← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§163.15-165.10

揭示推论形式的缺陷与驳斥表面解决方案

注疏亚里士多德179b24–179b38,阐明唯有揭示推论形式本身的缺陷才是真正的解决方案。此外,他还驳斥了对关于数目的诡辩的表面解决方案,并论证了为何试图通过文句的“双重性”来解决涉及奴隶与父子关系的诡辩是不成立的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.139

" Εἰ οὖν μὴ συλλελόγισται, εἰ καὶ ἀληθές." Ὃ λέγει διὰ τῶν εἰρημένων τοῦτό ἐστι. κἂν ἀληθές, φησί, κἂν ψεῦδος ᾖ τὸ ἐξ ἀσυλλογίστου τρόπου συναχθέν, ἡ τούτου ἐμφάνισίς ἐστι λύσις· οὐ συλλογίζεται δὲ καὶ ὁ ἐκ δύο μερικῶν συνάγων τι καὶ ὁ ἐκ δύο καταφάσεων ἐν δευτέρῳ σχήματι καὶ ὁ χρώμενος ὁμωνύμοις καὶ ἀμφίβολα λαμβάνων καὶ εἴ τι τοιοῦτον· ὥστε ὁ παρά τι τούτων δείξας τὸν παραλογισμὸν γεγονέναι ἐκεῖνος λύει. ἴσως δέ, φησίν, ἐπί τινων οὐδὲν κωλύει λύειν τὸν λόγον διὰ τοῦ δεικνύναι ἀδύνατόν τι ἑπόμενον, ἀλλ’ ἐπί γε τοῦ παρόντος οὐκ ἀπόχρη τοῦτο. ἢ μάλιστα τοῦτο λέγει, ὅτι ἐπί τινων μὲν οὐδὲν κωλύει λέγειν τὸ αὐτὸ εἰδέναι καὶ μὴ εἰδέναι, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὐκ ἀρκεῖ τοῦτο· οἶδε γὰρ ὁ ἀποκρινόμενος καὶ τὸ προσιὸν ὅτι προσέρχεται καὶ τὸν Κορίσκον ὅτι Κορίσκος. ἀλλὰ καὶ οἱ λύοντες τὸ σόφισμα τὸ ὅτι τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα συμπεραινόμενον, λέγοντες ὅτι πᾶς ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος, ὁμοίως τούτοις ἁμαρτάνουσιν οὓς εἴπομεν ἁμαρτάνειν ἐν τῷ εἰς τὸ ἀδύνατον ἀπάγειν ἢ τὴν τυχοῦσαν λύσιν ἐπάγοντας καὶ μὴ παρ’ ἣν τὸ ψεῦδός ἐστι. καὶ εἴη ἂν λεῖπον τῷ ὥσπερ οὓς εἴπομεν τὸ ‘ἡμάρτανον’·1 ὡς γὰρ ἐκεῖνοι ἡμάρτανον, οὕτω καὶ οὗτοι. τίς δέ φησιν ἡ ἁμαρτία· ἀφέντες γάρ, φησί, λέγειν πρὸς τὸν ἐρεθίζοντα ὅτι οὐ συνεπεράνω, ἐφιᾶσι μὲν τοῦτο λέγειν, φασὶ δὲ αὐτὸν συμπεπεράνθαι, καὶ πάντα ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον λέγουσιν. εἰ γοῦν οὕτω ποιοῦσι, πῶς οὐχ ἁμαρτάνουσιν; ἴσον δέ ἐστι τὸ λεγόμενον τῷ ‘εἰ γὰρ παραλιπόντες λέγειν πρὸς τὸν ἐρίζοντα ὅτι οὐ συνεπεράνω τὴν ἀντίφασιν τῆς θέσεως, εἰ τοῦτο γοῦν παραλιπόντες λέγουσιν ὅτι ἀληθές ἐστιν ὃ συνεπεράνω καὶ οὐδὲν ἀδύνατον (πᾶς γὰρ ἀριθμὸς καὶ πολύς ἐστι καὶ ὀλίγος), ἁμαρτάνουσιν’.

