← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§160.15-161.26

偶性谬误的普遍解决方案及其具体案例

根据亚里士多德《辨谬篇》第24章(179a26),注释者阐明了针对依赖于偶性的谬误推理的普遍解决方案(从属于偶性的属性并不必然从属于底层主体),并考察了适用于该方案的具体诡辩案例(蒙面人、德性的发问、作品、父亲等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.137

" Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν καὶ ἡ αὐτὴ λύσις πρὸς ἅπαντας." Μεταβαίνει καὶ ἐπὶ τοὺς παρὰ τὸ συμβεβηκὸς γινομένους παραλογισμούς, καὶ πῶς δεῖ καὶ τούτους λύειν διδάσκει, καί φησι τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν μίαν εἶναι καὶ τὴν αὐτὴν λύσιν. ἐντεῦθεν ἐπιστομίζων τοὺς λύσιν τινὰ τοῖς τοιούτοις σοφίσμασιν ἐπάγοντας, μὴ μέντοι γε ἐν πᾶσιν ἀποσῴζουσαν καὶ πάντων τῶν παρὰ τὸ συμβεβηκὸς λυτικὴν οὖσαν,1 ἐπεὶ γάρ, φησίν, ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰσί τινα ἃ τῷ συμβεβηκότι ὑπάρχοντα ἀληθεύονται καὶ ἐπὶ τοῦ ὑποκειμένου τῷ συμβεβηκότι, φημὶ δὴ τῷ πράγματι· τινὰ δὲ τῷ μὲν συμβεβηκότι ὑπάρχει, τῷ δὲ πράγματι οὐχ ὑπάρχει. τὸ γὰρ δισύλλαβον λέγεται μὲν καὶ κατὰ τοῦ λευκοῦ, ἀληθεύεται δὲ καὶ κατὰ τοῦ ἵππου τοῦ τινός, ᾧ συμβέβηκε τὸ λευκόν· ὥστε ἐπὶ τούτου ἀληθὲς δοῦναι τάσδε τὰς προτάσεις· ἆρά γε ὅδε ἵππος; ναί· ἆρά γε λευκός; ναί· ὅδε ἄρα λευκός· τί δέ, τὸ λευκὸν δισύλλαβον; ναί· ὁ ἵππος ἄρα δισύλλαβος. ἐπὶ μὲν τούτου ἀληθῶς τὸ κατὰ τοῦ συμβεβηκότος, οἷον τὸ δισύλλαβον τὸ κατὰ τοῦ λευκοῦ λεγόμενον, καὶ κατὰ τοῦ ἵππου ῥηθήσεται. ἐπὶ δὲ τοῦ Σωκράτους οὐκ ἀληθῶς· οὐ γάρ, εἰ ὁ Σωκράτης λευκός, τοῦτο δὲ δισύλλαβον, καὶ ὁ Σωκράτης δισύλλαβον. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, οὐδὲν δὲ διώρισται πότε δεῖ λέγειν ὅτι τὰ ὑπάρχοντα τῷ συμβεβηκότι ὑπάρξει καὶ τῷ πράγματι, τουτέστι τῷ ὑποκειμένῳ, ποτὲ δὲ οὔ, ῥητέον πρὸς ἅπαντας ὅτι οὐκ ἀνάγκη τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ πράγματι ὑπάρχειν, ἀλλ’ ἐπὶ τινῶν μὲν ἐνδέχεται, ἐπὶ τινῶν δὲ οὔ. καὶ ἔτι δεῖ προφέρειν καὶ τὸ οἷον, ἤτοι τὸ ὁποῖον, ὥσπερ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος γέγραπται. ἔχει δὲ οὕτως τὰ ἐκεῖσε· “ὁ νόμος ἡμῖν τί ἐστιν; ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;”. τὰ δὲ ἐπαγόμενα σοφίσματα τοιαῦτά εἰσιν. ἆρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; οὔ· ἆρ’ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν; ναί· τοῦτο δέ σε μέλλω ἐρωτᾶν· οἶδας ἄρα ὃ μέλλω σε ἐρωτᾶν. ἡ λύσις ὅτι οὐ ταὐτόν ἐστι τὸ τὴν ἀρετὴν ἀγαθὸν εἶναι καὶ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν, ἀλλὰ ἀγαθῷ οὔσῃ συμβέβηκεν αὐτῇ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν.2 πάλιν ἆρ’ οἶδας τὸν προσιόντα καὶ κεκαλυμμένον; οὔ· (εἶτα ἀφελόντες τὸ περικάλυμμα) τί δέ, οἶδας τοῦτον; ναί· τὸν αὐτὸν ἄρα οἶδας καὶ οὐκ οἶδας. πάλιν ἆρά γε ὁ ἀνδριὰς ἔργον ἐστί; ναί· ἆρά γε σός ἐστι; ναί· σὸν ἄρα ἔργον ἐστὶν ὁ ἀνδριάς· ἀλλὰ μὴν καὶ οὐκ ἔστι; τοῦ Φειδίου γάρ ἐστι. πάλιν ἆρά γε ὁ κύων πατήρ ἐστι; ναί· ἆρά γε σός ἐστι; ναί· σὸς ἄρα ὁ κύων πατήρ. πάλιν ἆρά γε τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; ναί· ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκάκις μύρια ὀλιγάκις ἐστὶν ὀλίγα· τὰ ἑκατὸν ἄρα ὀλίγα· ἀλλὰ μὴν καὶ πολλά. φανερὸν οὖν ὡς πάντες οὗτοι οἱ παραλογισμοὶ παρὰ τὸ συμβεβηκὸς λύονται· μόνοις γάρ, φησί, τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις ταὐτὰ ὑπάρχει. οἷον κατὰ τὴν οὐσίαν ἀδιάφοροι ὁ ἵππος καὶ ὁ βοῦς· τούτοις γοῦν ταὐτὰ ἐπίσης ὑπάρξει. λύουσι μὲν οὖν τινες ταῦτα τὰ σοφίσματα καὶ ἑτέρως. ἀνατρέπει δὲ τὴν λύσιν ταύτην ὁ Ἀριστοτέλης διὰ τὸ μή, ὡς ἄνωθεν εἰρήκειμεν, πάντων τῶν παρὰ ταὐτὸ γινομένων παραλογισμῶν εἶναι ταύτην λυτικήν.

