← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§165.10-166.9

关系诡辩中双重性的否定与偶性真因

阐释亚里士多德如何论证涉及家庭与所有物关系的诡辩,以及关于实践智慧属于恶的诡辩,并非源于双重性(同音异义或歧义),而是源于偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.140#2

λύει δὲ λέγων ὅτι, εἰ παρὰ τὸ διττὸν ἦν τὸ σόφισμα, ἐχρῆν τὸ ὄνομα καὶ τὸν λόγον κυρίως λέγεσθαι καθ’ ὧν λέγονται. ὁ γὰρ κύων τῶν πολλαχῶς λεγομένων ὢν κυρίως λέγεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ ἀστρῴου· ὁ δὲ πατὴρ κατὰ τοῦ δούλου, ἐφ’ οὗ καὶ τὸ σὸς ἐδόθη, οὐ λέγεται κυρίως· ὁ γὰρ εἰπὼν ὅτι ναὶ σός, τὸ σὸς ὡς πρὸς δοῦλον δέδωκεν· οὐ λέγεται δὲ ὁ πατὴρ δούλου πατήρ. ὥστε οὐ διττὸς ὁ λόγος διὰ τὸ τὸ διττὸν κυρίως κατὰ πάντων λέγεσθαι καθ’ ὧν λέγεται, τὸ δὲ δοῦλος, ᾧ ὡς ταὐτὸν τὸ σὸς ἐδόθη, μὴ λέγεσθαι κυρίως πρὸς τὸν πατέρα. τὴν δὲ λέξιν τὴν τὸ δὲ τόνδε εἶναι τοῦδε τέκνον1 ὑπερβατῶς ἀναγνωστέον οὕτως· τὸ δὲ τόνδε τοῦδε οὐδεὶς λέγει κυρίως εἶναι τέκνον. εἰ γὰρ τὸ τέκνον κυρίως πρὸς τὸν δεσπότην ἐλέγετο, τότε ἂν καὶ τὰ δηλωτικὰ τούτων, τὰ τόδε τοῦδε, ἦσαν διττά, σημαίνοντα ὅτι τὸ τέκνον καὶ δεσπότου ἐστὶ τέκνον καὶ πατρὸς καὶ ὁ πατὴρ καὶ δούλου πατὴρ καὶ υἱοῦ· ἐπεὶ δὲ τὸ τέκνον οὐ λέγεται δεσπότου ἀλλὰ πατρός, οὐδὲ τὸ τοῦ τέκνου καὶ πατρὸς δηλωτικόν, ὅπερ ἐστὶ τὸ τόδε τοῦδε, διττὸν ἔσται. ὁμοίως καὶ ἐπὶ τοῦ δούλου καὶ δεσπότου. ὅτι δὲ οὐ λέγεται διττῶς, δῆλον· οὐδεὶς γὰρ τὸν δοῦλον τούτου τέκνον κυρίως λέγει, εἰ δοῦλον αὐτὸν αὐτοῦ γινώσκει καὶ μὴ τέκνον, καὶ συνελόντα φάναι τὸ τόνδε τοῦδε εἶναι τέκνον τοῦ εἰ γοῦν καί τινες, φησί, παρὰ τὴν ὁμωνυμίαν ἢ τὴν ἀμφιβολίαν (ταῦτα γάρ εἰσι τὰ διττά) λέγουσιν εἶναι τὸ σόφισμα, ἀλλ’ οὖν, ὡς δέδεικται, παρὰ τὸ συμβεβηκός ἐστι. τὸ δὲ ἐπὶ τῆς φρονήσεως σόφισμα τοιοῦτον· ἆρά γέ ἐστιν ἐπιστήμη τῶν κακῶν; ναί· τὰ γὰρ κακὰ ἐπιστητά· ἀλλὰ μὴν ἡ φρόνησις ἐπιστήμη· ἡ φρόνησις ἄρα τῶν κακῶν· ἔστιν ἄρα ἡ φρόνησις κακόν τι. καὶ τοῦτο δὲ λέγει τινὰς τῷ διττῷ λύειν· τὸ γὰρ τοῦτο τούτων εἶναι διττόν φασι. πρὸς ἣν λύσιν ἐνιστάμενος ὡς μὴ ἀρκούντως ἔχουσαν ἐπήγαγε λέγων τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα,2 ὡσεὶ ἔλεγεν· ὥσπερ γὰρ τὸ χωρίον τόδε τῶν Ἀθηναίων ὂν οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα ἢ δοῦλος, καθάπερ εἴρηται, οὕτως οὐδὲ τὸ τὴν ἀρετὴν εἶναι τῶν κακῶν πολλαχῶς λέγεται· δῆλον γὰρ πᾶσιν ὅτι οὐ κακόν τί ἐστιν ἡ ἀρετή· οὐδεὶς γὰρ κακὸν αὐτὴν λέγων κυριολεκτεῖ· ἀλλ’ οὕτως λέγεται τῶν κακῶν ὡς ἐπιστήμη τῶν ἐπιστητῶν. παρὰ τὸ συμβεβηκὸς ἄρα καὶ τοῦτο καὶ οὐ παρὰ τὸ διττόν· διότι γὰρ ἡ φρόνησις τούτων ἐστί, συμβέβηκε δὲ τούτοις κακοῖς εἶναι, διὰ τοῦτο λέγεται ἡ φρόνησις τῶν κακῶν.