“因此,如果他没有作出推论,即使这是真确的。” 他借由所说的话表达的是这个意思。他说,无论从不成推论的形式中推出的是真确的还是虚假的,揭示这一点本身就是解决方案;而由两个特称前提得出结论的人、在第二格中由两个肯定前提得出结论的人、使用同音异义词并采用歧义表达的人,以及诸如此类的人,都没有作出推论;因此,指出谬误推理是由于这些原因之一而产生的人,才是真正解决它的人。他说,或许在某些情形中,通过指出随之而来的某种不可能之事来解决论辩并无不可,但在目前的论辩中这至少是不够的。或者他尤其是在表达这一点:在某些情形中,说在不同的方面认识又不认识同一事物并无不可,但在走近的科里斯库斯的情形中,这却并不足够;因为回答者既知道走近的人正在走近,也知道科里斯库斯是科里斯库斯。但是,那些通过声称“一切数目既是多的又是少的”来解决得出一百既是多又是少之结论的诡辩的人,正如我们所说的那些在归谬法中犯错的人,或者引入随意的解决方案而未指出产生虚假的原因的人一样,犯了错误。在“正如我们所说的人”这句话中,大概缺少了“犯了错误”一词;因为正如那些人犯了错误,这些人也犯了错误。他说,那么这种错误是什么呢?因为他说,他们放弃对发难者说“你没有完成推论”,他们放弃这样说,反而断言他已经完成了推论,而且他们说一切数目既是多的又是少的。如果他们确实这样做,怎能不犯错误呢?所说的内容等同于:“因为如果他们忽略了对好辩者说‘你没有推论出主张的矛盾’,如果他们至少忽略了这一点而说‘你所推论出的结论是真确的,并没有什么不可能(因为一切数目既是多的又是少的)’,他们就犯了错误”。

§1.140#1

"Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς." Πρὸ τῆς τῶν ῥητῶν σαφηνείας δεῖ τοῦτο προειπεῖν, ὅτι τὰ σοφίσματα ταῦτα, ἃ νῦν ἐκτίθησι, πρὸς τοὺς εἰδότας ἐλέγοντο. τὸ δὲ ‘οὗτος τούτου δοῦλός ἐστι’ συνεπέραινον οὕτως· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος τούτου ἐστί; ναί· οὗτος ἄρα τούτου τέκνον ἐστίν· ἀλλὰ καὶ δοῦλος. εἰ γὰρ μὴ εἰδὼς ἐτύγχανεν ὁ ἀποκρινόμενος ὅτι οὗτος δοῦλός ἐστι Γλαύκωνος ἀλλ’ οὐ τέκνον, ἐκεῖνος δὲ ἠρώτα· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος Γλαύκωνός ἐστι; ναί· οὗτος ἄρα τέκνον Γλαύκωνός ἐστιν· ἀλλὰ καὶ δοῦλος, ὃ ταὐτόν ἐστι τῷ ‘οὐ τέκνον’ — εἰ οὖν μὴ ᾔδει ταῦτα ὁ ἀποκρινόμενος, εἶχεν ἂν λέγειν πρὸς τὸν ἐρωτῶντα ‘πόθεν δῆλον ὅτι δοῦλός ἐστι Γλαύκωνος καὶ οὐ τέκνον;’. ὥστε πρὸς τὸν εἰδότα τὰς ἐρωτήσεις ἐποιοῦντο. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστοτέλης τινὰς λύειν τοὺς τοιούτους παραλογισμοὺς τῷ διττῷ, διττὸν λέγων τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ἔλεγον γὰρ ὅτι τὸ ‘ἆρά γε οὗτος τούτου;’ διττόν, καὶ ὅτι δοῦλος τούτου καὶ ὅτι τέκνον τούτου· ὁμοίως, φασί, καὶ τὸ ‘οὗτος τούτου τέκνον’ διττόν· καὶ γὰρ ἢ ὅτι Γλαύκωνος τέκνον ἢ ὅτι τοῦ γεννήσαντος αὐτόν. πρὸς δὴ ταῦτά φησιν ὁ Ἀριστοτέλης μὴ καλῶς λύειν· μὴ γὰρ εἶναι διττὸν τὸ ‘ἆρά γε οὗτος τούτου;’ ἢ τὸ ‘ἆρά γε οὗτος τούτου τέκνον;’. ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸς τὸν εἰδότα ὅτι οὗτος τοῦ Γλαύκωνός ἐστι δοῦλος ἀλλ’ οὐ τέκνον τὴν ἐρώτησιν ἐποιοῦντο, πῶς ἂν εἴη διττὸν πρὸς αὐτὸν τὸ ‘οὗτος τούτου’; ὁ γὰρ δοὺς τὸ τοῦτον τούτου εἶναι ὡς ἴσον δέδωκε τῷ τοῦτον τούτου δοῦλον εἶναι, ὥστε οὐ διττὸν πρὸς αὐτὸν τὸ ‘ἆρα οὗτος τούτου;’. πάνυ δὲ ἀνυσίμως διὰ τοῦ κατωτέρω τιθεμένου αὐτῷ εἰς παράδειγμα, τοῦ ἔπους, ἔδειξεν ὅτι οὐ παρὰ τὸ διττόν ἐστι τὸ σόφισμα. ὥσπερ γὰρ ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, ὁ ἀκούσας οὐ τὴν Ἰλιάδα ἔπος νοεῖ οὐδ’ ὡς ἥμισυ Ἰλιάδος δίδωσιν ἀλλ’ ὡς ἥμισυ στίχου· οἶδε γὰρ ὡρισμένως ὅτι ἥμισυ ἔπους ἐστὶ τὸ μῆνιν ἄειδε θεά ἀλλ’ οὐ τῆς ποιήσεως· οὐ γὰρ λέγεται ἡ Ἰλιὰς ἔπος ἀλλ’ ὁ στίχος. εἰ μὲν γὰρ ἐλέγετο καὶ ἡ Ἰλιὰς καὶ ὁ στίχος ἔπος, τότε ἦν ἂν διττὸν τὸ ‘δός μοι τὸ ἥμισυ τοῦ ἔπους’· ἐπεὶ δὲ οὐ λέγεται ἔπος ἡ Ἰλιὰς ἀλλ’ ὁ στίχος, οὐ διττόν. οὕτως καὶ ἐπ’ ἐκείνων. τὸ δὲ οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἴσον ἐστὶ τῷ2 ‘σὸς ἄρα, ὦ Γλαύκων, οὗτος υἱός, καὶ σός, ὦ δοῦλε, ὁ Γλαύκων πατήρ’.

