- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:166.10-167.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《辩谬篇》第22章(180a10)进行注解,补充了省略的主句,并通过“人属于动物”这一例子说明属格表达并非具有多义性(双重性),该谬误实系由偶性所致。
" Εἰ δ’ ἄρα πολλαχῶς· καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι." Λείποι ἂν τῷ λόγῳ τὸ οὐ καλῶς λέγει’,1 καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· εἰ δέ τις τὸ τοῦτο τούτων ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι φήσει, ὅτι καὶ ὁ λόγος ὁ λέγων τὸν ἄνθρωπον τῶν ζῴων πολλαχῶς λέγεται, εἰ οὖν τοῦτό τις εἴποι, οὐ καλῶς λέγει. καὶ τὴν αἰτίαν τοῦ μὴ καλῶς λέγειν τὸν εἰπόντα τοῦτο γοργῶς τέθεικε διὰ τοῦ ἀλλ’ οὔ τι κτῆμα, ὅπερ ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ λέγεται κτῆμα’. ἔστι δὲ ἡ σύμπασα τῶν λέξεων διάνοια τοιαύτη. εἰ μὲν γὰρ ὁ ἄνθρωπος καθ’ ἕνα μὲν τρόπον ἐλέγετο τῶν ζῴων, διότι ζῷόν ἐστι (πᾶν γὰρ ζῷον οὐ τῶν μὴ ζῴων ἀλλὰ τῶν ζῴων), κατ’ ἄλλον δὲ πάλιν ἐλέγετο τῶν ζῴων, ὥσπερ ὁ Πειραιεύς, μᾶλλον δὲ ἡ Τάναγρα τῶν Ἀθηναίων (λέγεται γὰρ ταῦτα τῶν Ἀθηναίων ὡς κτήματα), τότε δὴ τότε καὶ τὸ τόδε τοῦδε ἢ τὸ τοῦτο τούτων ἐλέγετο ἂν πολλαχῶς. ἐπεὶ δὲ ‘ὁ ἄνθρωπος τῶν ζῴων’ οὐ λέγεται πολλαχῶς (οὐδεὶς γὰρ ἀκούσας αὐτὸν τῶν ζῴων ὡς κτῆμα εἶναι τῶν ζῴων ἀκούει, ἀλλ’ ὅτι ζῷόν ἐστιν· οὐ γὰρ λέγεται κυρίως ὁ ἄνθρωπος τῶν ζῴων ὡς κτῆμα τῶν ζῴων, οὐδ’ ὁ τοῦτο λέγων κυριολεκτεῖ), ἐπεὶ οὖν ‘ὁ ἄνθρωπος τῶν ζῴων’ οὐ λέγεται πολλαχῶς, οὐδὲ τὸ τούτου δηλωτικόν (ἔστι δὲ τὸ τοῦτο τούτων) διττόν ἐστιν. ὥστε οὐδὲ τὸ σημαντικὸν τοῦ δούλου καὶ δεσπότου (ἔστι δὲ καὶ αὐτὸ τὸ τοῦτο τούτου) διττόν· καὶ εἴρηται πρότερον διὰ τί. τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός2 ταὐτόν ἐστι τῷ ‘καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται κατὰ γενικὴν πτῶσιν, καθάπερ ἡ φρόνησις λέγεται τῶν κακῶν, ῥηθήσεται μέν, ἀλλ’ οὐχ ὅτι κακή ἐστι, τῶν κακῶν, ἀλλ’ ὅτι ἐπιστήμη οὖσα τῶν κακῶν’· ὁ γὰρ φρόνιμος ἐπίσταται τὰ κακά. ὥστε τὰ σοφίσματα ταῦτα, ἃ μικρῷ πρότερον εἰρήκειμεν, παρὰ τὸ συμβεβηκὸς γέγονεν ἀλλ’ οὐ τῷ διττῷ. πῇ δὲ καὶ ἁπλῶς αὐτὸς τὸ παρὰ τὸ συμβεβηκὸς ὠνόμασε· πῇ γὰρ ὢν ὅδε τοῦδε, οἷον δοῦλος δεσπότου, καὶ ἁπλῶς κατὰ πάντων, καθ’ ὅσων τὸ τόδε τοῦδε λέγεσθαι δύναται, ἐπιφέρειν ἀξιοῦσι. καίτοι ἐνδέχεται, φησίν, ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν, ὡς ἡ ἀνδρεία ἁπλῶς οὖσα ἀγαθὸν δοκεῖ τισι διὰ τὰ ἐν πολέμοις τραύματα εἶναι κακόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς τὸ ἴσως προσέθηκεν.
“但如果确实以多种方式;因为我们说人也是属于动物的。” 在这一陈述中应当缺少“他说得不当”,而完整的句子会是这样:“但如果有人主张‘这个属于这些’或‘这个人属于这个人’是以多种方式被言说的,因为说人属于动物的陈述也是以多种方式被言说的——因此,如果有人这样说,他说得并不恰当。”而这样说的人说得不当的原因,他[亚里士多德]通过“但决不是作为所有物”简洁地表达了出来,这等同于“因为并非作为所有物而被言说”。这整个语句的旨趣如下。因为如果人一方面由于是动物而被称为属于动物(因为凡动物都不是属于非动物的,而是属于动物的),另一方面又以另一种方式被称为属于动物,正如比雷埃夫斯、或者更确切地说塔纳格拉属于雅典人一样(因为这些是作为所有物被称为属于雅典人的),那么在那种情况下,“这个属于这个”或“这个属于这些”确实就会以多种方式被言说了。但既然“人属于动物”并不是以多种方式被言说的(因为没有任何人听到它会理解为他是动物的所有物,而是理解为他是动物;因为人作为动物的所有物并不是本真地被称为属于动物的,这样说的人也不是在使用本真语言),因此既然“人属于动物”不是以多种方式被言说的,那么指示它的词(即“这个属于这些”)也不是双重的。因此,表示奴隶与主人的词(其本身也是“这个属于这个”)同样不是双重的;其原因之前已经说明过了。而“即使某物针对恶被说成属于某物”等同于:“即使某物通过属格形式针对恶而被言说,正如实践智慧被称为属于恶那样,它虽会被言说,但并不是因为它是恶的才被称为属于恶,而是因为它是知识,才属于恶”;因为明智之人了解恶。因此我们不久前说过的这些诡辩,是因偶性而产生,并不是由于双重性。而他[亚里士多德]自己把因偶性而产生的谬误称为“在某一方面以及无条件地”;因为尽管这一个只是在某一方面属于那一个(例如奴隶属于主人),他们却要求无条件地对所有可以说“这个属于这个”的对象推导出结论。他说:“然而某种善的事物也许可能属于恶的事物”,正如勇敢无条件地是善的,却因为战争中的伤痛而在某些人看来是恶的;正因如此,他自己才加上了“也许”。
- 1.141Λείποι ἂν τῷ λόγῳ τὸ ‘οὐ καλῶς λέγει’
由于引文中的条件句(Εἰ δ’ ἄρα πολλαχῶς)缺少归结从句(主句),注疏者根据亚里士多德的论述语境判定主句“他说得不当”(οὐ καλῶς λέγει)被省略,并据此重构了整句话的完整结构。
- 1.141τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός
短语“作为属于某物的”(ὡς τινός)在句法上是一个元语言指示表达,注疏者紧接着将其转述为“通过属格形式”(κατὰ γενικὴν πτῶσιν),表明该短语指的是用表示关系的属格(τινός 为不定代词的属格)与被修饰项搭配。
