- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:161.27-163.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在179b11中批判了借助“在不同方面知道与不知道”来解决偶性诡辩的作法,指出该方案不能通用于所有案例且未指出谬误的真正原因,并以对芝诺否定运动论辩的正确反驳为例说明揭示真正推论缺陷的必要性;本段对此进行注解。
" Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν." Ἔλυόν τινες τὸ παρὰ τὸ συμβεβηκὸς σόφισμα οὕτω λέγοντες, ὡς οὐδὲν ἄτοπον, εἰ τὸν Κορίσκον οἴδαμεν καὶ οὐκ οἴδαμεν· κατ’ ἄλλο γὰρ οἴδαμεν καὶ κατ’ ἄλλο ἀγνοοῦμεν, ἀλλ’ οὐ κατὰ ταὐτό. ταύτην τὴν δοκοῦσαν λύσιν ἀναιρῶν ὁ Σταγειρίτης φησὶ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι δεῖ λύσιν, ὥσπερ δὴ καὶ εἰρήκαμεν. παρὰ τὸ αὐτὸ δὲ λόγοι εἰσὶ πάντες οἱ παρὰ τὴν ἀμφιβολίαν, ὁμοίως δὲ καὶ πάντες οἱ παρὰ τὴν σύνθεσιν· οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν οὐ παρὰ τὸ αὐτὸ τοῖς παρὰ τὴν σύνθεσιν ἀλλὰ παρὰ ἄλλο. λέγει οὖν δὴ ὅτι,1 εἰ καλῶς ἔχει ἡ τῶν οὕτω λυόντων τὰ παρὰ τὸ συμβεβηκὸς σοφίσματα λύσις, ἁρμόσοι ἂν αὕτη εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· ἀλλὰ μὴν ἐπί τινων οὐχ ἁρμόζει· οὐκ ἄρα καλῶς λύουσι· τῶν γὰρ παρὰ τὸ αὐτὸ αἴτιον δεῖ τὴν αὐτὴν εἶναι λύσιν. πῶς δὲ οὐκ ἔστι πάντων λύσις τῶν τοιούτων σοφισμάτων ἡ παρ’ αὐτῶν ἀποδιδομένη, ἐπάγει. ἂν ἀφέλωμεν γάρ, φησίν, ἀπὸ τοῦ σοφίσματος τὸ εἰδέναι [ὡς λέγειν ἆρ’ οἶδας], ἀντεισαγάγωμεν δὲ τὸ ‘ἐστίν’, ὡς μὴ λέγειν ‘ἆρ’ οἶδας τόνδε τὸν κεκαλυμμένον;’ καὶ ‘ἆρ’ οἶδας τὸν προσιόντα;’, ἀλλ’ ὅτι ‘ἆρ’ ὅδε σός ἐστιν;’, οὐκ ἂν ἣν αὐτοὶ λέγουσι λύσιν ἐφαρμόσοι ἐπ’ αὐτοῦ.2 ἀξίωμα δὲ λέγει τὴν πρότασιν. τὸ δὲ σόφισμα οὕτως ἠρωτᾶτο· ἔστω δὲ λόγου χάριν ἐπὶ Γλαύκωνος τοῦ Πλάτωνος ἀδελφοῦ, ὅστις δὴ Γλαύκων οὐ μόνον ἀδελφὸς ἦν Πλάτωνος ἀλλὰ καὶ πατήρ· εἶχε γὰρ παῖδας. ἂν δὴ ὁ ἐρωτώμενος ἦν ὁ Πλάτων (δοθήτω γὰρ καὶ τοῦτον εἶναι τὸν ἐρωτώμενον), οὕτως αὐτὸν ἤρετο ὁ ἐρίζων· ἆρά γε, ὦ Πλάτων, ὁ Γλαύκων σός ἐστι; ναί· ἆρά γε ὁ Γλαύκων πατήρ ἐστι; ναί· ὁ Γλαύκων ἄρα, ὦ Πλάτων, σός ἐστι πατήρ. ἐπὶ δὴ τούτου τοῦ σοφίσματος πῶς ἂν ἔχοι χώραν ἣν αὐτοὶ λύσιν λέγουσιν, ὅτι τοῦτο μὲν οἶδα, τοῦτο δὲ οὐκ οἶδα; οἶδε γὰρ ἀμφότερα ὁ Πλάτων, καὶ ὅτι πατήρ ἐστιν ὁ Γλαύκων καὶ ὅτι αὐτοῦ, τοῦ Πλάτωνος δηλονότι, ἐστί τι. ὥστε οὐχ ἡ ὑπό τινων λεγομένη λύσις ἁρμόσοι ἂν εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· εἰ γὰρ καὶ ἐπί τινων ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ κατ’ ἄλλο καὶ ἄλλο, ἀλλ’ ὧδε τοῦτο λέγειν οὐκ ἐγχωρεῖ. πολλαὶ δέ εἰσιν αἱ κακίαι τοῦ συλλογισμοῦ, πλὴν οὐχ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ὅπερ μικρὸν ὀπίσω εἰρήκειμεν, ἀλλ’ ἡ παρ’ ἣν τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο ψεῦδος. ἐνταῦθα οὐχὶ [εἴ τις ἐρεῖ ὅτι] διὰ τὸ ὑποθέσθαι τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος συνήχθη, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. οὐκ ἀρκεῖ οὖν πρὸς λύσιν τὸ δεῖξαι ὅτι ψεῦδός ἐστι τὸ συναχθέν, ἀλλὰ χρὴ καὶ τὸν τρόπον εἰπεῖν καὶ τὸ αἴτιον παρ’ ὃ τὸ ψεῦδος γέγονεν· εἰ γὰρ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συμπεραίνεταί τις τὸ τὸν ἄνθρωπον ἵππον εἶναι, οὐκ ἀρκεῖ τὸ δεῖξαι τοῦτο ψεῦδος, ἀλλὰ καὶ τὸ αἴτιον εἰπεῖν, ὅτι τὸ ψεῦδος συνήχθη διὰ τὸ τοῦ σχήματος ἀσυλλόγιστον. τίθησι δὲ καὶ αὐτὸς πρὸς τὸ λεγόμενον παράδειγμα. ἔστι δὲ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον. ἔλεγεν ὁ Ζήνων μὴ εἶναι κίνησιν· εἴ τις οὖν, φησίν, ἐπιχειροίη συνάγειν τε καὶ δεικνύναι τὸν Ζήνωνος λόγον τὸν ἀναιροῦντα τὴν κίνησιν ἐκ τοῦ συνάγειν ἀδύνατόν τι τεθείσης τῆς τοῦ Ζήνωνος ὑποθέσεως, ἁμαρτάνει· οὐδὲ γὰρ λέλυκε τὸν παραλογισμόν. εἰ γὰρ λέγει ‘ἐγὼ μέν, ὦ Ζήνων, εἶναι κίνησίν φημι· εἰ δὲ ψεῦδος τοῦτο, ἀληθὲς δὲ ὃ σὺ φῄς, τὸ μὴ εἶναι κίνησιν, ἔστω τοῦτο καὶ κείσθω ὅτι οὐκ ἔστι κίνησις οὐδὲ τὸ κινεῖσθαι· ἀλλ’ εἰ μή ἐστι τοῦτο, οὐδὲ τὸ πόθεν ποῖ κινεῖσθαι ἔσται· εἰ δὲ τοῦτο, οὐδὲ ὁ ἥλιος ἀπὸ ἀνατολῆς εἰς δύσιν κινηθήσεται οὐδὲ ἀπὸ δύσεως εἰς ἀνατολήν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται, ὅπερ ἀδύνατον· εἰ δὲ τοῦτο ἀδύνατον, ψευδὴς καὶ ἡ σὴ ὑπόθεσις, ᾗ τὸ ἀδύνατον ἠκολούθησεν’ — ὁ ταῦτα συλλογιζόμενος, κἂν εἰ μυριάκις ᾖ συλλογιστικῶς καὶ ἀληθῶς συμπεραινόμενος καὶ συνάγων ὡς ἀδύνατον μὴ εἶναι κίνησιν ἐκ τοῦ συνελαύνειν τὴν Ζήνωνος ὑπόθεσιν εἰς τὸ ἀδύνατον, οὐ λέλυκε τὸ σόφισμα τὸ τοῦ Ζήνωνος, ἀλλ’ ὁ λέγων ὅτι ἐνεργείᾳ τὰ ἄπειρα λαμβάνεις καὶ ὅσα ἄλλα αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ ζῆτα τῆς Φυσικῆς ἀκροάσεως εἴρηκε καὶ ἡμεῖς ταῦτα ἐξηγούμενοι τεθεωρήκαμεν.