“有些人也通过双重性来解决这些推论。” 在阐明字句之前,必须预先说明这一点:他现在陈述的这些诡辩,是针对知情者而言的。而他们是这样推论出“这个人是这个人的奴隶”的:“这个人是孩子吗?”“是。” “这个人是属于这个人的吗?”“是。”“因此这个人是这个人的孩子;但他也是奴隶。”因为如果回答者碰巧不知道这个人是格劳孔的奴隶而不是孩子,而那个人提问:“这个人是孩子吗?”“是。”“这个人是属于格劳孔的吗?”“是。”“因此这个人是格劳孔的孩子;但他也是奴隶(这等同于‘不是孩子’)” ——如果回答者不知道这些事情,他本可以对提问者说:“凭什么清楚他是格劳孔的奴隶而不是孩子呢?”因此,他们是针对知情者提出问题的。在这种情况下,亚里士多德说某些人通过双重性来解决此类谬误推理,他把同音异义和歧义称为双重性;因为他们说,“这个人是属于这个人的吗?”具有双重性,既意味着他是这个人的奴隶,也意味着他是这个人的孩子;他们说,同样地,“这个人是这个人的孩子”也具有双重性;因为这既意味着他是格劳孔的孩子,也意味着他是生他之人的孩子。对此亚里士多德说他们没有正确地解决;因为无论是“这个人是属于这个人的吗?”还是“这个人是这个人的孩子吗?”,都不具有双重性。因为正如所说的,既然他们是针对知道这个人是格劳孔的奴隶而不是孩子的人提出问题的,那么对他而言,“这个人是属于这个人的”又怎会有双重性呢?因为承认这个人属于这个人的人,是将其等同于这个人是这个人的奴隶而承认的,所以对他而言,“这个人是属于这个人的吗?”并不具有双重性。他通过下文作为例子给出的“诗句”,极为有力地指出了该诡辩并不依赖于双重性。因为正如某人说“给我‘女神啊,请歌唱愤怒’,即诗句的一半”时,听者既不会将《伊利亚特》理解为诗句,也不会将其作为《伊利亚特》的一半给出,而是作为一行诗的一半给出;因为他明确知道“女神啊,请歌唱愤怒”是诗句的一半,而不是整部诗作的一半;因为《伊利亚特》不被称为诗句,一行诗才被称为诗句。如果《伊利亚特》和一行诗都被称为诗句,那么“给我诗句的一半”就会具有双重性;但既然《伊利亚特》不被称为诗句,而一行诗被称为诗句,它就不具有双重性。在那些情形中也是如此。而“例如他是你的父亲或儿子”这句话等同于:“因此,格劳孔啊,这个人是你的儿子;而奴隶啊,格劳孔是你的父亲”。

语法注2 条
  1. 1.139καὶ εἴη ἂν λεῖπον τῷ ὥσπερ οὓς εἴπομεν τὸ ‘ἡμάρτανον’

    注疏者补全了亚里士多德原文短语 ὥσπερ οὓς εἴπομεν(正如我们所说的人)在句法上省略的谓语动词 ἡμάρτανον(犯了错误),以理顺句式结构。

  2. 1.140τὸ δὲ οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἴσον ἐστὶ τῷ

    这是对亚里士多德本文中简略的举例短语 οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός(例如他是你的父亲或儿子)的句法性转述,用以澄清其中所指涉的具体人物关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:163.15-165.10