόν, καὶ τὸ δός μοι τὸ ἥμισυ τοῦ ἔπους διττὸν ἔσται, καὶ τοῦτο λέγοντες λέγοιμεν ἂν ‘δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος’.
“说人属于动物,也不是在多种意义上说的。” 在极其含混地指出了那些主张“这属于这”具有双重含义的人看来并不正确的原因之后,[亚里士多德]再次阐述了同一点,并说即便断言“人属于动物”也不是在多种意义上说的,正如说“良仆属于恶[主]”也不是[具有双重含义的];因为正如他所言,即便我们有时从此物中分离出来而指称某种事物,那件事物也不是在多种意义上说的。他的意思乃是:并非所有自相被抽取出来、被规定、为人熟知且被称为“属于这”的事物,都是在多种意义上说的。因为,并不是如果对这个人而言“是你的”和“是儿子”作为偶性共存,他就是你的儿子;因为归属于同一主体的诸偶性,彼此之间并非同一物。因为,并不是如果科里斯科斯既通晓音乐又皮肤白皙,通晓音乐与白皙就是同一的。如果所有偶性地述说同一事物的属性,彼此之间以及与底层主体都是同一的,那么“这位是你的”以及“这属于这”就会具有双重含义了。因为就儿子或奴隶而言说“你的”便没有任何区别,因为儿子与奴隶由于述说同一事物而成了同一物。但既然它们不是同一物而是互不相同的,又怎能说所有自相被抽取出来作为仅指明此物者都具有双重含义呢?如果情形是那样,既然我们在分离出“女神,请歌唱愤怒”时确定地知晓它是一行诗的一半而非《伊利亚特》的[一半],那么说“给我‘女神,请歌唱愤怒’,即这句诗的一半”的人,便是在作具有双重含义的表述了。然而他并没有双重含义;因为自相被抽取的“女神,请歌唱愤怒”,它是何者的一半乃是清楚明确的。因此,指称此事的言辞也不具有双重含义。如果这是如此,那么说“这位是你的吗?”的人也没有表达双重含义;因为此人如何属于此人是清楚明确的。因此,当我们分离出某种清楚知晓其为何物的事物并用这种名称来指称它时,“这属于这”并非在多种意义上说;我所谓的名称就是指“这属于这”。事实上,将柏拉图与阿里斯同分别单独抽取出来并询问“这位属于这位吗?”的人,所说的与“柏拉图是阿里斯同的儿子吗?”乃是同一件事。这里的提问并不具有双重含义,因为所抽取的人物彼此之间如何相属乃是为人熟知的。此外,“因为即便我们有时分离出并指称某种事物”这一句具有如下含义:因为如果我们有时从某物中分离出某物并用“这属于这”这一名称来指称它,“这属于这”并不是在多种意义上说的。因为在说了“给我这句诗的一半,即‘女神,请歌唱愤怒’”之后,我们在潜能上是在用“这属于这”这一名称来指称;因为我们在说“给我这之这,也就是这行诗的一半”,而这一“这之这”并不具有双重含义。因为如果它具有双重含义(这必须由思想补充理解),在说了“给我这句诗的一半,例如‘女神,请歌唱愤怒’”之后,我们便指称了《伊利亚特》,也就是指称“给我《伊利亚特》的一半”;但我们并不是指称这个。而在“因为说了给我一半”这一文句中,应当在“给我”处作停顿,接着接上“我们指称《伊利亚特》”。文句的规范结构乃是如此:“因为说了这句诗的一半,例如‘女神,请歌唱愤怒’,我们便指称了《伊利亚特》”。他借此所要表达的意思可能是:“如果一切‘这属于这’都具有双重含义,那么‘给我这句诗的一半’也将具有双重含义,而在说这话时我们便会是在说‘给我《伊利亚特》的一半’”。
- 1.142οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς
此处否定词 οὐδέ 与 οὐ 重叠出现。根据希腊语句法规则,后继的否定词并未使否定相互抵消转为肯定,而是加强和延续了前面的否定;因此全句理解为具有强化的否定含义(“说……也不是在多种意义上说的”)。
- 1.142ὁ γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν
传抄文本在句首缺少定冠词 ὁ 而直接以 γὰρ 开始;但在句法上,分词短语必须作为主句动词 λέγει 的主语,因此需要按理解补入定冠词,读作 ὁ ... λαβὼν(“……的人”)。
- 1.142ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον
注解者在此针对亚里士多德的原文章句(180a20附近)说明断句与倒装语序的调整。动词形容词 ὑποστικτέον(应当停顿/下读点)与 ἐπακτέον(应当接上)以无人称形式使用,随后用专门术语 κατάλληλον(语法的规范语序/相应结构)重构了该句的本来骨架。