他通过指出以下一点来解决[该谬误]:如果该诡辩是由于双重性产生的,那么名称和言明应当对它们所陈述的对象本真地被言说。因为“狗”属于以多种方式被言说的事物,既对地上的狗也对星座本真地被言说;但“父亲”对于奴隶(事实上对他也承认了“你的”)却不是本真地被言说的;因为说了“是的,是你的”的人,是将“你的”作为针对奴隶而承认的;然而父亲并不被称为奴隶的父亲。因此,由于具有双重性的事物是对它所陈述的一切对象本真地被言说的,而“奴隶”(与“你的”被认同为同一事物)对父亲而言并不是本真地被言说的,所以该言明并不具有双重性。而“这个人是这个人的孩子”这一字句应当倒装地理解如下:“但没有人本真地把这个人属于这个人称为是孩子”。因为如果“孩子”本真地针对主人而言,那么表示这些关系的词、即“属于这个人的这个人”也会具有双重性,意味着孩子既是主人的孩子又是父亲的孩子,父亲既是奴隶的父亲又是儿子的父亲;但既然孩子不被称为是主人的,而是被称为父亲的,那么表示孩子和父亲的词、即“属于这个人的这个人”也不会具有双重性。在奴隶与主人的情形中同样如此。它不是双重地被言说的,这一点是显然的;因为如果某人知道他是他的奴隶而不是孩子,就没有任何人会本真地称该奴隶为“这个人的孩子”,简而言之,也不会说“这个人是这个人的孩子”。他说,即使有人主张该诡辩是由于同音异义或歧义(因为这些就是双重性的事物)产生的,无论如何,正如已经表明的,它是由于偶性产生的。关于实践智慧的诡辩如下:“存在关于恶的知识吗?”“存在;因为恶是可知的事物。”“但实践智慧确实是知识。”“因此实践智慧是属于恶的。” “因此实践智慧是某种恶的事物。”他说有些人也通过双重性来解决这个诡辩;因为他们声称“这个属于这些”具有双重性。对此解决方案提出异议并认为其不足,他接着说“但这个属于这些并不是以多种方式被言说的,而是作为所有物[被言说的]”,这就像是他在说:“因为正如这块土地属于雅典人并不是以多种方式被言说的,而是作为所有物(或者正如已经说过的,作为奴隶)被言说的,同样,美德属于恶也不是以多种方式被言说的;因为对所有人来说显然美德并不是某种恶的事物;因为没有任何人在把美德说成是恶时是在使用本真意义的语言;相反,它被称为属于恶,是作为可知事物的知识而言的。因此这同样是由于偶性而不是由于双重性;因为实践智慧是关于这些事物的,而对这些事物而言碰巧它们是恶的,正是因此实践智慧才被称为属于恶”。

语法注2 条
  1. 1.140τὴν δὲ λέξιν τὴν τὸ δὲ τόνδε εἶναι τοῦδε τέκνον ὑπερβατῶς ἀναγνωστέον οὕτως· τὸ δὲ τόνδε τοῦδε οὐδεὶς λέγει κυρίως εἶναι τέκνον

    针对亚里士多德原文(179b39)句法结构的说明。注释者认为原文的语序为倒装(hyperbaton),通过将 τὸ δὲ τόνδε τοῦδε 视为宾语、τέκνον 视为不定式 εἶναι 的补足语、οὐδεὶς λέγει κυρίως 视为主句,重构了句子的骨架。

  2. 1.140τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα

    引用亚里士多德文本处的省略补全。短语 ἀλλὰ κτῆμα 承接前文动词 λέγεται,应补足理解为 ἀλλὰ [λέγεται ὡς] κτῆμα(“不是以多种方式被言说,而是作为所有物[被言说]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:165.10-166.9