“针对依赖于偶性的[谬误],针对所有各例存在一个且相同的解决方案。” 他也过渡到依赖于偶性而产生的谬误推理,并教导应当如何解决这些谬误推理,声称依赖于偶性的诸谬误推理的解决方案是一个且相同的。从这里出发,他制止了那些对诸如此类的诡辩提出某种解决方案,然而该方案并非在所有情形中都保持有效,亦未能解决所有依赖于偶性之谬误的人;因为他说,何时应当针对事物本身述说这一点是未加限定的。他所表达的意思是这样的:有一些从属于偶性的东西,在偶性的底层承载者,即事物本身之上也是真确的;而另一些东西虽然从属于偶性,却不从属于事物本身。因为“双音节的”既述说“白”,也在特定的一匹具有“白”这一偶性的“马”上得以真确述说;以致于在这一情形中认可以下诸前提是真确的:“这是马吗?”“是。”“是白的吗?”“是。”“因此这是白的。”“又如何呢,‘白’是双音节的吗?”“是。” “因此这匹马是双音节的。”在此情形中,关于偶性所说的东西(例如关于“白”所述说的“双音节的”),确实真确地也会关于“马”述说。但在“苏格拉底”的情形中则并非真确;因为并不必然是:如果苏格拉底是白的,而这是双音节的,苏格拉底也是双音节的。因此,既然这些情况如此,并且何时应当说从属于偶性的东西也将从属于事物(即底层承载者),何时不应当说,完全没有加以限定,那么就应当针对所有各例说:从属于偶性的东西并不必然也从属于事物,而是在某些情形中可能,在某些情形中则不能。此外,还应当附加上“怎样的”或“何种样式的”,正如柏拉图的《弥诺斯篇》中所记载的那样。那里的记载是这样的:“法律对我们而言是什么?”“你所询问的是诸法律中哪一种类的呢?”。而所提出的诡辩是这样的:“你知道我将要问你什么吗?”“不知道。”“你知道德性是善吗?”“知道。”“而我正要问你这个;因此你知道我将要问你什么。”解决方案在于:德性作为善,与德性将要被询问是否为善,并不是同一回事,而是在其作为善之上,附带发生了将要被询问是否为善。再者:“你认识正在走来并且蒙着面的人吗?”“不认识。”(随后揭开蒙面之物)“又如何呢,你认识这个人吗?”“认识。”“因此你认识又不认识同一个人。”再者:“雕像是作品吗?”“是。”“是你的吗?”“是。”“因此雕像是你的作品;然而其实并不是;因为它是菲迪亚斯的。”再者:“这只狗是父亲吗?”“是。”“是你的吗?”“是。”“因此这只狗是你的父亲。”再者:“少数次的少数是少数吗?”“是。”“然而一百相对于十万而言是少数次的少数;因此一百是少数;然而它其实也是多数。”因此显而易见,所有这些谬误推理都是根据偶性得到解决的;因为他说,唯有对于在实体上无差异的事物,相同的东西才从属于它们。例如在实体上无差异的是马与牛;至少对于这些事物,相同的东西将同等地从属于它们。于是有些人也以别的方式解决这些诡辩。但亚里士多德推翻了这种解决方案,因为正如我们在上面所说,它并不能解决所有依赖于同一原因而产生的谬误推理。

语法注2 条
  1. 1.137ἐντεῦθεν ἐπιστομίζων τοὺς λύσιν τινὰ τοῖς τοιούτοις σοφίσμασιν ἐπάγοντας, μὴ μέντοι γε ἐν πᾶσιν ἀποσῴζουσαν καὶ πάντων τῶν παρὰ τὸ συμβεβηκὸς λυτικὴν οὖσαν

    现在分词 ἐπιστομίζων 与主句主语(亚里士多德)一致,表示伴随状况:“从这里出发,[亚里士多德]制止了……”。在短语 λύσιν τινὰ ... μὴ μέντοι γε ἐν πᾶσιν ἀποσῴζουσαν 中,否定词 μή 修饰分词 ἀποσῴζουσαν 和 οὖσαν,具有限制性:“某种绝未在所有情形中都保持有效……的解决方案”。

  2. 1.137ἀλλὰ ἀγαθῷ οὔσῃ συμβέβηκεν αὐτῇ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν.

    与格分词短语 ἀγαθῷ οὔσῃ 与代词 αὐτῇ(指代德性)在性数格上一致,作为动词 συμβέβηκεν 的间接补足成分。全句的语法主语是带有冠词的不定词短语 τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν(“将要被询问是否为善”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:160.15-161.26