“然而首先,正如我们已经说过的。” 有些人通过这样说来解决依赖于偶性的诡辩,即:如果我们认识并且不认识科里斯库斯,并没有什么荒谬;因为我们在某一方面认识而在另一方面不知道,但并不是在同一方面。这位斯塔吉拉人推翻了这种看似成立的解决方案,声称正如我们确实已经说过的,针对依赖于同一〔原因〕的论辩必须存在相同的解决方案。依赖于同一〔原因〕的论辩包括所有依赖于歧义的论辩,同样也包括所有依赖于结合的论辩;但依赖于歧义的论辩与依赖于结合的论辩并非依赖于同一〔原因〕,而是依赖于不同的〔原因〕。因此他说,如果那些以此方式解决依赖于偶性之诡辩的人的解决方案是正确的,它就应当适用于所有依赖于偶性的[诡辩];然而在某些情形中它并不适用;因此他们没有正确地解决;因为对于依赖于同一原因的事物,必须有相同的解决方案。接着他又补充说明,为何他们所给出的解决方案并非所有此类诡辩的解决方案。因为他说,如果我们从诡辩中去除“知道”,而代之以引入“是”,以致于不再说“你认识这个蒙着面的人吗”以及“你认识走过来的人吗”,而是说“这个人是你的吗”,那么他们自己所说的解决方案就不能适用于它。他把前提称为“公理”。而那个诡辩是这样被提问的;假定为了论证的缘故,以柏拉图的兄弟格劳孔为例,这位格劳孔不仅是柏拉图的兄弟,而且也是父亲,因为他有子女。假定被提问的人是柏拉图(因为姑且承认被提问者也是他),好辩者这样询问他:“柏拉图啊,格劳孔是你的吗?”“是。”“格劳孔是父亲吗?”“是。”“因此柏拉图啊,格劳孔是你的父亲。”在这个诡辩中,他们所说的“我知道这个,但我不知道那个”的解决方案,又怎能有立足之地呢?因为柏拉图这两者都知道:格劳孔既是父亲,又是属于他的,显然是属于柏拉图的。因此,某些人所说的解决方案不可能适用于所有依赖于偶性的[诡辩];因为即使在某些情形中,说在不同的方面认识又不认识同一个人是真确的,但在这里这样说却是不可能的。 推论的缺陷有很多,但是正如我们不久前所说的,揭示随意的某种缺陷并不是事物的解决方案,唯有揭示造成虚假的原因所在的缺陷才是解决方案,正如在下例中:“苏格拉底坐着,坐着的人在写字,因此苏格拉底在写字”;这是虚假的。在这里,虚假之所以被推出,并不是因为设定了苏格拉底坐着(即使碰巧苏格拉底坐着也是虚假的),而是因为坐着的人在写字。因此,为了解决方案,仅仅指出所推出的结论是虚假的并不足够,还必须说明虚假是依何种方式、因何种原因产生的;因为如果有人在第二格中由两个肯定前提得出人是马的结论,仅仅指出这是虚假的并不足够,还必须说明原因,即虚假是因为该格不成推论而推出的。〔亚里士多德〕本人也对所说的内容提出了一个例子。借此所表达的意思是这样的:芝诺曾说没有运动;因此他说,如果有人试图通过在设定芝诺的假设后推出某种不可能之事,来推论并论证芝诺否定运动的论辩,他就犯了错误;因为他甚至根本没有解决这个谬误推理。因为即使他说:“芝诺啊,我主张存在运动;但如果这是虚假的,而正如你所说的不存在运动是真确的,姑且承认并设定既不存在运动也不存在被运动;但如果不存在这个,从何处到何处的运动也不会存在;如果是这样,太阳既不会从东向西运动,也不会从西向东运动;如果不是这样,白天和黑夜也不会存在,而这是不可能的;如果这是不可能的,产生此不可能之事的你的假设也就是虚假的”——这样推论的人,即使他通过将芝诺的假设逼入不可能境地,无数次以有效推论且真确地得出并论证不存在运动是不可能的,他也并未解决芝诺的诡辩;相反,唯有指出“你是在现实态中设定了无限”以及亚里士多德本人在《物理学》第六卷中所说的、并且我们在注解这些内容时所考察过的那些话的人,才〔解决了它〕。
- 1.138ὁ ταῦτα συλλογιζόμενος, κἂν εἰ μυριάκις ᾖ ... οὐ λέλυκε τὸ σόφισμα τὸ τοῦ Ζήνωνος, ἀλλ’ ὁ λέγων ὅτι
全句的基本框架为主语冠词分词短语 ὁ ταῦτα συλλογιζόμενος,中间插入让步从句(κἂν εἰ μυριάκις ᾖ ... συνάγων),后接主要动词 οὐ λέλυκε;在与之形成对比的后半句 ἀλλ’ ὁ λέγων ὅτι 中,述谓动词 λέλυκε 被承前省略(“如此推论的人……并未解决芝诺的诡辩,相反,唯有指出……的人才[解决了它]”)。
- 1.138ἂν ἀφέλωμεν γάρ, φησίν, ἀπὸ τοῦ σοφίσματος τὸ εἰδέναι ... ἀντεισαγάγωμεν δὲ τὸ ‘ἐστίν’ ... οὐκ ἂν ἣν αὐτοὶ λέγουσι λύσιν ἐφαρμόσοι ἐπ’ αὐτοῦ
混合条件句,由带有连接式的条件从句(ἂν ἀφέλωμεν ... ἀντεισαγάγωμεν)与带有 ἄν 加希求法的归结句(οὐκ ἂν ... ἐφαρμόσοι)相呼应。条件从句设定了一般的假定行为(“如果我们去除……并代之以引入”),归结句则陈述其可能的推论结果(“将不会适用于它”)。
