- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:167.8-168.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者针对亚里士多德所举“卑劣者的善”这一命题,给出了两种文本异读,并结合谓项与主体的逻辑关系,阐明该谬误源于偶性而非双重性。
ὥστε ὁ λόγος ὁ λέγων ‘ἡ ἀνδρεία τῶν κακῶν’ διττός· ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά. ἀλλ’ εἰ καὶ ἐνδέχεται ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν, ὡς ἐπὶ τῆς ἀνδρείας καὶ τοῦ πλούτου καὶ ὑγιείας καὶ ἄλλων τινῶν, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν.1 καὶ τοῦτο εἰπὼν τίθησι λόγον δοκοῦντα μὲν ἔχειν τὸ διττὸν μὴ ὄντα δὲ διττόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστι δὲ ὃν ἐπάγει λόγον δοκοῦντα ἔχειν τὸ διττὸν οὗτος· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄνομα μοχθηροῦ. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἐάν τις δοῦλος ἀγαθὸς ὢν [ἢ εἰ γάρ τις δοῦλος ὄνομα ἔσχε κεκλῆσθαι ἀγαθός] τύχοι δουλεύειν μοχθηρῷ, λέγει δέ τις τὸ ἀγαθὸν μοχθηροῦ, δόξειεν ἂν διττὸς ὁ λόγος εἶναι· ἐπειδὴ γὰρ οἱ πλείους τῶν δούλων μοχθηροὶ λέγονται, φαντασίαν τινὰ ἀποτελεῖ τοῦ διττοῦ· ἢ γὰρ ὅτι ὁ ἀγαθὸς μοχθηρὸς ἢ ὅτι δοῦλος μοχθηροῦ. τοῦτο θεὶς ἐνίσταται, καθάπερ εἶπον, μὴ εἶναι διττὸν τὸν λόγον λέγων ‘οὐ γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται’. τὸ δὲ ἅμα πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ τὰ δύο ὁμοῦ, ἀγαθὸν πονηροῦ, ἀλλὰ τὰ τρία, ἀγαθὸν δοῦλον πονηροῦ· τοῦτο γὰρ τὰ ἠρωτημένα ἀναγκάζει συνεπινοεῖν. ταῦτα μὲν διὰ τῆς μιᾶς τῶν γραφῶν λέγοιτο ἄν. διὰ δὲ τῆς ἐχούσης καὶ τὸ ὄνομα προσκείμενον λέγοι ἂν ‘οὐ γάρ, εἰ τῷ δούλῳ κεῖται ὄνομα τὸ Ἀγαθὸν ὡς μὴ καλεῖσθαι Νικοκλέα ἢ Πλάτωνα ἢ Ἱππόνικον ἢ ἄλλο τι τοιοῦτον ἀλλ’ Ἀγαθόν, ὥσπερ καὶ ὁ Ὀλυμπιονίκης ὠνομάζετο αὐτὸ τοῦτο Ἄνθρωπος, ἤδη καὶ τὸ ἀγαθὸν μοχθηροῦ διττόν, οἷον ὅτι τὸ Ἀγαθὸν ὄνομα τοῦ δούλου πονηρόν ἐστιν, ἢ ὅτι πονηροῦ δεσπότου, ἀλλ’ ἁπλοῦν’. ὥστε παρὰ τὸ συμβεβηκός· οὐ γάρ, εἰ συμβέβηκε τῷ αὐτῷ ἀγαθῷ τε λέγεσθαι καὶ πονηροῦ εἶναι, καὶ τὸ ἀγαθὸν πονηροῦ ἐστιν, ὥσπερ οὐδέ, εἰ ἡ φρόνησις ἐπιστήμη, τῇ δὲ ἐπιστήμῃ συμβέβηκε θεωρητικῇ τῶν κακῶν εἶναι, καὶ ἡ φρόνησις τῶν κακῶν ἐστιν· οὐ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορουμένῳ ῥηθήσεται.23 ὥστε οὐκ εἰ συμβέβηκε τῷ δούλῳ ἀγαθῷ λέγεσθαι, τούτῳ δὲ πάλιν πονηροῦ, καὶ τὸ ἀγαθὸν πονηροῦ, ἀλλὰ τὸ ἀγαθὸν δοῦλον πονηροῦ δεσπότου.
因此说“勇敢属于恶的事物”这一陈述是双重的;因为这要么是指勇敢是某种恶,要么是指它知晓恶的事物。但即使说某种善属于恶的事物的陈述有时可能具有双重性,正如在勇敢、财富、健康以及其他某些事物的情形中那样,我们也绝不会说称实践智慧属于恶的事物的陈述具有双重性。在说了这一点之后,他[亚里士多德]提出了一个看似具有双重性实则并非双重的陈述,正如他不久后所要说的那样。而他所引入的、看似具有双重性的陈述是这样的:“但如果有某个奴隶是卑劣者的善物。”但也流传着另一种读法,作:“但如果有某个奴隶是卑劣者的善名。”而他所说的意思是这样的:如果某个奴隶身为善人[或者,如果某个奴隶碰巧被以‘善’之名称呼],恰好服侍一个卑劣者,而有人说“卑劣者的善”,那么该陈述似乎是双重的;因为大多数奴隶都被说是卑劣的,这就造成了某种双重性的假象——因为这要么是指这善人是卑劣的,要么是指他是卑劣者的奴隶。在确立了这一点之后,正如我所说,他反驳该陈述并非双重,说道:“因为并非如果身为奴隶的善物也被说是属于卑劣者,善物也就将被说是属于卑劣者。”而“同时”这个词被加了上去,就好像他在说:“并不是这两者在一起,即‘恶人的善’,而是这三者在一起,即‘恶人的善奴隶’;因为被提问的事情迫使人们共同领会这一点。”这些是根据其中一种读法可以说的;而根据另外加上了“名字”一词的读法,他会说:“因为并非如果给该奴隶取名为‘善’,从而他不被称为尼科克勒斯、柏拉图、希波尼库斯或任何其他诸如此类的名字,而是被称为‘善’——正如那位奥林匹克胜者恰恰被命名为‘人’一样——‘恶人的善’就已经由此是双重的(就像是指属于奴隶的‘善’这一名字是邪恶的,或者是指它属于一个恶的主人),相反它是单纯的。”因此这是因偶性所致;因为并非如果对于同一事物而言既被称为善又属于恶人是偶性,善也就属于恶人,正如如果实践智慧是知识,而考察恶对于知识而言是偶性,实践智慧也并不因此属于恶;因为凡针对谓项言说的,并不都将针对谓项之下的主体言说。因此,并非如果对于奴隶而言被称为善是偶性,进而属于恶人也是偶性,善也就属于恶人,而是善的奴隶属于恶的主人。
- 1.141ἀλλ’ εἰ καὶ ἐνδέχεται ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν ... ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν
这是一种在让步从句(εἰ καὶ...)之后,主句开头再次使用 ἀλλά(ἀλλ’ οὔτι γε...)引出的对照结构。该结构有力地突出了前文提及的“勇敢”(可能具有双重性)与亚里士多德所针对的“实践智慧”(绝不具有双重性)之间的对照。
- 1.141οὐ γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται
这是 οὐ γάρ, εἰ... καὶ... 结构,句首的否定词 οὐ 管辖整个条件句关联,表示“因为并非如果……也就会……”这一推论的否定。条件从句中的 καί 表示附加(“也被称为……”),归结从句中的 καί 则引出受否定管辖的推论结果。
- 1.141οὐ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορουμένῳ ῥηθήσεται
这是一个部分否定句式,由 ὅσα 引导的关系从句与主句中的 πάντα 相应,整体受否定词 οὐ 的管辖(“并非凡针对谓项言说的,都将……”)。与格 τῷ κατηγορουμένῳ 作 ὑποκειμένου 的补足成分,意为“处于谓项之下的主体”。
